9
τίς δὲ ὁ τῆς 53 πόλεως τόκος; ἐκ ποίας δὲ ἀρχῆς τοῦ ἔθνους καθορῶμεν τὴν γένεσιν; τέμνει ὁ δρυοτόμος τὴν ὕλην, ἐμπορεύεται ταύτην ὁ τὸ ξύλον ἐμπορευόμενος, χρημάτων ὁ ναυπηγὸς τὴν ὕλην ὠνεῖται, μερίζει τῇ ἐργασίᾳ τὴν τέχνην. ὁ μὲν γάρ τις διαιρεῖ τὸ ξύλον εἰς σανίδας τῷ πρίονι· ὁ δὲ τὴν τρόπιν τεκταίνεται· ἕτερος περὶ τὰ ὑποζώματα τὴν σπουδὴν τῆς κατασκευῆς ἔχει· ἄλλος τὴν πρώραν καὶ ἄλλος τὴν πρύμναν ἐκορυφώσατο· τούτῳ τοῦ ἱστοῦ μέλει καὶ τῆς κεραίας τῷ ἑτέρῳ· οἱ δὲ τὸ λίνον εἰς κάλους πλέκουσιν· οἱ δὲ αὐχένες τῷ κυβερνήτῃ διὰ φροντίδος γίνονται· ἄλλοι τὰ καταστρώματα καὶ τὴν ὀθόνην ἐνεργοῦσιν· ἄλλοι καὶ τὸν ἐκ τῆς ζωγραφίας καλλωπισμὸν ἐπάγουσιν, ἕτεροί τε αὖ διαχρίοντες τῇ πίσσῃ τὰς ἁρμονίας καὶ τὸν ἄντλον ἐν τῷ μέσῳ κατασκευάζοντες. πάντως οὐ κατὰ ταὐτὸν ἕκαστος τὸ καθ' ἑαυτὸν ἐνεργοῦσιν, ἀλλ' ὁ μὲν νῦν, ὁ δὲ μετ' ὀλίγον· καὶ τῷδε ἤδη πέρας τὸ σπουδαζόμενον ἔσχεν, ὁ δὲ ἐν τῷ ἐνεργεῖν καθορᾶται. πότε τοίνυν τῇ νηῒ τὴν εἱμαρμένην οἱ σοφοὶ ἐπιστήσουσιν; ὅτε ὠνεῖται τὸ ξύλον ἢ ὅτε τέμνεται ἢ ὅτε μεταχειρίζεται ἢ ὅτε ἐπάγει τὸν σίδηρον ἢ ὅτε συναρμόζει τοῖς γόμφοις; πολλῶν γὰρ καὶ διαφόρων ὄντων τῶν κατὰ τὴν ναυπηγίαν σπουδαζομένων καὶ οὐ κατὰ τὸν αὐτὸν ἀλλήλοις χρόνον συνισταμένων ποῖον ἀναθήσῃ χρόνον τῇ εἱμαρμένῃ, ἵνα τὴν ἀνάγκην τῆς καταδύσεως δεξαμένη συν διαφθείρῃ μεθ' ἑαυτῆς τοὺς ἐμπλέοντας; τί δ' ἂν εἴποις περὶ τῶν πόλεων; πότε αὐτῆς κρατεῖν τὴν εἱμαρμένην οἴονται; ὅτε 54 βουλή τις τοῦ οἰκισμοῦ τοῖς σπουδάζουσι γίνεται ἢ ὅτε τοῦ τόπου τὴν εὐφυΐαν ἐπιλογίζονται ἢ ὅτε τὸ σχῆμα κατα χαράσσουσιν ἢ ὅτε ἐπάγουσιν ἤδη τῇ ἐργασίᾳ τὸν σίδη ρον ἢ τοὺς λίθους ἐναποτίθενται ἢ συμφοροῦσι τὰς ὕλας; τί τούτων ἐστὶν ἀρχὴ τῆς συστάσεως; τί δ' ἂν εἴποις περὶ τοῦ ἔθνους ὃ ταῖς κατὰ πόλεμον συμφοραῖς ἐξετρίβη; τίς ἢ πόθεν κατ' αὐτῶν τὴν ἀρχὴν λαβοῦσα ἡ μοῖρα τοὺς μὲν κατ εφόνευσε, τοὺς δὲ δι' αἰχμαλωσίας κατεδουλώσατο; πῶς Ἀννίβας ἢ Καῖσαρ ἢ καὶ ὁ ἐκ Μακεδονίας Ἀλέξανδρος παρ' οἷς ἂν