1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

27 Ἰουλιανὸς δέ τις ἄνθρωπος ὑπάρχων Ἀρδαβουρίου οὐκ ἐπαύσατο ἐνοχλῶν Ἀρδαβουρίῳ λέγειν· Ἐπίτρεψόν μοι καὶ ἀνελθὼν καταφέρω αὐτὸν ἐκ τοῦ κίονος καὶ πληρῶ αὐτὸν fehlt eine Zeile καὶ ὁρμήσαντος πρὸς αὐτὸν καὶ θήσαντος σκάλαν εἰς τὸν κίονα ἀνῆλθεν Ἰουλιανὸς ὁ προσδοκῶν αὐτὸν καταγαγεῖν. καὶ ἀνελθὼν ἕως τρίτου βασμίδος ἀπέστη ἡ σκάλα ἀπὸ τοῦ κίονος καὶ ἐκρεμάσθη ἀπὸ τῆς γῆς ὡς ἀπὸ πηχῶν τεσσάρων, καὶ ἐκρέμετο εἰς τὸν ἀέρα. καὶ πάντες ἐθαύμαζον ἐπὶ τῇ θέᾳ τῇ γινομένῃ· καὶ διαπονηθεὶς Ἀρδαβούριος ἔτεινεν τὸ τόξον αὐτοῦ βουλόμενος αὐτὸν τοξεῦσαι καὶ εὐθέως ἐνάρ κησεν αὐτοῦ ἡ χεὶρ καὶ οὐκ ἴσχυσεν ἀπολῦσαι τὴν σαγίταν. οὐ μόνον δὲ ἐχειράγρησεν ἀλλὰ καὶ ἐποδάλγησεν ἕως τῆς τε λευτῆς αὐτοῦ.]

28 Ἔστη οὖν ὁ μακάριος ἐν διαφόροις κίοσιν ἔτη τεσσα ράκοντα καὶ ἑπτὰ καὶ μετὰ ταῦτα πάντα ἐπεζήτησεν αὐτόν· καὶ ἦν ἡμέρα παρασκευή· καὶ ἦν κεκλεισμένος εἰς εὐχὴν καὶ ὡς ἔθος εἶχεν, ἐποίησεν ὅλην τὴν παρασκευὴν καὶ τῷ σαββάτῳ καὶ τῇ κυριακῇ καὶ οὐκ ἀνένευσεν, ὡς ἔθος εἶχεν, εὐλογεῖν τοὺς κεκλικότας τὰ γόνατα. καὶ ὡς εἶδον τοῦτο, ἀνῆλθον πρὸς αὐτὸν καὶ εἶδον τὸ πρόσωπον αὐτοῦ καὶ ἦν ἐξαστράπτον ὡς ὁ ἥλιος. καὶ καθὼς εἶχεν ἔθος τοῦ λαλεῖν μοι, οὐδέν μοι ἀπ εκρίνατο. κἀγὼ ἔλεγον ἐν ἑαυτῷ, ὅτι ἀνεπάη· καὶ πάλιν ἠπί στουν καὶ ἐφοβούμην ἐγγίσαι αὐτῷ καὶ τολμήσας λέγω αὐτῷ· Κύριέ μου, διὰ τί μοι οὐ λαλεῖς καὶ τελεῖς τὴν εὐχήν σου; ὁ κόσμος ἐκδέχεται, ἵνα εὐλογηθῇ, ἰδοὺ τρεῖς ἡμέραι. καὶ στὰς πάλιν ὥραν μίαν λέγω αὐτῷ· Οὐδέν μοι ἀποκρίνῃ, κύριέ μου. καὶ ἐκτείνας μου τὴν χεῖρα ἡψάμην τοῦ πώγωνος αὐτοῦ καὶ ὡς εἶδον, ὅτι μαλθακώτερον ἦν τὸ σῶμα αὐτοῦ, ἔγνων, ὅτι ἐτελεύτησεν· καὶ θεὶς τὸ πρόσωπόν μου ἐν ταῖς χερσίν μου ἔκλαυσα πικρῶς καὶ κύψας ἐφίλησα αὐτοῦ τὸ στόμα καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸν πώγωνα καὶ παρεπάρας αὐτοῦ τὸ ἱμάτιον ἐφίλησα τοὺς πόδας αὐτοῦ καὶ κρατήσας τὴν χεῖρα αὐτοῦ ἔθηκα ἐπὶ τοὺς ὀφθαλμούς μου. καὶ ἐν ὅλῳ τῷ σώματί μου καὶ ἐν τοῖς ἱματίοις αὐτοῦ ἦν ὀσμὴ μύρου, ὥστε εὐφραν θῆναι ἀπὸ τῆς εὐωδίας ἐκείνης. καὶ στὰς ὡς ἡμιώριον προσ έσχον τῷ τιμίῳ αὐτοῦ λειψάνῳ καὶ ἰδοὺ ἐσείσθη τὸ σῶμα αὐτοῦ ἅμα τῷ στύλῳ καὶ ἤκουσα φωνῆς λεγούσης· Ἀμὴν ἀμὴν ἀμήν, καὶ ἐκ τοῦ φόβου εἶπον· Εὐλόγησόν με, κύριε, καὶ μνήσθητί μου ἐν τῇ καλῇ σου ἀναπαύσει.

