τὴν τοῦ πατρὸς ἡγεμονίαν βασιλειῶν καταστραφεισῶν καὶ γεγονυιῶν οὐκ ὀλίγων ἐν ἀμφοτέραις μεταβολῶν, οἳ τὴν τύχην ἐπὶ τὸ χεῖρον μεταλλαξάμενοι καὶ ἀντὶ τῆς προσηκούσης τιμῆς τὰς ἐσχάτας ἀτιμίας πάσχοντές τε καὶ ὑφιστάμενοι, καὶ μάλιστα πάντων οἱ τὸ γένος τῷ Φωκᾷ Νικηφόρῳ προσανάπτοντες, ἄνδρες Ἄρεος καὶ θούριδος ἀλκῆς μνήμονες, παράβολοί τε ἦσαν τοῖς λογισμοῖς καὶ δῆλοι πάντως τῇ Ῥωμαίων ἐπιβουλεῦσαι ἀρχῇ. ἐν οὖν τοιούτοις ὁ βασιλεὺς ἀνθήσας καιροῖς, παῖς μὲν ὢν τὴν ἡλικίαν, ὑπ' ἄλλοις τὰ Ῥωμαίων ἔθετο πράγματα, ἥβης δ' ἁψάμενος καὶ ταύτην αὐτῷ ὑποβάθραν ἀσφαλῆ ἐπιστασίας καὶ κυβερνήσεως λογισάμενος, αὐτὸς τῶν ὅλων ἐπεμελεῖτο πάντας ἐπιτρόπους καὶ οἰκονόμους ἐκ ποδῶν θέμενος. τύχαις δὲ ἀλλοκότοις καὶ παραδόξοις προσεντυχών, ἐντεῦθεν μᾶλλον εὐκλείας ὑπερβαλλούσης καὶ τιμῆς ἔτυχεν. οὐ γάρ, ἐπεὶ τόδε κατώρθωκεν ἢ νενίκηκεν ὡς οὐκ ᾤετο, ἄλλο δ' εὐθὺς ἐπανέστη σφοδρότερον τοῦ νικηθέντος ἀγώνισμα, ἄνεσιν τῶν προτέρων ἀέθλων ἐζήτει, ἵν' ἀκμάζων αὖθις τοῖς δευτέροις ἀγῶσιν ἐπίθοιτο, ἀλλ' εὐθὺς ἐπιθέμενος, νίκην ἐκ νίκης ἐλάμβανε μείζονα. πολλάκις δ' αὐτῷ πρὸς ἑτέρους ἀγωνιζομένῳ ἄλλος ἀντέπιπτε πόλεμος, καὶ ὥσπερ τις ἀθλητὴς ἀμφιδέξιος ἑκατέρᾳ χειρὶ τοὺς ἑκατέρωθεν ἀμφοτέραις ἀνέστελλε βάλλοντας, ὥς που τῷ Σκληρῷ πολεμῶν, ἀντέπεσεν ὁ Φωκᾶς, καὶ τὴν Σκυθῶν κακῶς ποιῶν καὶ δουλούμενος, ὁ ἐκείνου βλαστὸς τὴν συνήθη αὐτῷ ἐξήνεγκεν ἄκανθαν. Βασιλικῇ δὴ μεγαλοπρεπείᾳ στρατηγικὴν ἐμπειρίαν συνάψας, ἀμφότερά τε φρονήσεως μεγαλοφυΐᾳ περιβαλών, ἐν οἷς μὲν στρατηγεῖν ἔδει βασιλικώτατα τῷ πολεμεῖν διέπρεπεν, ἐν οἷς δὲ τὸ φιλότιμον τῆς βασιλείας ἐνδείκνυσθαι, τῷ στρατηγῷ μᾶλλον ἐνεφαιδρύνετο, ὅπλοις ἐπιχρύσοις ἀστράπτων καὶ δορυφορούμενος, οὐ σκήπτροις ἀπλήκτοις, ἀλλ' ἀσπίσι καὶ ἐπιμήκεσι δόρασιν. οὕτω δὲ πᾶν εἶδος στρατηγίας κατώρθωσε φανερᾶς τε καὶ ἀφανοῦς, ἢ μᾶλλον ἐφεῦρε καὶ ἐπενόησεν, ὡς μηδ' εἶναι ὅ τι ἄν τις στρατηγικώτερον ἐννοήσειεν. Ἐντεῦθέν σοι, ὢ νέα Ῥώμη, τὸ πολλῶν μὲν ἄρχειν ἐθνῶν, πολλῶν δ' ἐπικρατεῖν πόλεων καὶ τῶν θρυλλουμένων ὑπερκεῖσθαι ἐπαρχιῶν. ἐντεῦθέν σοι τὰ Ἀβασγῶν κατεδουλώθη φρονήματα, καὶ ἡ Σκυθῶν ὑποπέπτωκε, καὶ τἆλλα, ἵνα μὴ καθ' ἕκαστον λέγω, ἢ ἐν μοίρᾳ προσθήκης σοι γέγονε, καὶ φόρους ὑποτελεῖ, ἢ παραχωρεῖ σοι τοῦ κρείττονος. ἀλλ' οὐ πρῴην οὕτως, πολλοῦ γε καὶ δεῖ, ἀλλ' ἐληΐζου μὲν ὅσαι ἡμέραι, αἰεὶ δέ τι τοῦ παντὸς ὑπέσπω καὶ συνηλαύνου πρὸς τὸ στενότερον. οὕτως ἐκ στενῆς πλατεῖα, ἐκ πολεμίας ἀπολέμητος γέγονας, καὶ τὸ νέα Ῥώμη κεκλῆσθαι ἐδέξω τοῖς πράγμασιν οἷς ἐμπρέπεις, τὴν παλαιὰν ἀποκρύψασα. Ὑπὸ τοιούτῳ καὶ σὺ βασιλεῦ ταττόμενος βασιλεῖ, οὐκ ἀθήρατος ἦσθα βαθείᾳ γνώμῃ καὶ ὑψηλῇ, ἀλλ' ἐκ συμβόλων κατελαμβάνου, καὶ βασιλικὴν ψυχὴν εἰς χάριν προφητικὴν ἀνεκίνεις, καὶ πάρεισί γε πολλοὶ νῦν τῆς προφητείας ἀκροαταὶ καὶ τῷ λόγῳ μοι μαρτυρήσουσι. καὶ θαυμαστὸν οὐδέν. αἱ γὰρ μεγάλαι φύσεις ἐκ τῶν φαινομένων λαμβάνουσιν εἰκασίας τῶν ἀφανῶν· φασὶ δέ τοι καθῆσθαι καὶ ἐν ὀφρύσι καὶ ἐν ὀφθαλμοῖς ἀδήλων πραγμάτων τεκμήρια, τοῖς μὲν πολλοῖς ἀγνοούμενα, τοῖς ἄκροις δὲ καταλαμβανόμενα. εἰ δὲ τοῦτο οὕτως ἔχον ἐστί, τίς μὲν σοῦ συμβόλοις οὕτω πλέον ἐπεκοσμήθη καὶ σώματος καὶ ψυχῆς; τίς δ' ἐκείνου διαγνῶναι ταῦτα μᾶλλον ὀξύτερος; Ἀλλ' ἐκεῖνος μὲν οὕτω μεγαλοπρεπέστατα χρησάμενος τῇ ἀρχῇ, ἐπὶ τέλει δὲ καὶ προφητευσάμενος, τὸ τελευταῖον τῆς φύσεως χρέος ἀπέδοτο, τῷ ἀδελφῷ Κωνσταντίνῳ τοὺς τῆς ἀρχῆς ἐγκαταλιπὼν οἴακας. ὁ δὲ καὶ ἡλικίας ὢν πρόσω, δυεῖν γὰρ πλέον ἢ ἔλαττον τῶν τοῦ ἀδελφοῦ χρόνων ἀπελιμπάνετο, καὶ μήτ' ἐρρωμένως ἔχων τοῦ σώματος, πλούτου τε ἀπείρου τὰ βασίλεια παραλαβὼν ἔμπλεα, οὐ τοῖς τοῦ ἀδελφοῦ ἐπαγωνίσασθαι ἐδοκίμασεν ἀγωνίσμασιν, οὔτε μὴν πολέμους κροτεῖν κατὰ τῶν