ἐγένοντο στρατευόμενοι πᾶσιν ὁμοτιμίαν εἱμαρμένης εἰργάσαντο τοσοῦτον τῆς ἀνάγκης ἐκείνης ὑπερισχύοντες ὡς τοῖς αὐτοῖς τοῦ κακοῦ μέτροις πάντας συνάγεσθαι; ἀλλὰ μὴν τὸ οἴεσθαι τὰς τῶν πόλεων εἱμαρμένας ἐν τοῖς τῶν σεισμῶν καταπτώμασι τὰς συναστρίας ποιεῖν, ὡς ἔξω τοῦ εἰκότος ὁ λόγος ἐστίν, ἐντεῦθεν ἄν τις κατίδοι· τίς οὐκ οἶδεν ὅτι τὰ τοιαῦτα πάθη τῆς γῆς οὐ μόνον ἐν τοῖς οἰκουμένοις τόποις ἀλλὰ καὶ ἐν τοῖς ἀοικήτοις συνίσταται; εἴ τις τὸ τῶν Γασάγων ὄρος τὸ πρὸς τοῖς ὁρίοις τῶν Βιθυνῶν κείμενον ἢ τῇ καθ' ἑαυτὸν ἔγνω πείρᾳ ἢ ἐκ διηγήματος ἤκουσεν, εὑρήσει τὴν τοῦ λόγου ἀλήθειαν, ὅτι κατ' αὐτὰς τῆς ὁδοῦ τὰς ὑπερβολὰς πᾶσα ἡ ἀκρώρεια ὑπονοστήσασα φοβερὸν θέαμα τοῖς διοδεύουσι γίνεται. τοιαῦτα καὶ τῆς χώρας τῶν Παφλαγόνων τὰ πάθη· 55 ἔστι δὲ ὅπου καὶ οἰκήσεις ἀνθρώπων τοῖς χάσμασι τούτοις συγκατεσπάσθησαν· πολλαχῇ δὲ τῶν οἰκητόρων γυμνὸς ὁ χῶρος ἐν τῷ τοιούτῳ δείκνυται πάθει. καὶ τί χρὴ καθ' ἕκαστον λέγειν Κυπρίους καὶ Πισίδας καὶ Ἀχαιούς, ἐν οἷς πολλὰ τῶν λεγομένων ἐστὶ τεκμήρια; ἀλλ' οὗ χάριν τῶν εἰρημένων ἐμνήσθημεν, ὅτι πάντα τὰ τοιαῦτα γῆς ἐστι πάθη. εἰ μὲν οὖν συνενεχθείη καὶ οἴκησιν ἀνθρώπων ἐφευρεθῆναι τῷ τόπῳ, κατὰ πᾶσαν ἀνάγκην κἀκεῖνοι τοῦ κατὰ τὸν τόπον δυστυχήματος παραπέλαυσαν· εἰ δὲ ἐλεύθερος εἴη τῶν οἰκητόρων, οὐδεμίαν ἀνθρώποις ἤνεγκε βλάβην τὸ περὶ τὸν τόπον δυστύχημα. τίς οὖν ἡ τῆς εἱμαρμένης ἀνάγκη ἐπίσης τῶν τε οἰκουμένων καὶ τῶν ἀοικήτων τὸ τοιοῦτον πάθος ὑπομενόντων; εἰ μὲν γὰρ εἶχον ἀποδεικνύειν κατὰ μέρη τινὰ καὶ μὴ κατὰ τὸ ἀθρόον πᾶσαν κατεσκευάσθαι τὴν γῆν, εἶχεν ἂν αὐτοῖς ἴσως καιρὸν ἡ ματαιολογία τῷδε τῷ μέρει τῆς γῆς κτιζομένης τῆσδε τῶν ἄστρων συμπλοκῆς ἐφαρμοσθείσης ἢ τοῦτο ἢ ἐκεῖνο κατ' ἀνάγκην γενέσθαι. ἐπεὶ δὲ πάντα μετ' ἀλλήλων καταλαμβάνεται, οὐρανός, γῆ, θάλασσα, κατὰ δὲ τὸν Μωϋσέως λόγον καὶ προτερεύει ἡ γῆ τῆς τῶν ἄστρων κατασκευῆς καὶ κινήσεως, πῶς τῶν μερικῶν κατὰ τὴν γῆν συμπτωμάτων τὴν αἰτίαν εἰς τὴν τῶν ἄστρων ἀναθήσονται κίνησιν; εἰ