1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

πρόσωπον ἔλαμψε. Τί φῆς, ὦ εὐαγγελιστά; τί συγκρίνεις τὰ ὄντως ἀσύγκριτα; τί παρατιθεῖς καὶ παραβάλλεις τὰ ὄντως ἀπαράβλητα; Ὁ ∆εσπότης ὡς οἰκέτης ἔλαμψε; Τὸ ἀφόρητον καὶ ἀπρόσιτον φῶς, ὡς οὗτος ὁ ὑπὸ πάντων ἐξήστραψε καθορώμενος ἥλιος; Ἀλλ' οὐ παραβάλλω, φησὶν, οὐδὲ συγκρίνω τὸ μόνον μονογενὲς, καὶ μηδενὶ εἰκαζόμενον τῆς θείας δόξης τὸ ἀπαύγασμα, ἀλλὰ σαρκὸς δεσμίοις φθεγγόμενος, τῶν σωμάτων ὅ τι κάλλιστόν ἐστι καὶ λαμπρότατον, πρὸς παράδειγμα φέρω, οὐ πάντως ὁμοιότατον· ἀμήχανον γὰρ ἀπαραλείπτως ἐν τῇ κτίσει τὸ ἄκτιστον εἰκονίζεσθαι· ἀλλ' ὥσπερ ὁ ἥλιος εἷς μέν ἐστιν, ἔχει δὲ οὐσίας δύο, τοῦ τε φωτὸς ὃ γεγένηται πρότερον, καὶ τοῦ τῇ κτίσει ἐφυστερίζοντος σώματος, δι' ὅλου δὲ τοῦ σώματος τὸ φῶς ἀδιαιρέτως ἥνωται, καὶ τοῦ σώματος ἐφ' ἑαυτοῦ μένοντος τὸ φῶς πάσης τῆς γῆς ἐφαπλοῦται τοῖς πέρασιν, οὕτω καὶ ὁ Χριστὸς, φῶς ἐκ φωτὸς ἄναρχον ὢν καὶ ἀπρόσιτον, ἐν χρονικῷ καὶ κτιστῷ γενόμενος σώματι, εἷς ἐστιν ἥλιος δικαιοσύνης, εἷς Χριστὸς, ἐν δύο ἀδιαιρέτως ταῖς φύσεσι γνωριζόμενος. Ἔστι μὲν οὖν τὸ μὲν σῶμα τὸ ἅγιον περιγραπτόν. Οὐ γὰρ ἐν Θαβὼρ ἱστάμενον, ἔξω τοῦ ὄρους ἐφικνεῖτο· ἡ δὲ θεότης ἀχώρητος, ἐν πᾶσιν οὖσα, καὶ πάντων ἐπέκεινα. Καὶ τὸ σῶμα λάμπει ὡς ὁ ἥλιος· τοῦ γὰρ σώματος τοῦ φωτὸς ἡ ἔκλαμψις γέγονε. Κοινὰ γὰρ πάντα τῆς ἑνὸς σεσαρκωμένου Θεοῦ Λόγου γεγένηται, τά τε τῆς σαρκὸς καὶ τῆς ἀπεριγράπτου θεότητος· ἕτερον δὲ τὸ ἐξ οὗ κοινὰ τὰ τῆς δόξης αὐχήματα, καὶ ἕτερον ἐξ οὗ κοινὰ τὰ πάθη γνωρίζεται. Ἐκνικᾷ δὲ τὸ θεῖον, καὶ μεταδίδωσι τῆς οἰκείας λαμπρότητος καὶ δόξης τῷ σώματι, αὐτὸ καὶ ἐν πάθεσι πάθους μένον ἀμέτοχον. Οὕτως ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· οὐχ ὅτι μὴ τοῦ ἡλίου ὑπῆρχε λαμπρότερον, ἀλλ' ὅσον ἐχώρουν καθορᾷν οἱ βλέποντες. Πῶς γὰρ, εἰ πᾶσαν ὑπέδειξεν τὴν τῆς δόξης φανότητα, οὐκ ἂν