1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

τοῦ Πατρὸς νῦν καθεζόμενον. Ποία γὰρ ἂν βλάβη τῷ Θεῷ γένοιτ' ἂν ἀπὸ τῆς οἰκονομίας ταύτης, ἢ ποία κηλίς; Οὐχ ὁρᾶτε τουτονὶ τὸν ἥλιον, οὗ τὸ σῶμά ἐστιν αἰσθητὸν καὶ φθαρτὸν καὶ ἐπίκηρον, κἂν μυριάκις ἀποπνίγωνται Ἕλληνες καὶ Μανιχαῖοι ταῦτα ἀκούοντες; Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ καὶ γῆ, καὶ θάλασσα, καὶ πᾶσα ἁπλῶς ἡ ὁρωμένη κτίσις, τῇ ματαιότητι ὑποτέτακται. Καὶ ἄκουε Παύλου τοῦτο δηλοῦντος, ἐν οἷς φησι· Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι. Εἶτα δηλῶν, τί ποτέ ἐστι, ματαιότητι ὑποταγῆναι, ἐπήγαγε, λέγων· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.

Ὥστε νῦν ἐπίκηρός ἐστι, καὶ φθαρτή ἐστι· τὸ γὰρ τῇ φθορᾷ δουλεύειν οὐδὲν ἕτερόν ἐστιν, ἢ φθαρτὸν εἶναι. Εἰ τοίνυν ὁ ἥλιος, σῶμα φθαρτὸν ὢν, πανταχοῦ τὰς ἀκτῖνας ἀφίησι, καὶ βορβόροις καὶ μολυσμοῖς καὶ πολλοῖς ἄλλοις τοιούτοις ὁμιλῶν πράγμασι, οὐδὲν ἀπὸ τῆς ὁμιλίας τῶν σωμάτων εἰς τὴν οἰκείαν καθαρότητα παραβλάπτεται, ἀλλὰ καὶ καθαρὰς συστέλλει τὰς ἀκτῖνας πάλιν, τῆς οἰκείας ἀρετῆς πολλοῖς τῶν ὑποδεξαμένων αὐτὸν σωμάτων μεταδιδοὺς, τῆς δὲ δυσωδίας καὶ τοῦ μολυσμοῦ οὐδὲ τὸ τυχὸν αὐτὸς προσλαμβάνων· πολλῷ μᾶλλον ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ τῶν ἀσωμάτων δυνάμεων ∆εσπότης, εἰς καθαρὰν σάρκα ἐλθὼν, οὐ μόνον οὐκ ἐμολύνθη, ἀλλὰ καὶ αὐτὴν ταύτην καθαρωτέραν, καὶ ἁγιωτέραν εἰργάσατο. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ μνημονεύοντες τῆς φωνῆς τῆς λεγούσης· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ πάλιν, Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ ἐν ὑμῖν, καὶ ἡμεῖς πρὸς ἐκείνους λέγωμεν, καὶ τὰ ἀναίσχυντα τῶν ἀσεβῶν ἀποφράττωμεν στόματα, καὶ ἐπὶ τοῖς ἡμετέροις ἀγαθοῖς εὐφραινώμεθα, καὶ τὸν σαρκωθέντα Θεὸν δοξάζωμεν ὑπὲρ τῆς τοσαύτης συγκαταβάσεως, καὶ κατὰ δύναμιν τὴν ἡμετέραν, ἀξίαν ἀποδῶμεν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὴν ἀμοιβήν· Θεῷ δὲ ἀμοιβὴ οὐδεμία παρ' ἡμῶν γένοιτ' ἂν, ἀλλ' ἢ μόνον ἡ σωτηρία ἡμῶν καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡ περὶ τὴν ἀρετὴν ἐπιμέλεια. ζʹ. Μὴ τοίνυν γενώμεθα ἀγνώμονες περὶ τὸν εὐεργέτην, ἀλλὰ τὰ κατὰ δύναμιν ἅπαντες ἅπαντα εἰσενέγκωμεν, πίστιν, ἐλπίδα, ἀγάπην, σωφροσύνην, ἐλεημοσύνην, φιλοξενίαν. Καὶ ὃ πρώην ὑμᾶς παρεκάλεσα, τοῦτο καὶ νῦν, καὶ ἀεὶ παρακαλῶν οὐ παύσομαι. Τί δὲ τοῦτό ἐστι; Μέλλοντες προσιέναι τῇ φρικτῇ καὶ θείᾳ ταύτῃ τραπέζῃ καὶ ἱερᾷ μυσταγωγίᾳ, μετὰ φόβου καὶ τρόμου τοῦτο ποιεῖτε, μετὰ καθαροῦ συνειδότος, μετὰ νηστείας καὶ προσευχῆς, μὴ θορυβοῦντες, μηδὲ λακτίζοντες, μηδὲ ὠθοῦντες τοὺς πλησίον· ἐσχάτης γὰρ τοῦτο παρανοίας, καὶ καταφρονήσεως οὐ τῆς τυχούσης.

∆ιὸ καὶ πολλὴν ἐπάγει τοῖς ταῦτα 49.361 ποιοῦσι τὴν κόλασιν καὶ τὴν τιμωρίαν. Ἐννόησον, ὦ ἄνθρωπε, ποίας μέλλεις ἅπτεσθαι θυσίας, ποίᾳ προσέρχεσθαι τραπέζῃ· ἐνθυμήθητι καὶ ὅτι γῆ ὢν καὶ σποδὸς, αἷμα καὶ σῶμα Χριστοῦ μεταλαμβάνεις. Καὶ βασιλέως μὲν εἰς εὐωχίαν καλοῦντος ὑμᾶς, μετὰ φόβου ἀνακλίνεσθε, καὶ τῶν προκειμένων μετὰ αἰδοῦς καὶ ἡσυχίας μεταλαμβάνετε ἐδεσμάτων· τοῦ Θεοῦ δὲ καλοῦντος ἐπὶ τὴν ἑαυτοῦ τράπεζαν, καὶ τὸν ἑαυτοῦ προτιθέντος Υἱὸν, ἀγγελικῶν δυνάμεων παρισταμένων μετὰ φόβου καὶ τρόμου, καὶ τῶν Χερουβὶμ κατακαλυπτόντων τὰ πρόσωπα, τῶν Σεραφὶμ κραζόντων τρόμῳ, Ἅγιος, ἅγιος, ἅγιος Κύριος· σὺ κράζεις, εἰπέ μοι, καὶ θορυβῇ πρὸς τὴν πνευματικὴν ταύτην ἐστίασιν; Οὐκ οἶδας, ὅτι γαλήνης δεῖ γέμειν τὴν ψυχὴν κατ' ἐκεῖνον τὸν καιρόν; Εἰρήνης πολλῆς καὶ ἡσυχίας χρεία, οὐχὶ θορύβου καὶ θυμοῦ καὶ ταραχῆς· ταῦτα γὰρ ἀκάθαρτον ποιεῖ τὴν προσιοῦσαν ψυχήν. Τίς οὖν ἂν γένοιτο ἡμῖν συγγνώμη, εἰ μετὰ τοσαῦτα ἁμαρτήματα μηδὲ τὸν καιρὸν τῆς προσελεύσεως καθαρεύομεν τῶν ἀλόγων παθῶν ἐκείνων; Τί δὲ ὅλως ἀναγκαιότερον τῶν προκειμένων; ἢ τί ἡμᾶς θορυβεῖ, ἵνα σπουδάσωμεν, τοῦτο καταλιπόντες, ἐκεῖ