Οὐκ, ἐπειδὴ ἡμεῖς οἱ ἄνθρωποι ἀναγινώσκοντες προφήτας, ἀποστόλους, Εὐαγγέλια, ἐν καρδίᾳ οὐ περιφέρομεν τὴν μνήμην ἄνευ βιβλίου, ὁ Θεὸς βιβλίου δεῖται· βιβλίου οὐ δεῖται ἡ πηγὴ τῆς μνήμης. Ἐκεῖ γράφεται τὰ ἐνάρετα ἔργα, ἐκεῖ γράφεται τὰ φαῦλα. Μὴ φοβηθῇς τὸ πρόκριμα· κἂν καταγραφῇ σου τὰ ἔργα τὰ πονηρὰ, δύναται ἐξαλειφθῆναι διὰ τῶν ἔργων τῶν ἀγαθῶν· ὥσπερ πάλιν ἐὰν γραφῇ τινος τὸ ὄνομα δι' εὐσέβειαν, ἀρνήσηται δὲ τοῖς τρόποις, πρόκριμα οὐ ποιεῖ τὸ γραφῆναι· ἀπαλείφεται γάρ. Ἵνα δὲ μάθῃς, ὅτι ἀπαλείφεται ὁ δι' εὐσέβειαν γραφεὶς, καὶ διὰ ῥᾳθυμίαν ἐκβληθεὶς, λέγει ∆αυῒδ περὶ Ἰουδαίων τῶν ποτε γραφέντων, καὶ ὕστερον ἐξαλειφθέντων· Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Ὥσπερ ἐξαλείφονται οἱ ἄπιστοι, οὕτω γράφονται οἱ πιστοί. Ἄκουε Παύλου λέγοντος· Ἀσπάζεσθε τοὺς ἠγαπημένους ἡμῖν ἀδελφοὺς, καὶ τὸν σύζυγον Μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Φοβηθῶμεν τὴν βίβλον ἐκείνην· φοβήθητι, μὴ καταγραφῇ σου τὰ ἁμαρτήματα· ἐννόει, πῶς διατίθεσαι ἐπὶ κριτοῦ, ἐὰν ἀνεῳχθῇ κατὰ σοῦ τὰ ὑπομνήματα ἐπὶ ἄρχοντος, ἐλέγχοντά σου τὴν ἀδικίαν, στηλιτεύοντά σου τὴν μανίαν· ἐννόησον, ὅσος φόβος, ὅσος τρόμος, πῶς κλονεῖται τὰ μέλη, πῶς ἀναβράσσεται πάντα τὰ ἐντὸς, ἀνθρώπου δικάζοντος. Εἰ δὲ ἀνθρώπου δικάζοντος τοσοῦτος φόβος, τίς δυνήσεται τὸν φόβον ἐκεῖνον ἱστορῆσαι, καθ' ὃν μέλλει κρίνειν τὴν οἰκουμένην ὁ πάντων ∆εσπότης; Ταῦτα λέγομεν, οὐχ ἵνα φοβήσωμεν, ἀλλ' ἵνα σωφρονίσωμεν. Μὴ προτιμάσθω τοῦ Χριστοῦ χρήματα· μὴ προτιμάσθω τοῦ Θεοῦ ἀδικία καὶ πλεονεξία. Ἤκουσας τῶν προειρημένων, ὅτι μέχρι τοῦ τάφου ἡ εὐπραγία; Ταῦτα ἡμῖν χθὲς ἐγυμνάζετο. Τί ἀναμένεις τὸν τάφον τέλος γενέσθαι σοι τοῦ βίου; Ἀνάμεινον τὸν τάφον τέλος γενέσθαι σοι τῆς ζωῆς, ἵνα διὰ τῆς παρούσης εἰς τὴν μέλλουσαν διαπορθμευθῇς· ἀγάπησον ἔργα δικαιοσύνης· τάφος ἐστὶν, ἐν ᾧ διαλυόμεθα, τάφος ἐν ᾧ ἀφανίζεται τὸ γήϊνον σκεῦος. Φύγωμεν τὴν μέλλουσαν κρίσιν, ἀδελφοὶ, δέομαι. Ταῦτα πάσχοντας