1

 2

 3

 4

 5

 6

 7

 8

8

παρόντων θαυμάτων ἡ πρόφασις; τίς δὲ ταύτας φιλοτιμεῖται τῇ πόλει τὰς χάριτας; ἀνὴρ οὗτος ἐπ' ἄκρου τῆς γραφῆς ἐξέχων, καλὸς μὲν ἰδεῖν καὶ τῇ στάσει καθάπερ ἄγαλμα ἐν μέσῳ νεῶν καθιστάμενον, ἡδὺς δὲ καὶ πείρᾳ γνωσθῆναι ἐν ἱππικοῖς ἀγῶσι καὶ λουτρῶν ἀφθονίᾳ, σεμνότερος τῇ τῶν ὑπάτων στολῇ τὴν φιλοτιμίαν βοῶν, γένει τε λαμπρὸς καὶ πλούτῳ κομῶν καὶ ····ων προβεβλημένος, ἐκ πατρὸς εὐσεβὴς καὶ τοῖς ἐν ἐνδείᾳ τὰς τύχας ἐπανορθούμενος, τῷ παιδὶ τοῦ Κόνωνος τὴν αὐτὴν ἔχων προσηγορίαν καὶ τύχην, καὶ λαμπρῶν ἔργων μάρτυρα τὸν ἐπὶ τῆς κεφαλῆς βασιλέα ποιούμενος.