8
τολμηθεῖσιν ἐπήνεγκεν· Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα. Τοῦτο δ' ἂν εἴη περὶ οὗ φησιν ὁ Θεὸς Ἀβραάμ· "Ὅτι σοὶ δώσω καὶ τῷ σπέρματί σου." Ὡς γὰρ ἐφ' ἑνὸς εἶπεν, ὅς ἐστι Χριστὸς, ὁ κωλύσας τὰ Σοδόμων καὶ Γομόῤῥας παθεῖν. Οἱ γὰρ ἄλλοι πάντες, ὡς ἔφη, υἱοὶ ἄνομοι, καὶ λαὸς πλήρης ἁμαρτιῶν· ὧν οὐκ ἂν εἴη τὸ σπέρμα· οὓς ὀφείλοντας τὰ Σοδόμων παθεῖν, τῇ ἰδίᾳ παρουσίᾳ κεκωλυμένους. Καὶ μετὰ τὴν κατὰ Χριστοῦ δὲ τόλμαν, τὸ μὲν λεῖμμα τὸ κατ' ἐκλογὴν χάριτος ἐσώθη. Οἱ δὲ λοιποὶ ἐπωρώθησαν, οἳ καὶ παρεδόθησαν τῇ καταστροφῇ· περὶ ὧν φησιν Ἀμὼς ἐκ Θεοῦ· "Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν Κύριος Σόδομα καὶ Γόμοῤῥα," τὴν τελευταίαν σημαίνων καταστροφήν. Σπέρμα δὲ καὶ τὸν ἀποστολικὸν νοητέον χορὸν, οὐχ ὡς τῶν ἀσεβῶν σπέρμα, τῶν δὲ προφητῶν μᾶλλον ὑπάρχοντας, οἳ τὸ πᾶν ἔθνος ἀπεγνωκότες, παραμυθίας ἐτύγχανον, περὶ τοῦ ἐξ αὐτῶν ἀναφανησομένου σπέρματος φωτιζόμενοι, ὅπερ ὡς ζύμη γενόμενον ἐν τοῖς ἔθνεσι, πάντας πρὸς τὴν οἰκείαν εἵλκυσεν ὁμοιότητα, ὡς κἀκείνους Ἰσραὴλ χρηματίζειν καὶ λαὸν Κυρίου, καὶ κρυπτὸν Ἰουδαῖον, καὶ τῶν πνευματικῶν ἐπαγγελιῶν κληρονόμον. Εἰ δὲ μὴ πρόξενοι πάσης θεοσεβείας ἐγένοντο, καὶ δι' αὐτῶν ἐκκλησίαι πανταχοῦ καθίδρυντο (τοῦ νεὼ τοῦ παρ' Ἰουδαίοις λελυμένου), τίσι τούτους ἐχρῆν παραβαλέσθαι, ἢ τῇ Σοδόμων καὶ Γομόῤῥας καταστροφῇ, ὧν οὐδὲν ὑπολέλειπται; Σόδομα δὲ ἔκκλισις, Γομόῤῥα δὲ στάσις ἑρμηνεύεται. Πάντες οὖν εἴχομεν, φησὶν, ἐκκλῖναι Θεοῦ, καὶ τὴν πνευματικὴν εἰρήνην ἀφέντες πολέμου πληρωθῆναι καὶ στάσεως, ἃ δὴ κακία καὶ τὰ πάθη ποιεῖ. Νῦν δὲ ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη διὰ σαρκὸς πᾶσιν ἐπέλαμψεν· καὶ ταύτην εὐηγγελίσαντο πᾶσιν οἱ τοῦ Χριστοῦ μαθηταὶ, ὡς τὴν Ἐκκλησίαν τῆς εὐεργεσίας προσάγουσαν χαριστήρια, τὸ, Εἰ μὴ Κύριος κατέλιπεν ἡμῖν σπέρμα, μετὰ πάσης εὐφημίας ὑμνεῖν. Πλὴν ἔσται καὶ τῶν Ἰσραηλιτῶν ἐν ὑστέροις ἀνάκλησις, εἰ καὶ ἐν ἀρχῇ λεῖμμα μόνον ἐγένετο. Καὶ τοῦτο προφητικὸς ἐδήλωσεν λόγος, "∆ιότι, λέγων, ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ∆αυῒδ τὸν βασιλέα αὐτῶν." Καὶ ἀλλαχοῦ· "Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ καταλίπω τοῦ ἐξαληφθῆναι τὸν Ἐφραΐμ." Τοῦτο καὶ καθ' ἕτερον ἡμῖν ἐδηλοῦτο τρόπον. Ἠπείθησε μὲν γὰρ ὁ πάλαι λαὸς, περὶ οὗ φησιν, ὡς "Ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου," Χαλὲβ δὲ καὶ Ἰησοῦς 1841 συνεισέβησαν τῷ νέῳ λαῷ, τύπος ὄντες τοῦ ἐγκαταλείμματος Ἰσραὴλ, σεσωσμένου μὲν δι' ὑπακοῆς καὶ πίστεως τῆς ἐν Χριστῷ, διαβιβασθέντος δὲ μεθ' ἡμῶν τὸν ἅγιον Ἰορδάνην, καὶ κληρονομεῖν μέλλοντος τὴν τῶν οὐρανῶν βασιλείαν. ιʹ. 9Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, ὁ λαὸς Γομόῤῥασ9. Ἄνω μὲν οὐρανὸν καὶ γῆν ἐμαρτύρατο. Νῦν δὲ τοῖς Ἰουδαίοις αὐτοῖς διαλέγεται, μερίσας αὐτοὺς εἰς ἄρχοντας, καὶ λαόν. Σοδόμων δὲ αὐτοὺς καὶ Γομόῤῥας καλεῖ, ὡς μέλλοντας αὐτοὺς παθεῖν παραπλήσια, ἢ καὶ διὰ τρόπων ὁμοιότητα. Καὶ προϊὼν γὰρ ἐρεῖ. Τὴν δὲ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀπήγγειλαν, καὶ ἐνεφάνισαν σὺν τῇ ἀδικίᾳ αὐτῶν, ἐπεὶ ἐβουλεύσαντο βουλὴν πονηρὰν, καθ' ἑαυτῶν εἰπόντες· "∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν." Ἡ τοίνυν κατὰ τοῦ ἑνὸς λεγομένη δικαίου, Χριστοῦ δηλονότι, παρανομία, τοιαύτης αὐτοὺς προσηγορίας ἐνόχους ἀπέδειξε. Κολάζει δὲ αὐτῶν καὶ τὸ ὡς ἐπ' εὐγενείᾳ τῇ ἐξ Ἀβραὰμ ὑπερήφανον, δηλῶν, κατὰ τὸν θεῖον Ἀπόστολον· "Ὡς οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστι," καὶ τὰ ἑξῆς. Καὶ πάλιν· "Οὐ γὰρ οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντως τέκνα." Οὐκοῦν ἐκ τῶν ἐναντίων καὶ τοὺς ἐξ ἀλλοφύλων δυνατὸν χρηματίσαι ἄρχοντας Ἰσραὴλ, καὶ λαὸν Θεοῦ πράξεις ἀξίας παρεχομένους καὶ δόγματα. Χωρισθέντος δὲ τοῦ ἐγκαταλειφθέντος ἡμῖν σπέρματος, ἀκολούθως τοὺς λοιποὺς τοιούτων ὀνομάτων ἠξίωσεν, ἄρχοντας λέγων Σοδόμων,