1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

8

παρόντα τὸν θάνατον δι' ἐπινοίας ὑπερτιθέμενος, οὐχὶ ζωῆς ἀσφάλειαν, ἀλλὰ θανάτου παράτασιν ἑαυτῷ παρεσκεύαζεν. ὅθεν καὶ εἰς γῆρας διήρκεσε μακρῷ θανάτῳ τὸ μὴ ἀποθανεῖν σοφισάμενος. οὐκοῦν οὐδὲ κατὰ τοῦτον τὸν λόγον ἀρραγὴς ὑμῖν ἡ εἱμαρμένη καταλαμβάνεται, εἴπερ εὑρίσκεταί τις τέχνη τὴν ἀνάγκην ἐκλύουσα. Ἀλλ' οὐδέν, φησίν, ὁ τοιοῦτος λόγος τὴν ἐκ τῶν προρρήσεων περὶ τῆς εἱμαρμένης ἀπόδειξιν ἀναλύει. δυνατὸν γὰρ ἂν γένοιτο καὶ τοῦτο προμηνυθῆναι παρὰ τοῦ δι' ἀκριβείας ἐπεσκεμμένου τῶν οὐρανίων τὴν κίνησιν, ὥστε τῷ μὲν ἀραρότα τῷ δὲ ἀμφίβολον προμηνυθῆναι τὸν θάνατον. ἐγὼ δέ, Οὐχ οὕτως, εἶπον, ὁ τῆς ἀνάγκης διισχυρίζεται λόγος· ἄλλος γὰρ τοῦ ἐνδεχομένου ὁπότερον ἂν τύχῃ γενέσθαι καὶ ἄλλος τοῦ ἀμεταθέτου ὁ λόγος ὃν οὐκ ἔστιν ἐπὶ τῶν ἐνδεχομένων λαβεῖν· ἀλλ' ἢ τοῦτο πάντως ἢ τὸ ἕτερον· τὸ δὲ πρὸς ἀμφοτέρας τὰς ἐκβάσεις ταῖς ἐλπίσιν ἐπι κραδαίνεσθαι πόρρω τῶν τῆς ἀνάγκης λόγων ἐστίν. Πλὴν τοῦτο, φημὶ πρὸς αὐτόν, πόθεν οἴεται τὸ πιστὸν ἔχειν τῶν ἀποβησομένων τὴν πρόρρησιν; ὁ δέ, Πολλάκις, φησί, διεξιόντος ἀκούσας ἔτι καὶ νῦν περὶ τῶν αὐτῶν ἐρωτᾷς; ὅτι τινές εἰσιν ἰδιάζουσαι δυνάμεις τῶν ἄστρων· τὸ δὲ ἀεικίνητον τῆς φορᾶς μυρίας ἐκ τῆς ποιᾶς αὐτῶν συμπλοκῆς τὰς τῶν δυνάμεων διαφορὰς ἐξεργάζεται. ὁ τοίνυν παραχθεὶς ἐπὶ τὸν 51 βίον διὰ γενέσεως κατὰ τὴν συμπεσοῦσαν αὐτῷ τοῦ χρόνου μοῖραν τὴν ὑπὸ τῶν ἄστρων τοιῶσδε σχηματισθεῖσαν ἐντυ πωθείς, ἅπερ ἂν ἡ δύναμις τῆς ὥρας ἐκείνης ἔχουσα καταληφθῇ, ταῦτα καὶ περὶ τὸν βίον κατ' ἀνάγκην ἕξει καὶ ἄλλως οὐκ ἔχει. Τί οὖν, εἶπον, αἱ κατὰ πόλεμον συμφοραὶ καὶ οἱ σεισμοὶ καὶ τῶν πόλεων αἱ καταπτώσεις καὶ τὰ αὔτ ανδρα τῶν μυριοφόρων ὁλκάδων ναυάγια, ἐπικλύσεις καὶ ἐκπυρώσεις καὶ χάσματα καὶ ὅσα τοιαῦτα πανωλεθρίας εἴδη, πῶς ταῦτα διασώσει τὸν τῆς προρρήσεως λόγον; πόσα ἐν τοῖς προτέροις, πόσα δὲ καὶ ἐν τοῖς καθ' ἡμᾶς χρόνοις ὁ βίος ἔδειξε πάθη· τὸν ἐπὶ Νῶε κατακλυσμὸν καὶ τὴν Σοδόμων ἐκπύρω σιν ἢ τὸν Αἰγύπτιον στρατὸν ὑποβρύχιον ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ γενόμενον ἢ τὰς μετὰ ταῦτα τῶν ἀλλοφύλων σφαγάς, τὰς μυρίας ἐκείνας ἀνδροκτασίας ἢ τὸν αὐτόματον ἐν ὀλίγῳ τῷ χρόνῳ θάνατον τοῦ Ἰσραηλίτου λαοῦ ἐν πολλαῖς μυριάσι θραυσθέντος ἢ τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν Ἀσσυρίων μιᾷ χρόνου ῥοπῇ νεκρωθείσας, τῶν τε ἐφεξῆς κακῶν τὰς ἱστορίας ἐν Μηδικαῖς τε καὶ Ἑλληνικαῖς συμφοραῖς συμπεσούσας ἐν ναυμαχίαις τε καὶ πεζομαχίαις μεγάλαις, καὶ πάντα ὅσα τοιαῦτα ὧν ἡ μνήμη τοῖς ἐφεξῆς διδάσκαλος γίνεται. κἂν ταῦτα παρέλθωμεν πάντα, ἱκανὰ ἂν γένοιτο πρὸς τὴν τῶν λεγομένων μαρτυρίαν καὶ ὅσα ὁ καθ' 52 ἡμᾶς ἱστόρησε βίος. τίς γὰρ οὐκ οἶδε τὴν μεγάλην Βιθυνίας μητρόπολιν ταῖς ἐξεχούσαις τῶν πόλεων ἐναρίθμιον; τίς ἀγνοεῖ τὴν πλατεῖαν καὶ εὐρύχωρον Θρᾴκην; πῶς τὴν μὲν ὁ πόλεμος τὴν δὲ ὁ σεισμὸς μετὰ τοῦ πυρὸς ἐν ἀκαρεῖ τοῦ χρόνου ἄρδην ἐξέτριψεν. πόσοι παῖδες ἐκεῖ, πόσα νήπια, οἱ μέσως ἔχοντες, οἱ παρήλικες, ἐλεύθεροί τε καὶ δοῦλοι, κρα τοῦντες καὶ ὑποχείριοι, πλούσιοι, πένητες, ἐρρωμένοι, νοσηλευόμενοι, πάντες ἐν μιᾷ καιροῦ ῥοπῇ κατεφθάρησαν. πάντας ἐπίσης τὸ πῦρ ἐπενεμήθη· πᾶσιν οἱ οἶκοι τάφοι ἐγένον το. ποῦ αἱ τῶν ἄστρων ἐκείνων διαπλοκαὶ αἱ τὰς διαφορὰς τῶν βίων τοῖς ἀνθρώποις ὁρίζουσαι; ἆρα πᾶσιν ἐκείνοις μία τῶν ἄστρων σύνοδος τὰς ὠδῖνας τῶν γενέσεων ἔλυσε καὶ πᾶσιν ὁ Καρκίνος ὡροσκοπῶν τὴν μοῖραν ἐπέβαλε; καὶ μὴν αἱ μυρίαι τῶν ἡλικιῶν τε καὶ ἀξιωμάτων διαφοραὶ τὸ μὴ πάντας ἀλλήλοις κατὰ ταὐτὸν τῇ γενέσει συνενεχθῆναι διαμαρτύρον ται. εἰ οὖν ὁ μὲν τῆς γενέσεως χρόνος ἑκάστῳ διάφορος, ἡ δὲ τῶν συμφορῶν ταυτότης οὐδεμίαν παραλλαγὴν ἐκ τῆς κατὰ τὴν γένεσιν αἰτίας ἐδέξατο, ἄρα καὶ διὰ τούτων τὸ περὶ τὴν πρόρρησιν ἀπαγὲς καὶ ἀσύστατον διελέγχεται. Ἀλλ' ἔστι, φησί, καὶ νεὼς καὶ πόλεως καὶ ἔθνους παντὸς εἱμαρμένη κατὰ τὴν πρώτην θέσιν τὸ ἐφεξῆς ἐπικλώθουσα, καὶ τῷ περιέχοντι τὰ ἐμπεριειλημμένα κατ' ἀνάγκην συνδιατίθεται. Τίς οὖν ἡ τῆς ναυπηγίας Εἰλείθυια;