καταδικάζου σιν· λέγουσι γὰρ ἔσθ' ὅτε περί τινος· ὁ δεῖνα σκληρός, ἀπάνθρωπος, αἰσχροκερδής, φιλάργυρος, ὠμός, ἀνόητος, εἶτα ταῦτα περιτιθέντες ἑτέ ροις οὐκ αἰσθάνονται τὸν ἑαυτῶν ζωγραφοῦντες τρόπον. ὅσην δὲ ζημίαν ἔχει τὸ κατακρίνειν ἑτέρους, διὰ τοῦ ἐξουθενοῦντος τὸν τελώνην Φαρι σαίου μεμαθήκαμεν. ταῦτ' οὖν ἅπαντα ἀνελὼν διὰ τῆς καλῆς ταύτης νομοθε σίας, ἐπήγαγε πάλιν ἕτερον παράγγελμα λέγων. 85 Mt 7, 7 Ἀρχὴ τῆς ἀρετῆς τὸ εὔχεσθαι γνωρισθῆναί τινι τὴν ὁδὸν τῆς ἀλη θείας· δεύτερος βαθμὸς τὸ ζητεῖν πῶς δεῖ ὁδεῦσαι τὴν ὁδόν· τρίτος τὸ ἁψάμενον τῆς ἀρετῆς κρούειν τῷ Χριστῷ, ἵνα ἀνοίξῃ αὐτῷ τῆν θύραν καὶ ἀπαλλαγῇ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης καὶ εἰσαγάγῃ αὐτὸν εἰς τὴν εὐρύχωρον γνωστικὴν ἐργασίαν, ἅπερ πάντα διὰ τῆς ἐκ θεοῦ καὶ πρὸς θεὸν δεήσεως λαμβάνει τις. ἴσως δὲ καὶ τὸ μετὰ πράξεως αἰτεῖν ᾐνίξατο διὰ τοῦ εἰπεῖν· κρούετε. κρούει γάρ τις τῇ δεξιᾷ χειρί. ἀγαθῆς δὲ πράξεως σύμβολον ἡ δεξιὰ χείρ. εἰ δὲ μὴ εὐθέως λαμβάνεις, μηδὲ οὕτως ἀπογνῷς· διὰ γὰρ τοῦτο εἶπεν κρούετε. 86 Mt 7, 11 ∆όματα δὲ ἀγαθὰ καλεῖ τὰς πνευματικὰς δωρεάς, ὁ δὲ Λουκᾶς "πνεῦμα ἅγιον" εἶπεν ἀντὶ τοῦ εἰπεῖν ἀγαθά. καὶ οὐδὲν τὸ διάφορον· τὸ γὰρ "ἅγιον πνεῦμα" αὐτό ἐστι τὸ φύσει ἀγαθόν. διὸ καὶ τοῖς μετό χοις δίδωσιν ἀγαθά. τοῖς δὲ ἄγαν πονηροῖς διὰ τὸ ἀνενδότως ἁμαρ τάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται, οἷός ἐστιν ὁ σατανᾶς καὶ οἱ δαίμονες· δύναται γάρ τις καὶ τούτους φύσει κακοὺς εἰπεῖν, καίπερ μὴ φύσει κακοὺς δημιουργηθέντας, ἀλλ' ἐξ αὐτοπροαιρέτου κακίας ἀπε σκληκότας. 88 Mt 7, 22-23 Ὁ λόγος κατὰ τῶν ἐν ἀρχῇ πιστευσάντων ὀρθῶς καὶ ἐπιμελῶς ἐργασαμένων τὴν ἀρετὴν ὡς καὶ σημεῖα ποιῆσαι καὶ δαιμόνια ἐκβαλεῖν καὶ προφητεῦσαι, ὕστερον δὲ τραπέντων εἰς φαυλότητα καὶ ἐξ ἑκουσίου προαιρέσεως καὶ μοχθηροῦ καὶ προθυμίας· εἰ γὰρ λέγει, ὅτι οὐκ ἔγνων ὑμᾶς οὐδέποτε, ἐν ἴσῳ τοῖς μηδ' ὅλως ἐγνωσμένοις τίθησιν τὸν ἐν ἀρχαῖς ἐναρέτως ζήσαντα, ἀλλὰ ἐπὶ τέλει κατεγνωσμένον. γινώσκειν δὲ λέγει ὁ θεός, οὓς ἀγαπᾷ· ἀγαπᾷ δὲ τοὺς ὁλοτρόπως εἰς αὐτὸν πιστεύον τας καὶ ποιοῦντας τὰ ἀρεστὰ αὐτῷ. 89 Mt 7, 24-26 Ὁ ἀκροατὴς νόμου τοῦ πνευματικῶς νοουμένου οὐ μὴν καὶ ποιητὴς οἴκῳ ἀπεικάζεται ἐπὶ τῆς ψάμμου οἰκοδομηθέντι, ὃς ἐν καιρῷ πειρασμοῦ καταπίπτει καὶ χώννυται τῶν πνευμάτων τῆς πονηρίας ἐπιπνευσάντων, τῶν ταραττομένων ὑδάτων ἕως ψυχῆς εἰσελθόντων καὶ τοῦ θολεροῦ χειμάρρου τῆς ἀνομίας αὐτῶν ἐκταράξαντος καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπισείσαντος κίνδυνον. καλῶς δὲ ἐπὶ μὲν τοῦ φρονίμου ὁμοιώσω αὐτὸν εἶπεν, ἐπὶ δὲ τοῦ μωροῦ ὁμοιωθήσεται· ὁ μὲν γὰρ τῆς ἀρετῆς ἐρ γάτης πάντως "ἰσχύει ἐν τῷ ἐνδυναμοῦντι" αὐτὸν Χριστῷ, παρ' οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον, παρ' οὗ σοφία καὶ σύνεσις καὶ πρὸς τὸ ἀγαθὸν ἐξομοίωσις. ὁ δὲ φαῦλος οὐχὶ θεὸν ἔχει τῆς ἑαυτοῦ κακίας καὶ ἀφροσύνης αἴτιον, ἀλλ' αὐτὸς ὁμοιοῦται τῷ ἄφρονι τοῦ κατὰ φύσιν ἀποστὰς καὶ ἐν τῷ παρὰ φύσιν γενόμενος. 92 Mt 8, 3 ∆ιὰ τῆς ἐπαφῆς ἐποιήσατο τὴν κάθαρσιν δηλῶν, ὅτι καὶ ἡ ἁγία αὐτοῦ σὰρξ χρειώδης ἐστὶ πρὸς ἁγιασμόν· τὸ μὲν γὰρ πνεῦμα καθαίρει, ἡ δὲ τοῦ σώματος κοινω νία ἐμποιεῖ τὸν ἁγιασμόν. Ἁπτόμενος τοῦ λεπροῦ ὁ σωτὴρ ἐθεράπευσεν αὐτὸν δεικνύων ὡς τὸ πνεῦμα τὸ ἐν αὐτῷ θερα πεύει τὰς νόσους, τὸ δὲ σῶμα τῇ προσψαύσει τὸν ἁγιασμὸν παρέχε ται. 93 Mt 8, 4 Τί δὲ ἦν τὸ δῶρον τὸ παρὰ τοῦ λεπροῦ κατὰ τὸν νόμον προσαγό μενον; "δύο ὀρνίθια", ὧν τὸ ἓν ἔσφαξεν ὁ ἱερεὺς "ἐφ' ὕδατι ζῶντι" καὶ λαβὼν "ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσωπον" καὶ τὸ ἕτερον ὀρνίθιον τὸ ζῶν ἔβαπτεν αὐτὸ "εἰς τὸ αἷμα τοῦ ἐσφαγμένου ὀρνι θίου ἐφ' ὕδατι ζῶντι" καὶ ἔχριε τοῦ καθαριζομένου λεπροῦ τὰ δεξιά, ὠτίον, χεῖρα καὶ πόδα,