δεῖ λέγειν, καὶ πάσχοντας ἀκούειν· ἀναλάβωμεν πόθον δικαιοσύνης. Βλέπε, πῶς βοᾷ ὁ προφήτης· Οἴμοι ἐγὼ εἰς τὴν ἡμέραν τοῦ Κυρίου, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου. Εἰ προφήτης μεμνημένος τῆς ἡμέρας τρέμει, ἡμεῖς οἱ ὑπεύθυνοι μυρίοις ἁμαρτήμασιν, ἄνευ φόβου μνημονεύσομεν; ∆υσωπήσωμεν τὸν κριτὴν διὰ μετανοίας, ἐξαλείψωμεν ἡμῶν τὰ ἁμαρτήματα, φοβηθῶμεν ἐκείνην τὴν φοβερὰν φωνὴν τὴν λέγουσαν, Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων (οὐχ ὁ λόγῳ δὲ ἀρνούμενος, ἀλλ' ὁ τοῖς τρόποις ἀρνούμενος, ἀρνεῖται), ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου. Ὃς ἂν ἐξομολογήσειεν ἐμὲ, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου. Εἰ τὰ ῥήματα ἐξεταζόμενα, φοβερὰ, τὰ πράγματα ὁρώμενα, οὐ μᾶλλον φοβερώτερα; Ἐννόησον, ἀδελφὲ, τὸν κριτὴν τῆς οἰκουμένης καθήμενον, ἀγγέλους παρεστῶτας, ἀρχαγγέλους δορυφοροῦντας, τὰ Χερουβὶμ δοξάζοντα, τὰς ὑπερκοσμίους δυνάμεις, τὰς ὑπερουρανίους στρατιὰς, καὶ ἐν τούτοις πᾶσι πατριάρχας, προφήτας, ἀποστόλους, εὐαγγελιστὰς, μάρτυρας, καὶ τοὺς ἐν τῷ κόσμῳ βασιλεῖς, ἄρχοντας, κριτὰς, δυνάστας, πλουσίους, πένητας, ἰδιώτας, σοφοὺς, πάντας τούτους πρὸ τοῦ βήματος ἑστῶτας, καὶ ἐπὶ τοσούτων μαρτύρων οὐρανίων καὶ ἐπιγείων λέγοντα 59.608 τὸν κριτὴν, καὶ ἀρνούμενον τοὺς ἀλλοτρίους ἐπὶ τοῦ Πατρός· Ἀρνήσομαι γὰρ αὐτὸν, φησὶ, τὸν ἀρνούμενόν με, ἔμπροσθεν τοῦ Πατρός μου. ϛʹ. Ἐννόησον αὐτὸν λέγοντα· Πάτερ, οὗτός μου τὴν πίστιν ἐξουθένησεν, οὗτός μου τοὺς ἰδίους ἐδίωξεν, οὗτός μου τὴν Ἐκκλησίαν ὕβρισεν, οὗτός μου τοὺς ἰδίους ἐστηλίτευσεν, οὗτός μου τὸν λόγον διέπτυσεν, οὗτός μου τὸ κήρυγμα κατεπάτησε. Λέγει δὲ ταῦτα, οὐκ ἀγνοοῦντα τὸν Πατέρα διδάσκων, ἀλλὰ τῇ κατηγορίᾳ τὸν ἐχθρὸν στηλιτεύων. Ἐννόησον λέγοντα τὸν κριτὴν, ὅταν καλέσῃ τοὺς ἐνδόξους τῆς γῆς δεδεμένους χειροπέδαις (Τοῦ δῆσαι γὰρ, φησὶ, τοὺς ἄρχοντας αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς), παρεστῶτας μετὰ φόβου τοὺς