1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

9

προσέχων δηχθῇς, ἵνα μὴ ἰὸν πικρὸν τῇ ψυχῇ σου σιφωνίσῃς. Τοῦτο γὰρ ἔργον τοῦ Σατανᾶ, ἵνα ἐκεῖνον μὲν τῷ φθόνῳ ἐκπυρώσῃ, σὲ δὲ πικρίᾳ ἀναλώσῃ. Ταπεινώμεθα δὲ μᾶλλον, καὶ τῇ τιμῇ τοὺς τοιούτους προηγώμεθα ἐξημεροῦντες αὐτῶν, καὶ διὰ τραπέζης τὸ ἀγριωθὲν τῷ ζήλῳ φρόνημα. Μὴ ὡς ἐξ ἑτέρου προσώπου ψέγε ζήλῳ τὸν φίλον, ἵνα ὡς ἐξ ἄλλου δῆθεν στόματος ψέγων ἐκεῖνον, σαυτὸν ὡς ἀθῶον ποιήσῃς, καὶ ὡς ἄψογον ὑψώσῃς. Τοῦτο γὰρ μετασχημάτισμα τοῦ Σατανᾶ, τοῦ ἐκ προσώπου ὄφεως τὸν Ὕψιστον ψέγοντος, ἵνα ὡς ἐξ ἑτέρου δῆθεν στόματος τὸν ἑαυτοῦ φθόνον τῷ Θεῷ προσάψας, αὐτὸς ὡς ἄφθονος νομίζηται. Μὴ ὡς ὑπόδουλον θέλων ἔχειν τὸν ἀδελφὸν, πειρῶ τούτου πταῖσμα καταλαβεῖν, ἵνα μὴ συνεργὸς εὑρεθῇς τοῦ Σατανᾶ. Ὁ πταίσας, καὶ ἑτέρους λέγειν, ἢ πταίειν μὴ ἐπιτηρείτω, ἵνα ὡς μὴ μόνος ᾖ συμπεσὼν 79.1117 τῷ κακῷ, ὅπερ τῆς ἐκπτώσεως τοῦ διαβόλου πρῶτον καὶ τοῦτο ἔργον ἐστίν. Ἔστω δὲ μεταμελούμενος ἐφ' οἷς ἀτόποις ἔπραξεν ἔργοις· τὸν τῆς λύπης θρῆνον κατ' αὐτῶν ἐπιγινώσκων, ἐπισπάσεται δὲ καὶ τὴν πρωτοστάτην τῶν πόνων ἡσυχίαν, φαίνουσαν αὐτῷ τὴν πολυόμματον τῶν ἀρετῶν θεωρίαν. Ὁ ἡσυχάζων τῇ γλώττῃ, κατὰ τῶν λογισμῶν ἀνδριζέσθω· ἡ γὰρ τῆς ψυχῆς ἀνδρεία οὐκ ἐν τῇ ἡσυχίᾳ δείκνυται μόνον τοῦ στόματος, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν ἀνδραγαθίᾳ, καὶ τῇ τῶν ὕβρεων, καὶ ἀδικιῶν εὐσταθείᾳ· ἐντεῦθεν γὰρ αἱ δειναὶ μάστιγες τοῦ διαβόλου περιτινάσσονται ἐν ταῖς συντυχίαις.

