τοὺς προφήτας, μήποτε ὑποπέσωμεν τῇ λεγούσῃ προφητείᾳ· «ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως». ὅσοι τὴν νηστείαν τὴν Ἰουδαϊκὴν ὡς μὴ νοοῦντες τὴν τοῦ ἱλασμοῦ ἡμέραν τηρεῖτε [τὴν] μετὰ τὴν Ἰησοῦ Χριστοῦ ἐπιδημίαν, οὐκ ἠκούσατε τοῦ ἱλασμοῦ κεκρυμμένως, ἀλλὰ φανερῶς μόνον· τὸ γὰρ κεκρυμμένως ἀκοῦσαι τοῦ ἱλασμοῦ <ἔστιν> ἀκοῦσαι, πῶς «προέθετο ὁ θεὸς ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν» Ἰησοῦν καὶ ὅτι «αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου». κἂν παραβολαὶ εὐαγγελικαὶ ἀναγινώσκωνται καὶ ὁ ἀκροατὴς ᾖ τῶν ἔξω, οὐ κεκρυμμένως αὐτῶν ἀκούσεται. ἐὰν δὲ ὁ ἀκροατὴς ἀπόστολος ᾖ ἢ τῶν εἰσερχομένων «εἰς τὴν οἰκίαν» Ἰησοῦ, προσέρχεται τῷ Ἰησοῦ, πυνθάνεται καὶ περὶ τῆς ἀσαφείας τῆς παραβολῆς, καὶ ἑρμηνεύει αὐτὴν Ἰησοῦς καὶ γίνεται ἐκεῖνος ὁ ἀκροατὴς τοῦ εὐαγγελίου ἀκούων αὐτοῦ κεκρυμμένως, ἵνα μὴ κλαύσῃ ἡ ψυχὴ αὐτοῦ· τῶν γὰρ μὴ ἀκουόντων κεκρυμμένως κλαίει ἡ ψυχή. Τί θαυμασίως οὐκ εἶπεν· κλαύσεσθε, ἐὰν μὴ ἀκούσητε κεκρυμ μένως, ἀλλά· «ἡ ψυχὴ ὑμῶν κλαύσεται»; ἔστι τις κλαυθμὸς μόνης ψυχῆς κλαιούσης, καὶ τάχα ἐκεῖνον τὸν κλαυθμὸν διδάσκει ἡμᾶς ὁ σωτὴρ λέγων· «ἐκεῖ ἔσται ὁ κλαυθμός». κἂν λέγῃ· «οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε», περὶ ἐκείνου τοῦ κλαυθμοῦ λέγει, οὗ ἀπειλεῖ καὶ ἐνταῦθα ὁ προφήτης λέγων· «ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως». ὅταν γὰρ ὑβρίζησθε, τότε κλαύσεσθε «καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου». ἐὰν ἴδῃ νῦν τις τὰ Ἰουδαϊκὰ καὶ συγκρίνῃ αὐτὰ τοῖς ἀρχαίοις, ὄψεται τίνα τρόπον «συνετρίβη τὸ ποίμνιον κυρίου». ἦν γὰρ τοῦτό ποτε ποίμνιον κυρίου, καὶ ἐπεὶ ἀναξίους ἔκριναν ἑαυτούς, ἐστράφη ὁ λόγος εἰς τὰ ἔθνη. εἰ οὖν ἐκεῖνο τὸ ποίμνιον συνετρίβη τοῦ κυρίου, ἡμεῖς ἡ ἀγριέλαιος, ἡ παρὰ φύσιν ἑαυτῆς ἐγκεντριζομένη εἰς τὴν καλλιέλαιον τῶν πατέρων, οὐ πλέον ὀφείλομεν φοβεῖσθαι, μήποτε συντριβῇ καὶ τοῦτο «τὸ ποίμνιον τοῦ κυρίου»; μέλλει γὰρ συντρίβεσθαί ποτε κατὰ τὸ εἰρη μένον ὑπὸ τοῦ σωτῆρος, ὅταν «διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν». περὶ τίνων γὰρ ὁ λόγος; οὐ περὶ Χριστιανῶν λεγομένων τὸ «ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν» εἴρηται; περὶ τίνων ὁ λόγος, ὅτι «πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς»; οὐ περὶ ἡμῶν ἐστι; διὰ τοῦτο προσέχωμεν ἑαυτοῖς πάντα πράττοντες, ἵνα ὁσημέραι τοῦτο τὸ ποίμνιον τοῦ θεοῦ βελτιῶται, ὑγιάζηται, θεραπεύηται, καὶ πᾶσα συντριβὴ ἀποστῇ ἀπὸ τῶν ψυχῶν ἡμῶν, ἵνα ἐν Χριστῷ Ἰησοῦ τελειω θῶμεν, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. 13.t <Εἰς τὸ «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ»; μέχρι τοῦ «ἠτεκνώθην».> Ὁμιλία ιγʹ. 13.1 Τὰ λεγόμενα πρὸς τὴν Ἱερουσαλὴμ μετὰ πολλῆς ἀπειλῆς νοῆσαι θέλομεν οὕτως ἔχοντα· «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; ἢ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι εἰς εἰρήνην σου; σὺ ἀπεστράφης με, λέγει κύριος. ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω σε. καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ». εἶτα «ἠτεκνώθην». ἀπορία κατέσχε με, παρά δειγμα λαμβάνω πολέμιόν τινα ἀποδειχθέντα τοῦ βασιλεύοντος ἐπὶ γῆς, ὅτι τῷ τοιούτῳ οὐδὲ μεταδιδόναι ἐλέου ἔξεστιν, ἵνα μὴ δοκῇ τις προσκρούειν τῷ καταδικάσαντι βασιλεῖ. καὶ [οὐκ ἔξεστι τὸν τοιοῦτον οὐδὲ ἐλεῆσαι] προσεπιτείνουσί τινες οὐδὲ σκυθρωπάζοντες ἐπ' αὐτῷ, ἵνα μὴ ἐπὶ τῷ σκυθρωπάζειν δοκῶσι δυσαρεστεῖσθαι τῷ κριθέντι ὑπὸ τοῦ βασιλέως. εἰ νενόηκας τοῦτο, ἴδε μοι τὸν καταδικασθέντα ὑπὸ τοῦ θεοῦ διὰ τὰς πολλὰς ἑαυτοῦ ἁμαρτίας, καὶ ὅρα τὸν τοιοῦτον, λεγι<ώνων> ὄντων ἀγγέλων τῶν τεταγμένων ἐπὶ τὸ βοηθεῖν τῇ τῶν ἀνθρώπων φύσει, ὑπὸ μηδενὸς ἐλεούμενον. ἕκαστος γὰρ τῶν ἀγγέ λων ἰδὼν τὸν καταδικάσαντα ὅτι θεός ἐστι, τὸν ἀποστραφέντα ὅτι δημιουργός ἐστι, τὴν φύσιν τῶν ἁμαρτιῶν ὅτι τοιαύτη ὥστε τὸν ἀγαθὸν θεὸν ἀναγκασθῆναι, ἵν' οὕτως εἴπω τὴν