κατεφλέχθησαν; Ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος. Ὅπερ γὰρ ἐν αἰσθητοῖς ἥλιος, τοῦτο ἐν νοητοῖς Θεός. Τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς. Ὥσπερ ἕτερον μὲν ὁ ἥλιος· πηγὴ γάρ ἐστι φωτὸς, καθορᾶσθαι τρανῶς μὴ δυνάμενος· ἕτερον δὲ τὸ φῶς τὸ ἐξ αὐτοῦ πρὸς γῆν ἀφικνούμενον· ὁρᾶται γὰρ καὶ προσβλέπεται Θεοῦ σοφίας καὶ φιλανθρωπίας ἐνεργείᾳ, ὡς ἂν μὴ παντελῶς ἀμέτοχοι τῶν καλῶν κατασταίημεν· οὕτω τὸ μὲν πρόσωπον λάμπει τρανότατον ὡς ὁ ἥλιος, ὡς δὲ φῶς λευκαίνεται τὰ ἱμάτια, μεταδόσει τοῦ θείου φωτὸς ἀγλαϊζόμενα. ιδʹ. Τούτων οὕτως τελουμένων, ὡς ἂν δειχθείη παλαιᾶς, καὶ καινῆς διαθήκης Κύριος, καὶ τῶν αἱρετικῶν ὧνπερ τάφος ἀνεῳγμένος οἱ λάρυγγες, ἐμφραχθείη τὰ στόματα, καὶ πιστευθείη νεκρῶν ἀνα 96.568 βίωσις, ζώντων δὲ καὶ νεκρῶν πιστευθείη ∆εσπότης ὁ πρὸς Πατρὸς μαρτυρούμενος, Μωσῆς καὶ Ἠλίας ὡς δοῦλοι ∆εσπότῃ ἐν δόξῃ παρίστανται, καὶ τούτῳ συλλαλοῦντες τοῖς συνδούλοις ὀπτάνονται. Ἔδει γὰρ αὐτοὺς τῶν ὁμοδούλων μὲν, Θεοῦ δὲ θεραπόντων τὴν δόξαν καὶ παῤῥησίαν ἑωρακότας, ἐκπλαγῆναι μὲν τὴν τοῦ ∆εσπότου φιλάνθρωπον συγκατάβασιν, ζηλῶσαι δὲ πλέον, καὶ νευρωθῆναι πρὸς τοὺς ἀγῶνας. Ὁ γὰρ τῶν πόνων τὰς ἐπικαρπίας εἰδὼς, ῥᾷστα ἂν τῶν ἀγώνων κατατολμήσειεν. Ἡ γὰρ τοῦ κέρδους ἐπιθυμία ἐνάγειν οἶδε πρὸς ἀφειδίαν τοῦ σώματος. Ὥσπερ γὰρ στρατιῶται, καὶ πύκται, καὶ γηπόνοι, καὶ ἔμποροι σὺν πολλῇ τῇ προθυμίᾳ τῶν πόνων ἀντιλαμβάνονται, καὶ πελαγίου κατατολμῶσι κλυδῶνος, καὶ θηρῶν, καὶ πειρατῶν οὐκ ἀλέγουσιν, ὡς ἂν τοῦ ποθουμένου κερδήματος τύχωσι, καὶ ὅσῳ τοὺς προμοχθήσαντας ἐντρυφῶντας ὁρῶσι τοῖς κέρδεσι, πολλῷ πλέον πρὸς τὴν τῶν πόνων ὑπομονὴν παραθήγονται· οὕτω καὶ οἱ πνευματικοὶ τοῦ ∆εσπότου ὑπασπισταὶ, καὶ πύκται, καὶ γηπόνοι, καὶ ἔμποροι, οὐ γηΐνων κερδῶν ἐφιέμενοι, οὐδὲ ῥεόντων καλῶν ὀρεγόμενοι, ὅταν τὰ ἐν ἐλπίσι κείμενα αὐταῖς ὄψεσι θεάσονται, καὶ