29 Καὶ κατῆλθον καὶ οὐκ ἐφανέρωσά τινι τὸ μυστήριον, ἵνα μὴ θόρυβος γένηται, ἀλλὰ διὰ πιστοῦ ἀνδρὸς ἐσήμανα τῷ ἐπισκόπῳ Ἀντιοχείας Μαρτυρίῳ καὶ τῷ στρατηλάτῃ Ἀρδα-βουρίῳ. καὶ τῇ ἑξῆς ἡμέρᾳ ἔρχεται ὁ ἐπίσκοπος Ἀντιοχείας μετὰ καὶ ἄλλων ἓξ ἐπισκόπων· ἔρχεται δὲ καὶ ὁ Ἀρδαβούριος μετὰ ἑξακοσίων ὀνομάτων, ἵνα μὴ συναχθέντων τῶν χωρίων ἁρπάσωσι τὸ τίμιον αὐτοῦ λείψανον· οὕτως γὰρ καὶ ἐσκέ πτοντο. ἐγένοντο δὲ κορτῖναι κύκλῳ τοῦ στύλου αὐτοῦ. καὶ ἀνέρχονται τρεῖς ἐπίσκοποι καὶ φιλοῦσι τὰ ἱμάτια αὐτοῦ εἰπόν τες τρεῖς ψαλμοὺς καὶ ἀνήνεγκαν γλωσσόκομον μολύβδινον καὶ ἔθηκαν τὸ ἅγιον αὐτοῦ λείψανον καὶ καταφέρουσιν αὐτὸ διὰ μαγγάνων καὶ τότε ἔγνωσαν πάντες, ὅτι ἐτελεύτησεν ὁ ἅγιος Συμεών, ὥστε καὶ τοὺς Σαρακηνοὺς πάντας συναχθῆναι ἐν ὅπλοις μετὰ καμήλων βουλομένων καὶ αὐτῶν ἁρπάσαι τὸ λείψανον. καὶ γίνεται σύγχυσις τοῦ ὄχλου ὥστε μὴ φαίνεσθαι τὸ ὄρος ἐκ τοῦ πλήθους καὶ τοῦ καπνοῦ τῶν θυμιαμάτων καὶ τῶν κηρῶν καὶ λαμπάδων τῶν καιομένων, ὧν οὐκ ἦν ἀριθμός. Αἱ δὲ φωναὶ τοῦ κλαυθμοῦ τῶν ἀνδρῶν καὶ γυναι κῶν καὶ παιδίων ἀπῄει ἕως μακρὰν καὶ ὅλον τὸ ὄρος ἐσαλεύετο ἀπὸ τῆς κραυγῆς τῶν πετεινῶν τῶν συναχθέντων καὶ κυκλω σάντων τὴν μάνδραν τοῦ ἁγίου. Ὡς οὖν κατήγαγον αὐτόν, ἔθηκαν αὐτὸν ἐπὶ τὸ ἀλτάριον τὸ μαρμάρινον, ὃ εἶχεν ἔμπροσ θεν τοῦ στύλου αὐτοῦ τετάρτην ἤδη ἔχων ἡμέραν τελευτήσας. καὶ οὕτως ἥπλωσεν τὸ ἅγιον αὐτοῦ λείψανον ὡς πρὸ ὥρας μιᾶς ἀναπαείς. καὶ πάντες οἱ ἐπίσκοποι ἔδωκαν αὐτῷ τὴν ἀγάπην· τὸ δὲ πρόσωπον αὐτοῦ