ΚΕΦΑΛ. ΙΘʹ. Μὴ στόμα μόνον, ἀλλὰ καὶ καρδία τηρείσθω, τοτὲ γὰρ

ἀμαυροῦται τῆς ψυχῆς τὸ ὄμμα τῷ τῆς ἀρεσκείας ὄμματι, τοῦ νοῦ παυσομένου. Ἔστω σου πηρὸς ὁ νοῦς περὶ τὰ αἴσχιστα, Κύριος γὰρ σοφοῖ τοὺς τοιούτους τυφλοὺς, διορατικὸς δὲ περὶ τὰ κάλλιστα, ἵνα ἐκτυφλώττῃ περὶ τὰ κάκιστα. Νόει δέ μοι, πορνείας εἶναι δύο ἐν διαιρέσει ἐζυγωμένας, τὴν τοῦ σώματος, καὶ τὴν τοῦ πνεύματος· ὅταν λογισμὸς πορνείας τῷ πνεύματί σου μίγνυται, τότε ἐκτυπώματι πλάνης ἡ ψυχή σου συγγίνεται. Προσώπῳ θηλείας σχηματίζεται δαίμων, ἵνα φαρμάξῃ τὴν ψυχὴν μετ' αὐτοῦ συμμιγῆναι· μορφῆς γλύμμα φορεῖ ἄσαρκος δαίμων ἵνα λογισμῷ ἀκολάστῳ τὴν ψυχὴν ἐκπορνεύσῃ. Μὴ οὖν συγκαλύπτου εἰδωλείῳ ἀνυπάρκτῳ, ἵνα μὴ καὶ τῇ σαρκὶ τὸ ὅμοιον δράσῃς, πνεύματι πορνείας ἐπλανήθησαν οἱ τοιοῦτοι οἱ τὰς ἔνδον μοιχείας τῶν πνευμάτων τῳ σταυρῷ μὴ σοβοῦντες. Αἴκιζε τοὺς λογισμοὺς ἀσιτίᾳ βρωμάτων, ἵνα μὴ πορνείᾳ, ἀλλὰ πείνῃ λαλῶσιν· εὐχῆς ἀγρυπνίᾳ στῆσον δάκρυον, ἵνα βοήθειαν λάβῃς του παρόντος πολέμου. Ἐν καιρῷ τοῦ τῆς πορνείας πολέμου τὰς κλήσεις τῶν ἑστιατόρων παραίτησαι, καὶ τὸν μὲν ξένον ἐπιστάντα ὑπηρετῶν ἀναπαύσεις, σεαυτὸν δὲ περικεκαλυμμένως, ἀσιτίᾳ περιφράξεις. ∆ιπλοῦς ἔστω σοι τῶν ἀμφοτέρων ἔργων ὁ μισθὸς ἑνὶ ἑκάστῳ τὸ πρακτικὸν δι' ἀρετὴν ἀπονέμοντι· μὴ ἕνεκεν γαστρὸς συνέσθιε τῷ ἀδελφῷ, ἀλλ' ἕνεκεν Χριστοῦ συναυλίζου τῇ ἀγάπῃ. Κόρος σιτίων λογισμοὺς σιτίζει, καὶ μέθυσος ὕπνον φαντασίας ποτίζει. Τέθνηκε μετὰ τὸν φάραγγα τῆς τρυφῆς ἡδονὴ καὶ πνεῖ ἐν τῷ τάφῳ τὰ τῆς γαστρὸς λαγνεύματα. Οἱ πόνοι τῆς κληρουχίας τελευτῶσιν εἰς ἀνάπαυσιν, οἱ δὲ τρόποι τῆς τρυφῆς τελευτῶσιν εἰς κατάκαυσιν. Ὁ τῆς σαρκὸς τὸ ἄνθος τῇ ἀσκήσει μαραίνων καθ' ἡμέραν ἐν τῇ σαρκὶ μελετᾷ τὴν ἑαυτοῦ τελευτήν. Καρδίας λογιστεία τὸ σῶμα συμμετρείτω, ἵνα μὴ τούτου πληγέντος, καὶ αὕτη κοπιάσῃ· ἀρκείσθω σὰρξ τὰ φυσικὰ περικόπτειν· ἡ σωματική σου γυμνασία ἐν τοῖς ἤθεσιν οἰκονομείσθω, ἵνα μάθῃς καρδίᾳ πονεῖν, καὶ ψυχῇ συμπονεῖν.

ΚΕΦΑΛ. Κʹ. Οἱ τοῦ προσώπου τὴν ὠχρείαν ἐν τῇ ἀσκήσει λάμποντες τὸν παρὰ

τῶν ἀνθρώπων ἔπαινον καὶ πρὶν 79.1120 ἐλθεῖν ῥιπτέτωσαν, τοῦτον τοῦ λογισμοῦ, καὶ πρὸ τῆς συντυχίας ἔνδον ἐμβάλλοντος. Ὅταν χρονίσῃς ἀπεχόμενος οἴνου, καὶ