1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

ἀλγεινὰ παρ εδέχετο· ἡ δὲ μεγαλοφυΐα τῶν ἀθλητῶν, καὶ πρὸς αὐτὴν τὴν φύσιν διηγωνίζετο. Ἡ μὲν γὰρ δύναμις κατὰ μικρὸν διελύετο, μαραινομένη καὶ δαπανωμένη διὰ τῆς πήξεως· ὁ δὲ τῆς ψυχῆς τόνος, μείζων ἐγί νετο· ἐμελαίνετο μὲν ἡ ὥρα τοῦ σώματος, καὶ ἀπήν θει τὸ κάλλος, καὶ τὸ τῆς σαρκὸς εὔχρουν κατεμαραί νετο· ἀπέῤῥεον δάκτυλοι, τῷ κρυμῷ κατ' ὀλίγον περικοπτόμενοι, μέλη τε πάντα καὶ αἰσθητήρια τῇ πικρίᾳ τοῦ κρύους περιεθρύφετο. Πελιδνουμένη γὰρ κατ' ὀλίγον ἡ σὰρξ, καὶ διοιδοῦσα καὶ περιλακιζου μένη τοῖς μέλεσι, τῶν ὀστέων ἀπέῤῥεε, καὶ τὰ τῆς νεκρότητος πάθη ἐν αἰσθήσει ἐδέχετο. Καὶ οὕτως αὐ τοῖς κατὰ μικρὸν ὁ θάνατος προϊὼν ἐμηκύνετο τρισὶν ἡμέραις παρατεινόμενος. Μέχρι γὰρ τοσούτου τῆς 46.769 αἰσθήσεως αὐτοῖς διαρκούσης, ἔμειναν ἐφ' ἧς ἐξ ἀρχῆς ἐτάχθησαν τάξεως, διὰ πάντων νικηταὶ κατὰ τοῦ ἐναντίου γινόμενοι. Ἀλλὰ τίς ἄν μοι τὰ ἐπὶ τού τοις πρὸς ἀξίαν ἐκδιηγήσαιτο; Τίς ὑπογράψει λόγος τὴν θείαν ἐκείνην πομπὴν, ὅτε τὰ ἅγια σώματα δι' ἁμαξῶν ἐπὶ τὸ πῦρ ἐπομπεύετο; Πῶς ἀντὶ τοῦ κλα πέντος ὑπὸ τοῦ διαβόλου ἀντεισήχθη τῷ ἀριθμῷ ὁ δεσμοφύλαξ ὑπὸ τῆς χάριτος; Τίς μοι διηγήσεται τὴν μητέρα ἐκείνην τὴν ἀξίαν τοῦ μάρτυρος ῥίζαν, ἣ καταλειφθέντα ὑπὸ τοῦ δημίου τὸν ἐξ αὐτῆς, διότι ἔμπνους ἦν, καὶ διὰ τοῦτο μὴ ἀναληφθέντα μετὰ τῶν ἄλλων ἐπὶ τὴν ἅμαξαν, ἐπειδὴ εἶδε τὴν φιλανθρω πίαν τοῦ δημίου ἐπὶ τὸν ἀριστέα, τὴν ὕβριν οὐκ ἤνεγκεν· ἀλλ' ἐκεῖνον μὲν ἐλοιδόρει, ὅτι τῶν συν αγωνιστῶν τὸν ἀθλητὴν ἀπεσχοίνισεν· αὕτη δὲ παρα στᾶσα τῷ μάρτυρι, ἤδη νεναρκηκότι καὶ ἀκινήτως ὑπὸ τῆς πήξεως ἔχοντι, καὶ ἰδοῦσα ψυχρῷ καὶ ἀσθε νεῖ τῷ ἄσθματι συνεχόμενον, τοσοῦτον ζῶντα μόνον, ὅσον τῶν ἀλγεινῶν ἐπαισθάνεσθαι, ἀμυδρῷ καὶ μεμα ρασμένῳ τῷ βλέμματι τὴν μητέρα ἑαυτοῦ ὑποβλέ ποντα, νεκρᾷ καὶ ἀτονούσῃ τῇ χειρὶ διανεύοντά τε καὶ παραμυθούμενον, ὑποφέρειν γενναίως παρεγγυῶντα;

