συκίδια· καὶ ὡς τρέχουσιν, ἔπεσεν ἓν ἐξ αὐτῶν, καὶ λαβὼν ἔφαγον αὐτό· καὶ ὅτε μνημονεύω αὐτοῦ, κάθημαι κλαίων. Εἶπεν ὁ ἀββᾶς Μακάριος, ὅτι περιπατῶν ποτε εἰς τὴν ἔρημον, εὗρον κρανίον εἰς τὸ ἔδαφος νεκροῦ ἐῤῥιμμένον· καὶ σαλεύσας αὐτὸ τῇ βαΐνῃ ῥάβδῳ, ἐλάλησέ μοι τὸ κρανίον· καὶ λέγω αὐτῷ· σὺ τίς εἶ; ἀπεκρίθη μοι τὸ κρανίον· ἐγὼ ἤμην ἀρχιερεὺς τῶν εἰδώλων, καὶ τῶν μεινάντων Ἑλλήνων ἐν τῷ τόπῳ τούτῳ· σὺ δὲ εἶ Μακάριος ὁ πνευματοφόρος· οἵαν ὥραν σπλαγχνισθῇς τοὺς ἐν τῇ κολάσει, καὶ εὔχῃ περὶ αὐτῶν, παραμυθοῦνται ὀλίγον. λέγει αὐτῷ ὁ γέρων· ποία ἐστὶν ἡ παραμυθία, καὶ τίς ἡ κόλασις; λέγει αὐτῷ· ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, το σοῦτόν ἐστιν πῦρ ὑποκάτωθεν ἡμῶν, ἀπὸ ποδῶν ἕως κεφαλῆς ἑστηκότων ἡμῶν μέσον τοῦ πυρός· καὶ οὐκ ἔστι πρόσωπον πρὸς πρόσωπον θεάσασθαί τινα, ἀλλὰ τὸ πρόσωπον ἑκάστου πρὸς τὸν ἑτέρου νῶτον κε κόλληται. ὡς οὖν εὔχῃ ὑπὲρ ἡμῶν, ἐκ μέρους τις θεωρεῖ τὸ πρόσωπον τοῦ ἑτέρου· αὕτη ἐστὶν ἡ πα 34.260 ραμυθία. καὶ κλαύσας ὁ γέρων εἶπεν· οὐαὶ τῇ ἡμέρᾳ ἐν ᾗ ἐγεννήθη ὁ ἄνθρωπος· λέγει αὐτῷ ὁ γέρων· ἔστιν ἄλλη χείρων βάσανος; λέγει αὐτῷ τὸ κρανίον· μει ζοτέρα βάσανός ἐστιν ὑποκάτωθεν ἡμῶν. λέγει αὐτῷ ὁ γέρων· καὶ τίνες εἰσὶν ἐκεῖ; λέγει αὐτῷ τὸ κρα νίον· ἡμεῖς ὡς μὴ εἰδότες τὸν Θεόν, κἂν ὀλίγον ἐλεού μεθα· οἱ δὲ ἐπιγνόντες τὸν Θεόν, καὶ ἀρνησάμενοι αὐτόν, ὑποκάτωθεν ἡμῶν εἰσι. καὶ λαβὼν ὁ γέρων τὸ κρανίον, ἔχωσεν αὐτό. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀνέβαινέ ποτε ἐκ τῆς Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας· καὶ ὡς ἤγγισεν εἰς τὸν τόπον, εἶπε τῷ μαθητῇ αὐτοῦ· πρόλαβε μικρόν. καὶ ἐν τῷ προ άγειν αὐτὸν συναντᾷ τινι ἱερεῖ τῶν Ἑλλήνων· καὶ κράξας αὐτῷ ὁ ἀδελφὸς ἐφώνει λέγων· αἶ, αἶ, δαῖμον, ποῦ τρέχεις; στραφεὶς δὲ ἐκεῖνος διδοῖ αὐτῷ πληγὰς καὶ ἀφίει αὐτὸν ἡμιθανῆ. καὶ ἄρας τὸ ξύλον