1

 2

 3

 4

 5

 6

 7

 8

8

καὶ τὴν κειμένην ἀπειλὴν, οὐ τοῖς θεολογοῦσιν, ἀλλὰ τοῖς βλασφημοῦσι τὸ Πνεῦμα τὸ ἅγιον.

ΙΗʹ. Μήτε τὴν μοναρχίαν κακῶς τιμήσῃς, συναιρῶν ἢ περικόπτων θεότητα· μήτε τὸ τῆς τριθεΐας ἔγκλημα αἰσχυνθῇς, ἕως ἂν καὶ ἄλλος κινδυνεύῃ τὴν διθεΐαν. Ἢ γὰρ συνέλυσας, ἢ συνηπόρησας, ἢ ὁ μὲν ἐναυάγησε μετὰ τῶν λογισμῶν καὶ θεότητα, σοὶ δὲ παρέμεινε θεότης. Καὶ εἰ ὁ λόγος ἠσθένησε, κρεῖσσον καμεῖν ἐν τοῖς λογισμοῖς μετὰ τῆς ὁδηγίας τοῦ Πνεύματος, ἢ προχείρως ἀσεβῆσαι τὴν ῥᾳστώνην διώκοντα. ∆ιάπτυέ μοι τὰς ἐνστάσεις, καὶ τὰς ἀντιθέσεις, καὶ τὴν νέαν εὐσέβειαν, καὶ τὴν μικρολόγον σοφίαν· καὶ διάπτυε πλέον ἢ τὰ τῶν ἀραχνίων νήματα, μυίας μὲν κρατοῦντα, σφηξὶ δὲ ῥηγνύμενα, οὔπω λέγω δακτύλοις, οὐδὲ ἄλλῳ τινι τῶν βαρυτέρων σωμάτων. Ἓν δίδασκε φοβεῖσθαι μόνον, τὸ λύειν τὴν πίστιν ἐν τοῖς σοφίσμασιν. Οὐ δεινὸν ἡττηθῆναι λόγῳ, οὐ γὰρ πάντων ὁ λόγος· δεινὸν δὲ ζημιωθῆναι θεότητα, πάντων γὰρ ἡ ἐλπίς. Ταῦτα μὲν οὖν καὶ κατὰ σεαυτὸν φιλοσοφήσειν, οἶδ' ὅτι, προθυμότερόν τε καὶ τελεώτερον· ἐγγυᾶταί μοι τὰ σὰ τραύματα, καὶ τὸ σὸν σῶμα ὑπὲρ εὐσεβείας πεπονηκός· καὶ ἡμεῖς δὲ συμφιλοσοφήσομεν, ὅση δύναμις.

ΙΘʹ. Σὺ δὲ ὅταν ἐκδημήσῃς τὴν καλὴν ἐκδημίαν, μέμνησό μοι τῆς Τριάδος ἐν σκηναῖς κατοικούσης, εἴπερ ὅλως ἐν χειροποιήτοις οἰκεῖ Θεὸς, καὶ τοῦ μικροῦ τούτου θέρους, οὐκ ἐκ μικρῶν μὲν τῶν τῆς εὐσεβείας σπερμάτων, πλὴν ἔτι μικροῦ τε καὶ πενιχροῦ, καὶ κατ' ὀλίγον συναγομένου. Ἐγενήθημεν γὰρ ὡς συνάγοντες καλάμην ἐν ἀμήτῳ, εἰ δεῖ τὸ τοῦ Προφήτου εἰπεῖν ἐν καιρῷ, καὶ ὡς ἐπι 35.1225 φυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος. Ὁρᾷς τὴν συλλογὴν ὅση· καὶ διὰ τοῦτο σπούδαζε πλουσιωτέραν ποιεῖν ἡμῖν τὴν ἅλω, καὶ τὴν ληνὸν πληρεστέραν. ∆ιήγησαι καὶ τὴν ἡμετέραν κλῆσιν, καὶ τὴν ἄπιστον ἐπιδημίαν, ἣν οὐχ ὥστε συντρυφᾷν, ἀλλ' ὥστε συγκακοπαθεῖν, πεποιήμεθα· ἵνα τῶν δεινῶν μετασχόντες, καὶ τῆς δόξης μετάσχωμεν. Τοῦτόν σοι τὸν λαὸν ἔχεις συλλήπτορα ταῖς εὐχαῖς, τοῦτον συνέκδημον, τὸ στενὸν ἀριθμῷ ποίμνιον, καὶ οὐ στενὸν εὐσεβείᾳ· οὗ πλέον αἰδοῦμαι τὴν στένωσιν, ἢ τὴν ἑτέρων πλατύτητα. Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· μετὰ τούτου καὶ πῦρ διαβήσῃ, καὶ θῆρας κοιμίσεις, καὶ ἡμερώσεις δυνάστας. Οὕτως ἐκδημεῖν, οὕτω στέλλεσθαι, καὶ πρὸς ἡμᾶς ἐπανήκειν πάλιν, πλουσίως πλούσιος, δεύτερος στεφανίτης, καὶ μεθ' ἡμῶν ᾄσων τὸν ἐπινίκιον, νῦν τε καὶ ὕστερον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.