1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

γέγραπται, Βαθύτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γάρ ἐστι χρεία τῶν κρυπτῶν. Εἰ ἀλλότριόν ἐστι κατὰ τὸν σὸν λόγον, πῶς ἐτόλμα τὰ βάθη τοῦ Θεοῦ ἐρευνᾷν; Περὶ τοῦ Πατρὸς γέγραπται· Ἐγὼ Θεὸς δοκιμάζων νεφροὺς, καὶ ἐρευνῶν ταμιεῖα κοιλίας. Ἆρα διὰ τὸ μὴ προσκεῖσθαι τὸ, Καταλαμβάνω, ἀγνοεῖν τὸν Πατέρα φήσεις; Εἰ ἀγνοῶν ἐρευνᾷ καὶ δοκιμάζει, ἵνα καὶ περὶ τοῦ προσκυνητοῦ Πνεύματος τοῦτο τολμήσῃς λέγειν; Πῶς εἶπεν, Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς; Ὁρᾷς τὴν ἐξουσίαν· νόει τὴν θεότητα. Καὶ ὁ Ἄγαβος· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα. οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλήμ. Καὶ οἱ ἀπόστολοι· Ἔδοξε τῷ ἁγίῳ Πνεύματι μηδὲν πλέον τηρεῖν· καὶ πάλιν· ∆ιελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ εἰς Μυσίαν, ἐπειρῶντο εἰς τὴν Βιθυνίαν πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν, ὅτι Τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον, καὶ τὰ ἑξῆς· καὶ ὁ προφήτης· Τὸ Πνεῦμά μου, φησὶν, ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· ὁ δὲ Κύριος, Ὅπου ἐάν εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ 48.1095 αὐτῶν· καὶ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ· Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους καὶ διακόνους. Ὅρα τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος, καὶ τὴν αὐθεντίαν καὶ τὴν ἐξουσίαν. Οὐκ ἄρα ἀλλότριον τοῦ Θεοῦ τὸ Πνεῦμα. Εἶδον, φησὶν Ἡσαΐας, τὸν Θεὸν ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ κύκλῳ αὐτοῦ, καὶ τὰ ἑξῆς· καὶ εἶπον· Ὢ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα Κύριον σαββαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου· καὶ εἶπε, Τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπον· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με. Καὶ εἶπε πρός με δηλονότι ὁ καθήμενος ἐν τῷ θρόνῳ, Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπέ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Τίς ἐστιν ὁ καθήμενος ἐπὶ θρόνου; Ὁ Πατὴρ, φησίν. Ἐὰν δὲ μάθῃς παρὰ τοῦ Παύλου, ὅτι τὸ Πνεῦμά ἐστιν, ὁμολογεῖς αὐτὸ Θεόν; ∆εῖξον, φησὶ, καὶ πιστεύω.

Ἄκουε λοιπὸν αὐτοῦ λέγοντος· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ Ἡσαΐου τοῦ προφήτου· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπέ· Ἀκοῇ ἀκούσετε, καὶ τὰ ἑξῆς. Παῦλος λέγει, Εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἡσαΐας λέγει, Εἶπε Κύριος σαββαὼθ, ὅτι ἀδιάφορόν ἐστι τῇ Γραφῇ, περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λέγειν. Μηκέτι οὖν λέγε μέγαν καὶ μικρὸν Θεὸν, ἐμπίπτων εἰς Ἑλληνισμόν. Εἰ γὰρ μικρὸς Θεὸς ὁ Υἱὸς, ψεύδεται Παῦλος λέγων· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὃν οὖν Παῦλος καλεῖ μέγαν Θεὸν, σὺ μὴ κάλει μικρόν· ἐν γὰρ Θεῷ πάντα τέλεια. Καὶ πάλιν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Μήτε κτιστὸν Θεὸν ὀνομάσῃς ποτέ· ἀσεβὴς γὰρ ὁ κτίσμα προσκυνῶν. Τί οὖν; οὐ λέγεις τὸ σῶμα τοῦ Κυρίου κτιστόν; Ἴδε οὖν, καὶ σὺ κτίσμα προσκυνεῖς, ἀνόητε. Οὐδεὶς λέγει βασιλεῖ, Ἔκδυσαι τὴν πορφυρίδα σου, ἢ, ἔγειραι ἐκ τοῦ θρόνου σου, ἵνα σοι ψιλῷ προσκυνήσω, ἀλλὰ προσκυνεῖ βασιλεῖ ἐπὶ θρόνου καθημένῳ, καὶ ἐν πορφυρίδι ὄντι. Ηὐδόκησε γὰρ ὁ Θεὸς Λόγος τὴν κτιστὴν σάρκα τὴν ἐξ ἡμῶν ἀκηλιδώτως ἑνῶσαι ἑαυτῷ· προσκυνητὴ οὖν ἐστι σὺν τῷ Θεῷ Λόγω, καθὼς καὶ ἀπ48.1096 εθέωσεν αὐτήν. Καὶ τοῦτο σημαίνων ὁ θεσπέσιος ∆αυῒδ βοᾷ· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. *** Ἐν ἄλλῳ ῥητῷ λέγων· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Τῇ γῇ ἡμᾶς κελεύεις προσκυνεῖν, ὦ μακάριε ∆αυΐδ; καὶ πῶς Μωϋσῆς νομοθετεῖ, μήτε τῷ οὐρανῷ, μήτε τῇ γῇ, μήτε τοῖς ἐν αὐτοῖς προσκυνεῖν; Ὁρᾶτε μυστήριον. Ἐπειδὴ ἤμελλε χωρὶς ἁμαρτίας τὴν ἡμετέραν σάρκα ἑνοῦν ἑαυτῷ εἰς μίαν προσκύνησιν, ἡ δὲ