τὴν ἀπὸ παντὸς γένους ἐθνῶν κλῆσιν. Οἱ δὲ διακονησάμενοι τῇ βληθείσῃ εἰς τὴν θάλασσαν σαγήνῃ ὁ κύριός ἐστι τῆς σαγήνης Ἰησοῦς Χριστὸς καὶ οἱ προσελθόντες ἄγγελοι καὶ διακονησόμενοι αὐτῷ, οἵτινες οὐκ ἀναβιβάζουσιν ἀπὸ τῆς θαλάσσης τὴν σαγήνην οὐδὲ φέρουσιν ἐπὶ τὸν ἔξω αὐτῆς αἰγιαλόν, τὰ ἔξω τοῦ βίου πράγματα, ἐὰν μὴ πληρωθῇ ἡ σαγήνη, τουτέστι «τὸ πλήρωμα τῶν ἐθνῶν» εἰς αὐτὴν «εἰσέλθῃ». Ὅταν δὲ εἰσέλθῃ, τότε αὐτὴν ἀναβιβάζουσιν ἀπὸ τῶν τῇδε καὶ κάτω πραγμάτων, καὶ φέρουσιν ἐπὶ τὸν τροπικῶς καλούμενον αἰγιαλόν· ἔνθα ἔργον ἔσται τῶν ἀναβιβασάντων αὐτὴν καὶ καθίσαι παρὰ τῷ αἰγιαλῷ καὶ ἱδρύσαι ἑαυτοὺς ἐκεῖ, ἵνα ἕκαστον μὲν τῶν ὑπὸ τὴν σαγήνην καλῶν εἰς τὸ οἰκεῖον τάγμα καταστήσωσι κατὰ τὰ ὀνομαζόμενα ἐνταῦθα αὐτῶν ἀγγεῖα, τὰ δὲ ἐναντίως ἔχοντα καὶ σαπρὰ καλούμενα ἔξω βάλωσι. Τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρός, ὡς ὁ σωτὴρ ἡρμήνευσεν εἰπών· Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν αὐτοὺς τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Πλὴν τηρητέον ὅτι ἤδη διὰ τῆς τῶν ζιζανίων παραβολῆς καὶ τῆς προκειμένης ὁμοιώσεως διδασκόμεθα ὅτι ἄγγελοι μέλλουσι πιστεύεσθαι τὸ διακρῖναι καὶ διαχωρίσαι τοὺς φαύλους ἀπὸ τῶν δικαίων· ἀνωτέρω μὲν γὰρ λέγεται ὅτι «ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». Ἐνταῦθα δέ, ὅτι ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. 10.13 Τούτοις δὲ οὐκ ἀκολουθεῖ ὅπερ οἴονταί τινες ὅτι καὶ τῶν ἁγίων ἀγγέλων εἰσὶ κρείττους οἱ ἄνθρωποι οἱ ἐν Χριστῷ σῳζόμενοι· πῶς γὰρ δύνανται οἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων εἰς ἄγγη βαλλόμενοι τοῖς βάλλουσιν εἰς τὰ ἄγγη παρα βάλλεσθαι, ὑπὸ τὴν ἐκείνων τεταγμένοι ἐξουσίαν; Ταῦτα δέ φαμεν οὐκ ἀγνοοῦντες τινῶν ἀγγέλων τῶν μὴ τοιαύτην οἰκονομίαν ἐγκεχειρισμένων-ἀλλ' οὐδὲ τούτων πάντων- διαφέρειν τοὺς ἐν Χριστῷ σωθησομένους ἀνθρώπους· ἀνέγνωμεν γὰρ καὶ τὸ «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρα κύψαι», ἔνθα οὐκ εἴρηται· «πάντες ἄγγελοι». Οἴδαμεν καὶ τὸ «ἀγγέλους κρινοῦμεν», ὅπου μὴ λέλεκται· «πάντας ἀγγέλους». Τούτων δὲ ἀναγεγραμμένων περὶ τῆς σαγήνης καὶ τῶν ὑπὸ τὴν σαγήνην, ὁ βουλόμενος, πρὸ τῆς συντελείας τοῦ αἰῶνος καὶ πρὸ τοῦ ἐξελθόντας τοὺς ἀγγέλους ἀφορίσαι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, μὴ εἶναι καὶ πονηροὺς ὑπὸ τὴν σαγήνην ἐκ παντὸς γένους ἔοικε μήτε τὴν γραφὴν νενοηκέναι καὶ ἀδυνάτων ἐπιθυμεῖν. ∆ιὸ μὴ ξενιζώμεθα, ἐάν, πρὸ τοῦ ἀφορισθῆναι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων ὑπὸ τῶν ἐπὶ τούτῳ ἐξαποσταλησομένων ἀγγέλων, ὁρῶμεν ἡμῶν τὰ ἀθροίσματα πεπληρωμένα καὶ πονηρῶν. Ἀλλ' εἴθε μὴ πλείους οὗτοι τυγχάνοιεν ὄντες τῶν δικαίων οἱ βληθησόμενοι εἰς τὴν κάμινον τοῦ πυρός· Ἐπεὶ δὲ ἐλέγομεν ἐν ἀρχῇ ὅτι αἱ παραβολαὶ καὶ αἱ ὁμοιώσεις οὐκ εἰς πάντα οἷς παραβάλλονται ἢ ὁμοιοῦνται παραλαμβάνονται, ἀλλ' εἴς τινα, ἔτι τοῦτο κατασκευαστέον καὶ ἐκ τῶν λεχθησομένων, ὅτι ἐπὶ μὲν τῶν ἰχθύων, ὡς πρὸς τὴν ζωὴν αὐτῶν, φαῦλόν τι αὐτοῖς συμβαίνει τὸ ὑπὸ τὴν σαγήνην εὑρεθῆναι-τῆς γὰρ κατὰ φύσιν αὐτοῖς ζωῆς στερίσκονται καὶ οὔτε εἰς ἄγγη βαλλόμενοι οὔτε ἔξω ῥιπτόμενοι πλεῖόν τι πάσχουσι τοῦ ἀπολέσαι τὴν ὡς ἐν ἰχθύσι ζωήν-. Ἐπὶ δὲ τῶν δι' ἃ λαμβάνεται ἡ παραβολή, φαῦλον μέν ἐστι τὸ εἶναι ἐν θαλάσσῃ καὶ μὴ ὑπὸ τὴν σαγήνην ἐλθεῖν ἐπὶ τῷ εἰς ἄγγη μετὰ τῶν καλῶν βληθῆναι. Οὕτω δὲ ἰχθῦς μὲν φαῦλοι ἔξω βάλλονται καὶ ῥιπτοῦνται, οἱ δὲ κατὰ τὴν προκειμένην ὁμοίωσιν φαῦλοι βάλλονται εἰς τὴν κάμινον τοῦ πυρός, ἵνα τὰ ἐν τῷ Ἰεζεκιὴλ περὶ τῆς καμίνου εἰρημένα καὶ ἐπὶ τούτους φθάσῃ· «καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ» καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