Ἐπειδὴ ταῦτα εἶδεν ἡ μήτηρ, ἆρά τι ἔπαθε μητρικόν; Ἆρα συνεκινήθη τὰ σπλάγχνα, ἢ τὸν χιτῶνα περιεῤῥήξατο, ἢ περιεχύθη τῷ τέκνῳ, θερμαῖς ταῖς ὠλέναις τὸν μαρασμὸν ἐπιθάλπουσα; Ἄπαγε. Καὶ τὸ εἰπεῖν τι τοιοῦτον, τῶν ἀτόπων ἐστίν. Ὄντως ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκομεν· οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιῆ σαι. Ἐπεὶ οὖν ὁ καρπὸς τῆς μαρτυρίας καλὸς, ἐπαίνε σον τὴν ἀριστοτόκον μητέρα, τὴν διὰ τῆς τεκνογονίας σωζομένην, καθώς φησιν ὁ Ἀπόστολος. Ἐπειδὴ γὰρ τοιοῦτον παρέστησε τῷ Θεῷ τὸν καρπὸν, ὑπὲρ τῆς κοινῆς τῶν γυναικῶν ἀπελογήσατο φύσεως. Οὐκ ἐμὸν, φησὶ, τέκνον σύ· οὐ τῆς ἐμῆς ὠδῖνος βλάστημα· τὸν Θεὸν δεξάμενος, κατὰ Θεὸν ἐγεννήθης. Ἔλαβες ἐξου-σίαν τέκνον Θεοῦ γενέσθαι. ∆ράμε πρὸς τὸν σὸν Πατέρα, μὴ καταλειφθῇς παρὰ τῶν ὁμηλίκων, μὴ δεύτερος ἐπὶ τὸν στέφανον ἔλθῃς, μὴ ἀτελῆ ποιήσῃς μητρῴαν εὐχήν· οὐ λυπήσεις μητέρα, στεφανίτης καὶ νικητὴς καὶ τροπαιοφόρος γενόμενος. Ταῦτα λέ γουσα, καὶ ὑπὲρ τὴν φύσιν ἑαυτὴν τονώσασα, μᾶλλον δὲ τονωθεῖσα ὑπὸ τοῦ Πνεύματος, αὐτὴ τὸν ἐξ αὐτῆς μετὰ τῶν λοιπῶν ἐπὶ τὴν ἀπήνην ἀπέθετο, φαιδρῷ τῷ προσώπῳ τοῦ ἀθλητοῦ προπομπεύουσα. Τὰ δὲ ἐπὶ τούτοις οἷα; Ἐνήθλησαν τῷ ἀέρι οἱ ἅγιοι, ἡγίασαν καὶ τὸ πῦρ τῇ ἑαυτῶν προσθήκῃ, ὕλη τῇ φλογὶ γενό μενοι. Ἤνεγκαν καὶ ἐπὶ τὸ ὕδωρ τὴν εὐλογίαν. ∆ιὰ πάντων ἐπληροῦτο τὰ θεῖα λόγια. Οἱ τρεῖς παῖδες συμπαραλαμβάνουσιν εἰς τὴν κοινὴν ὑμνολογίαν ψύ χος καὶ καῦμα· τὸ ψῦχος, διὰ τῆς πήξεως· τὸ καῦμα, διὰ τῆς καύσεως· εἶτα διῆλθον διὰ πυρὸς καὶ ὕδατος. Ἀλλ' ἐπιθυμεῖ ταῦτα ὡς γνωσμένα παραδραμεῖν ὁ λόγος, καὶ περί τινος τῶν πρώην ζητουμένων ἐν καιρῷ 46.772 νῦν ἐξετάσαι· Ὅτε ἐξωρίσθη τοῦ παραδείσου ὁ ἄν θρωπος, ἐτάχθη φρουρεῖν τὴν εἴσοδον φλογίνη ῥομ φαία ἡ στρεφομένη. Καὶ ἡ αἰτία τῆς τοιαύτης τοῦ Θεοῦ προμηθείας, τὸ μὴ παρελθεῖν ἐπὶ τὸ τῆς ζωῆς ξύλον τὸν ἄνθρωπον, καὶ ἅψασθαι, καὶ διαμεῖναι ἀθάνατον.

Μέμνησθε πάντως τῶν ἐζητημένων· μέμ νησθε δὲ, ὡς εἰκὸς καὶ τῶν πρὸς τὸ ζητούμενον ἡμῖν εὑρημένων· ἀλλ' εἰ μέλλοιμεν πάλιν ἀπ' ἀρχῆς ἐπ εξιέναι, καὶ ὅλον