ἔτρεχε· καὶ προβάντι ὀλίγον συναντᾷ αὐτῷ ἀββᾶς Μακάριος τρέχοντι· καὶ λέγει αὐτῷ· σωθείης, σωθείης, καμα τηρέ. καὶ θαυμάσας ἦλθε πρὸς αὐτὸν καὶ εἶπεν· τί καλὸν εἶδες ἐν ἐμοί, ὅτι προσηγόρευσάς με; λέγει αὐτῷ ὁ γέρων· ὅτι εἶδόν σε κοπιῶντα· καὶ οὐκ οἶ δας, ὅτι εἰς κενὸν κοπιᾷς. λέγει αὐτῷ καὶ αὐτός· κἀγὼ ἐπὶ τῷ ἀσπασμῷ σου κατενύγην· καὶ ἔμαθον, ὅτι τοῦ μέρους τοῦ Θεοῦ εἶ· ἄλλος δὲ κακὸς μοναχὸς ἀπαντήσας μοι, ὕβρισέ με· κἀγὼ ἔδωκα αὐτῷ πλη γὰς εἰς θάνατον. καὶ ἔγνω ὁ γέρων, ὅτι ὁ μαθητὴς αὐτοῦ ἐστι. καὶ κρατήσας τοὺς πόδας αὐτοῦ ὁ ἱερεὺς ἔλεγεν· οὐκ ἀφῶ σε, ἐὰν μὴ ποιήσῃς με μο ναχόν. καὶ ἦλθον ἐπάνω ὅπου ἦν ὁ μοναχός, καὶ ἐβά σταξαν αὐτὸν καὶ ἤνεγκαν εἰς τὴν ἐκκλησίαν τοῦ ὄρους· καὶ ἰδόντες τὸν ἱερέα μετ' αὐτοῦ, ἐξέστησαν· καὶ ἐποίησαν αὐτὸν μοναχόν· καὶ πολλοὶ τῶν Ἑλλήνων ἐγένοντο δι' αὐτὸν Χριστιανοί. ἔλεγεν οὖν ὁ ἀββᾶς Μακάριος, ὅτι ὁ λόγος ὁ κακὸς καὶ τοὺς καλοὺς ποιεῖ κακούς· καὶ ὁ καλὸς λόγος καὶ τοὺς κακοὺς ποιεῖ καλούς. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἀπόντος αὐτοῦ εἰσῆλθε λῃστὴς εἰς τὸ κελλίον αὐτοῦ. παρα γενομένου δὲ αὐτοῦ εἰς τὸ κελλίον, εὗρε τὸν λῃστὴν γεμίζοντα τὴν κάμηλον τὰ σκεύη αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὸ κελλίον ἐλάμβανεν ἀπὸ τῶν σκευῶν, καὶ συνεγέμιζε μετ' αὐτοῦ τὴν κάμηλον. ὡς οὖν ἐγέ μισαν, ἤρξατο ὁ λῃστὴς τύπτειν τὴν κάμηλον, ἵνα ἀναστῇ· καὶ οὐκ ἠγείρετο. ἰδὼν δὲ ὁ ἀββᾶς Μακά ριος, ὅτι οὐκ ἐγείρεται, εἰσελθὼν ἐν τῷ κελλίῳ εὗρε μικρὸν σκαλίδιν· καὶ ἐκβαλὼν ἐπέθηκε τῇ καμήλῳ λέγων· ἀδελφέ, τοῦτο ζητεῖ ἡ κάμηλος. καὶ κρούσας αὐτὴν ὁ γέρων τῷ ποδὶ λέγει· ἀνάστα· καὶ εὐθέως ἀνέστη, καὶ ἀπῆλθε μικρὸν διὰ τὸν λόγον 34.261 αὐτοῦ· καὶ πάλιν ἐκάθισε, καὶ οὐκ ἀνέστη, ἕως ἀπεγέμισαν ὅλα τὰ σκεύη· καὶ οὕτως ἀπῆλθεν. Ὁ ἀββᾶς Ἀϊὼ ἠρώτησε τὸν ἀββᾶν Μακάριον λέγων· εἰπέ μοι ῥῆμα. λέγει αὐτῷ ὁ ἀββᾶς