σὺν ἐλευθερίᾳ ποιεῖν τὰ Χριστιανῶν συγκεχωρημένων· οἳ μέχρι τοῦ νῦν ὑπολόγιοι κέκληνται. καὶ δὴ ἂν ὑπὸ Ἀγαρηνῶν κατεκράτηντο αἱ νῆσοι, εἰ μὴ Μιχαὴλ ὁ βασιλεὺς Κρατερῷ τῷ τῶν Κιβυρραιωτῶν στρατηγῷ ἐνετείλατο πάσας τὰς ὑπ' αὐτῷ ναῦς ἑτοιμάσαι καὶ ἀπᾶραι εἰς Κρήτην· ὃς σὺν διακοσίαις ναυσὶ παραγενόμενος αὐτὰς ἠλευθέρωσε, καὶ ἐν τῇ Κρήτῃ ἀπάρας τῶν ἐκεῖσε Ἀγαρηνῶν πάντων κατεκυρίευσεν, καὶ ἀναιρήσειν βεβούλευτο, εἰ μή τινες τοῦ λαοῦ κακῶς φρονοῦντες τοῦτο ἐκώλυσαν, εἰρηκότες ὡς οὐδαμῶς ἐν νυκτὶ οὗτοι πρὸς ἡμᾶς ἀντιτάξοιντο, τῷ δὲ πρωῒ κατάσχωμεν αὐτούς. καὶ δὴ φρεναπατηθέντες τοῖς τούτων λόγοις πρὸς τὰς σκηνὰς αὐτῶν ἐπανέλυσαν, μηδαμῶς τῆς σωτηρίας αὐτῶν πεφροντικότες. τῆς δὲ νυκτὸς ἐπελθόντες οἱ ἐχθροὶ σιδήρειον ὕπνον τούτοις πᾶσιν ἐπήγαγον, μόνου τοῦ στρατηγοῦ αὐτῶν ἐμπορικῷ ἐπιβάντος πλοίῳ καὶ ἀποπλεύσαντος. ὅπερ μαθὼν ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς δυσὶν ὁλκάσιν ἐπεβίβασε καὶ κατεδίωξεν ὄπισθεν, καὶ πρὸς τὴν νῆσον τὴν Κὼ τοῦτον κατέσχεν, καὶ ἐν αὐτῇ τοῦτον ἀνεσκολόπισεν. εἶτα ὁ Ὀρύφας τὸ ἐπώνυμον προστάξει βασιλέως 624 συναθροίζει ναυτικὸν στρατολόγημα· οἷς ἀνὰ τεσσαράκοντα χρυσίου ἐπιδοὺς νν, ὁλκάσι τε ἐπιβάντες καὶ ἐπὶ Κρήτης στρατεύσαντες ἄπρακτοι ἐκ τοῦ πολέμου ὑπεχώρησαν, οἱ πλείους ἐκεῖσε κατασφαγέντες· ὧν καὶ τοὺς ἀπολειφθέντας τεσσαρακονταρίους ὠνόμασαν. ἐν ταύτῃ τῇ νήσῳ Κύριλλος ὁ θαυματουργὸς ἐπίσκοπος Γορτύνης ταύτης τῆς νήσου ὑπὲρ Χριστοῦ, ἄμωμον ὡς ἱερεῖον, ὑπὸ τῶν Ἀγαρηνῶν ἐσφαγίαστο, οὗ τὸ τίμιον αἷμα μέχρι τῆς δεῦρο ἀναβλύζον θαύματα ἀπεργάζεται. Καὶ τοῦτον μὲν οὗτος εἶχε τὸν τρόπον· ὁ δὲ δυσσεβὴς Μιχαὴλ ἐκ τῆς δυσουρίας ἀρρωστήσας χαλεπῶς καὶ τῆς τῶν νεφρῶν ἀλγηδόνος κακῶς ἀπηλλάγη τοῦ ζῆν. τὸ δὲ δύστηνον αὐτοῦ σῶμα ἀποκομισθὲν ἀπέθετο ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων· Θεόφιλος δὲ ὁ υἱὸς αὐτοῦ μετὰ τῆς μητρὸς αὐτῷ Εὐφροσύνης τῆς βασιλείας ἐκράτησεν. Κόσμου ἔτος τκγʹ, τῆς θείας σαρκώσεως ἔτος ωκγʹ, Ῥωμαίων βασιλεὺς