Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρόβατα παρέντες ἔβοσκον " ἑαυτοὺς" ὡς Ἰεζεκιήλ φησιν καὶ "οὐ τὰ πρόβατα". διὸ καὶ ἔλεγεν ὁ θεός· "ἐγὼ ποιμανῶ τὰ πρόβατα" καὶ πεπλήρωκε τοῦτο διὰ τοῦ κυρίου

ποιμαίνοντος. 60 Jο 10,14-15 Εἰπὼν ὅτι καὶ τὰ πρόβατα αὐτὸν ἐπιγινώσκει καὶ τούτῳ τὴν ὁμοίωσιν ἀποδέδωκε τοσαύτην εἶναι λέγων τοῖς προβάτοις τὴν πρὸς αὐτὸν γνῶσιν οἵαν αὐτῷ τὴν πρὸς τὸν πατέρα. αὕτη δέ ἐστιν ἐν μὲν τοῖς ἀνθρώποις ἡ κατ' ἀρετὴν ἐπίγνωσις τοῦ κυρίου, ἐν τῷ κυρίῳ δὲ ἡ κατὰ φύσιν γνῶσις τοῦ πατρός· μιμεῖται γὰρ τὸ φύσει ἀγαθὸν ἡ κατ' ἀρετὴν ὁμοιότης. γινώσκων δὲ τὰ ἴδια

καὶ κήδεσθαί φησιν αὐτῶν τῷ καὶ τὴν ψυχὴν ὑπὲρ ἐκείνων θεῖναι. 61 Jο 10, 28-33 Θάνατος ἥρπαζεν τοὺς ἔτι κατὰ νόμον ἀγομένους οὐκ ἔχοντας ἐν τῷ νόμῳ τὴν τελείωσιν οὐδὲ δυναμένους ἐν τῇ οἰκίᾳ μένειν εἰς τὸν αἰῶνα ὡς δούλους, καθάπερ εἴρηται, καὶ μήπω τετυχηκότας υἱοθεσίας. οὐκέτι δὲ θάνατος ἁρπάζει τοὺς ἐν Χριστῷ ἠλευθερωμένους· χάρις γὰρ ἤδη τοὺς τοιούτους ἀεὶ παρὰ θεῷ φυλάσσει καὶ θεοῦ δύναμις ἐκ θανάτου ῥύεται. οὕτω δὲ ἡμᾶς καὶ ὁ κύριος κτᾶται οὐχ ὡς ἐκτὸς τῆς δημιουργικῆς αὐτοῦ δυνάμεως ὄντας, ἐπειδὴ καὶ "ἦλθεν εἰς τὰ ἴδια" καὶ φυσικῶς ἴδια πάντα αὐτοῦ, ἀλλ' ὡς ἐκτὸς τῆς ἁγιότητος αὐτοῦ πεπτωκότας διὰ τὴν ἁμαρτίαν, οἰκειουμένους δὲ αὐτῷ διὰ τὴν παρου σίαν· καὶ βασιλείαν γὰρ κατὰ σάρκα κτησάμενος τὴν ἐπὶ τοῖς ἐκπεσοῦσιν αὐτὸς καὶ οὐχ ἕτερός ἐστιν ὁ ἐξ ἀρχῆς καὶ φύσει βασιλεύς, δι' οὗ βασιλεύει πατήρ. διὰ τοῦτό φησι τὰ διδόμενα αὐτῷ καὶ βασιλευόμενα ὑπ' αὐτοῦ βασιλεύεσθαι ὑπὸ τοῦ πατρός. ἐβάστασαν οὖν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτὸν τιμωρίαν ἐπάγοντες τῷ καὶ ἐξ ἀρχῆς ταύτην ὁρίσαντι κατὰ τῶν ἀσεβούν των καὶ μόνῳ ταύτης ἐξελέσθαι διὰ φιλανθρωπίας δυναμένῳ τοὺς τὴν χάριν αὐτοῦ τὴν νῦν ὑποτρέχοντας. ἐπὶ τούτοις ἀτάραχος ὁ κύριος ἅτε δὴ ἔχων αὐτὸς ἐξουσίαν τοῦ παθεῖν οὐκ ἄλλως δυνάμενος, εἰ μὴ αὐτὸς βούλοιτο. καὶ πυνθάνεται διὰ ποῖον ἔργον ὧν ἔδειξεν αὐτοῖς ἐκ τοῦ πατρὸς λιθάζουσιν αὐτόν. καλὰ δὲ αὐτά φησι δεικνύς, ὅτι τὰ παρ' αὐτοῦ τεράστια διὰ τὸ καλὸν ἅπαντα γίνεται καὶ οὐδὲν ἕνεκεν θαύματος μόνου· οὐ γὰρ ἐκπλήξων, ἀλλ' εὐεργετήσων παρῆν. ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι διὰ τῆς σοφῆς ἐρωτήσεως ὀρθῶς ὁμο λογοῦντες· οὐ γὰρ ἔσχον εἰπεῖν, ὅτι οὐχ ἑωράκασιν ἔργα καλά, ἀλλὰ τὴν τῶν λόγων συκοφαντοῦσιν ἀλήθειαν, οἷς πιστεύειν μᾶλλον ἐχρῆν διὰ τὴν τῶν καλῶν ἔργων ἐπίδειξιν. 62 Jο 10, 39 Ἵνα μὴ ἐκφανῆ σφόδρα τὴν θεότητα καταστήσῃ συνὼν ἐπὶ πλέον τοῖς κατέχειν ἐπειγομένοις καὶ μὴ κατεχόμενος καὶ τῆς ἀνθρωπίνης τάξεως παραχα ράξῃ τὸν ῥυθμόν.

64 Jο 11, 7-11 Οὐκ εὐθέως ἐμφανίζει, ὅτι ἐπὶ τοῦτο ἔρχεται· ἀκόμπαστα γὰρ παρ' αὐτῷ πάντα καὶ πόρρω παντὸς ὄγκου πρὸς ἀλήθειαν, οὐ πρὸς δόξαν ἐπιτελούμενα. ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; διδάσκει δὲ ὁ κύριος, ὅτι πρὸ τοῦ καιροῦ τοῦ πάθους οὐκ ἂν ὑπὸ Ἰουδαίων τι πάθῃ. διδάσκει δὲ διὰ παραβολῆς ἡμέραν μὲν καιρὸν ὀνομάζων τὸν πρὸ τοῦ πάθους, τὸν δὲ τοῦ πάθους νύκτα φησίν, ὅτι ἄνθρωπος μὲν ἐν ἡμέρᾳ βαδίζων οὐ προσκόπτει μέχριπερ ἂν αἱ δώδεκα τῆς ἡμέρας ὥραι πληρωθῆναι. εἰ δὲ ἐν νυκτὶ βαδίζοι, προσκόπτει. αἴτιον δὲ τοῦ ἐν ἡμέρᾳ μὴ προσπταίειν τοῦτο τὸ φῶς εἶναί φησιν, τοῦ δὲ ἐν νυκτὶ προσπταίειν τὴν τοῦ φωτὸς ἀπουσίαν. ἐκ τούτων δηλῶν, ὅτι κατὰ τὴν ἄνωθεν βουλήν ἐστιν τὸ μὴ παθεῖν ἢ παθεῖν αὐτόν, κατὰ τὴν τοῦ φωτὸς παρουσίαν ἢ ἀπουσίαν τὸ βλέπειν ἢ

9