Θεόφιλος ὁ υἱὸς Μιχαὴλ τοῦ Τραυλοῦ, εἰκονομάχος, ἔτη ιβʹ. τῆς δὲ μητρὸς αὐτοῦ Εὐφροσύνης βουληθείσης δοῦναι αὐτῷ γυναῖκα, ἄγει κόρας διαφόρους ἀσυγκρίτους τῷ κάλλει, μεθ' ὧν μία τις ἐξ αὐτῶν κόρη ὡραιοτάτη ὑπῆρχεν Εἰκασία λεγομένη καὶ ἑτέρα Θεοδώρα ὀνομαζομένη. τούτῳ δοῦσα ἡ μήτηρ χρυσοῦν μῆλον εἶπεν δοῦναι τῇ ἀρεσάσῃ αὐτῷ. ὁ δὲ βασιλεὺς Θεόφιλος 625 τῷ κάλλει τῆς Εἰκασίας ἐκπλαγεὶς ἔφη ὡς ἄρα διὰ γυναικὸς ἐρρύη τὰ φαῦλα. ἡ δὲ μετ' αἰδοῦς πῶς ἀντέφησεν "ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττονα." ὁ δὲ τῷ λόγῳ τὴν καρδίαν πληγεὶς ταύτην μὲν εἴασεν, Θεοδώρᾳ δὲ τὸ μῆλον ἀπέδωκεν, οὔσῃ ἐκ Παφλαγονίας. καὶ στέφονται ἀμφότεροι ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ὑπὸ Ἀντωνίου πατριάρχου τῇ ἁγίᾳ πεντηκοστῇ, κἀκεῖθεν ἔρχεται ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, φιλοτιμησάμενος χρήμασι πολλοῖς τόν τε πατριάρχην καὶ τὸν κλῆρον ἅμα τῇ συγκλήτῳ. καὶ ἡ μὲν Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν κατεσκεύασεν, εἰς ἣν καὶ ἀποκειραμένη φιλοσόφῳ βίῳ καὶ θεῷ ἀρέσκοντι διετέλεσε μέχρι τελευτῆς αὐτῆς, πολλὰ ἴδια συγγράμματα αὐτῆς καταλιποῦσα· ἡ δὲ τοῦ βασιλέως μήτηρ Εὐφροσύνη ἑκουσίως κατελθοῦσα τοῦ παλατίου ἐν τῇ μονῇ τῶν Γαστρίων ἡσύχασεν. 2. Ἱππικοῦ δὲ γενομένου ἄγεται τὸ πολυκάνδηλον τὸ ἐν τῇ σφαγῇ τοῦ Ἀρμενίου Λέοντος ξίφει διακοπέν, καὶ ὑποδείκνυσιν αὐτὸ πάσῃ τῇ συγκλήτῳ ἐν τῷ καθίσματι, καὶ φησὶν ὡς εἰ ναὸν κυρίου τετολμηκότας ποιήσασθαι τὴν ἀναίρεσιν, τῇ δ' ἀληθείᾳ ὡς τὸν συναιρεσιώτην αὐτοῦ καὶ ὁμόφρονα εἰς ἀσέβειαν ἀποκτείναντας. εἴχετο γὰρ ὁ ἀλιτήριος τῆς ἐκείνου θεοστυγοῦς αἱρέσεως, τῶν τε ἁγίων εἰκόνων τὰς μὲν κατασπῶν τὰς δὲ ἀνορύττων, καὶ τοὺς ἐπ' εὐλαβείᾳ μοναχοὺς ἐξορίζων καὶ αἰκιζόμενος. 3. Τῷ βʹ τούτου ἔτει προσέφυγε Θεόφοβος ὁ Πέρσης Ῥωμαίοις, ἅμα τῷ πατρὶ αὐτοῦ μετὰ Περσῶν χιλιάδας ιδʹ, οὓς καὶ 626 διένειμεν ἐν τοῖς θέμασι κατασκηνώσας καὶ τούρμας ἀποκαταστήσας. αὐτὸν δὲ τὸν Θεόφοβον εἰς ἀδελφὴν Θεοδώρας Αὐγούστης γαμβρὸν