ἐπαφεὶς ἀπέδραμέ τε καὶ ἀνεχώρει. καὶ ἦν ἐπὶ τούτου τὰ Ἑλλήνων πράγματα προσδόκιμα ἐπὶ τὸν ἔσχατον ἀφίξεσθαι κίνδυνον, ὑπὸ σφῶν τε αὐτῶν περιτρεπόμενα κατὰ τὴν τῆς βασιλείας ῥᾳστώνην, ἐπὶ τὸ ἀκόλαστον καὶ ἀνειμένον τῆς διαίτης Ἀνδρονίκου, τοῦ πρεσβυτέρου βασιλέως φημί, τετραμμένου ταύτῃ. ἐς μάχην μὲν οὖν τὸ Ἑλληνικὸν γένος ἀπελθεῖν καὶ διαπειρᾶσθαι γνώμην οὐκ ἐποιεῖτο, σώζειν μέντοι τὰ τείχη τρόπῳ, ὅτῳ ἂν δύναιντο, ἀσφαλεστάτῳ. ἤλασε μὲν οὖν καὶ ἐπὶ Αἰτωλίαν, καὶ Ἰωαννίνων τὴν πόλιν εἷλε. καὶ τὰ μὲν κατὰ τὴν Μακεδονίαν περὶ Ἀξιὸν ποταμὸν Ζάρκῳ ἐπέτρεψεν, ἀνδρὶ ἐς τὰ πρῶτα τιμῆς ἀνήκοντι παρ' ἑαυτῷ, τὰ δὲ ἀπὸ Φερρῶν ἔστε ἐπὶ Ἀξιὸν ποταμὸν Μπογδάνῳ ἀνδρὶ ἀγαθῷ καὶ τὰ ἐς πόλεμον οὐκ ἀδοκίμῳ, τὰ δὲ ἀπὸ Φερρῶν ἔστε ἐπὶ Ἴστρον Κράλῃ τε καὶ Οὐγγλέσῃ τοῖν ἀδελφοῖν, ὧν θάτερος μὲν οἰνοχόος ἦν τοῦ βασιλέως, ὁ δὲ ἕτερος ἱπποκόμος. τὰ μέντοι περὶ τὸν Ἴστρον Βούλκῳ τῷ Ἐλεαζάρῳ τοῦ Πράγκου ἐπέτρεψε, καὶ τὰ ἀμφὶ τὴν Τρίκκην καὶ Καστορίαν Νικολάῳ τῷ ζουπάνῳ, καὶ τὰ 1.26 περὶ Αἰτωλίαν Πρεαλούπῃ. τὰ δὲ περὶ Ὀχρίδα τε καὶ Πριλαπαίων χώραν οὕτω καλουμένην ἐπέτρεψε Μλαδένῃ εὐθύνειν, ἀνδρὶ οὐκ ἀγεννεῖ. τούτοις μὲν δὴ ἐπυθόμεθα ἐπιτετράφθαι τὰ κατὰ τὴν Εὐρώπην ὑπὸ Στεπάνεω τοῦ βασιλέως· ἐπεὶ δὲ ἐτελεύτησε βασιλεύς, ἕκαστος, ἣν κατεῖχε χώραν ἐπιτετραμμένος, ἦρχόν τε καὶ ἀλλήλοις εἰρήνην συνθέμενοι σφῶν μὲν αὐτῶν τοι ἀπείχοντο, τοῖς δὲ Ἕλλησιν, ὡς ἑκάστῳ προεχώρει, ἐπετίθεντό τε καὶ ἐπολέμουν. Μιχαῆλον μέντοι τὸν Μυσῶν ἡγεμόνα, ἀπὸ τὰ κάτω τοῦ Ἴστρου ἐπινεμόμενον ἐπὶ Εὔξεινον πόντον καὶ τὰ βασίλεια ἐν Τρινάβῳ ποιησάμενον, παλαιότερον γενόμενον Στεπάνεω, ἀναπυνθανόμενος εὑρίσκω, ὡς ταύτῃ Βουλγάρους μὲν τούτους, οὕς γε Μυσοὺς ὀνομάζομεν, Σέρβους δὲ ἐκείνους, οὓς καὶ Τριβαλλούς, διακεκρίσθαι ἀπ' ἀλλήλων ἐς τοὔνομα ξυνηνέχθη ἀπὸ τούτου. τούτω δὲ ἄμφω τὼ γένεε ὡς παντάπασιν ἑτέρω ὄντε ἀλλήλων, καὶ διεστηκότε νομίζεσθαι. ὡς μὲν ἕκαστος τούτων τήν τε ἀρχὴν ἀφῄρηντο ὑπὸ τῶν βαρβάρων καὶ αὐτοί τε ἀπώλοντο, ἐς τὸ πρόσω τοῦ λόγου ἰόντι εἰρήσεταί μοι. Σουλαϊμάνης μὲν οὖν ἐπεί τε τὰ κατὰ τὴν Χερρόνησον πολίσματα πλὴν Καλλιουπόλεως κατέσχε τε καὶ ἐνηυλίζετο, ὥστε ἔχειν ὁρμώμενος ἀπὸ τούτων τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἐλαύνων καταστρέφεσθαι, ὡς τοῖς Ἕλλησιν εἰρήνην ἐποιήσατο, ἐστράτευεν 1.27 ἐπὶ Κράλην τε καὶ Οὐγγλέσην τοὺς Τριβαλλῶν ἡγεμόνας, οἳ δὴ τοῖς Ἕλλησιν ἐπετίθεντο καὶ χαλεποὶ ἦσαν διὰ τὸ μηδέποτε ἡσυχίαν ἄγειν, ἀλλ' ἀεὶ κακῶς ποιεῖν πολεμοῦντας τοῖς Ἕλλησιν. οὗτοι μὲν οὖν ὡς ἐπύθοντο Σουλαϊμάνην διαβάντα ἐς τὴν Εὐρώπην δῃοῦν τε ἐπὶ τῇ Ἑλληνικῇ τὴν σφετέραν αὐτῶν χώραν καὶ διαρπάζειν μηδενὸς φειδόμενον, ἐστρατεύοντο ἐπὶ τοὺς Τούρκους, καὶ συμβαλόντες μάχῃ τε ἐκράτησαν καὶ διέφθειρον οὐκ ὀλίγους ἐν τῇ ἐπιδρομῇ. μετὰ δὲ ταῦτα, ὡς ᾔσθοντο ἤδη τὰ Τούρκων πράγματα ταχὺ ἐπὶ μέγα προχωροῦντα δυνάμεως, καὶ τοὺς ἀπὸ Ἀσίας Τούρκους αἰεὶ διαβαίνοντας προσγίνεσθαι αὐτῷ, ὥστε καὶ ἐς πολιορκίαν τῶν κατὰ τὴν Εὐρώπην πόλεων καθίστασθαι, καὶ προϊόντας ἐπὶ τὴν μεσόγαιον τῆς Θρᾴκης, συνελέγοντό τε στράτευμα ἀμφότεροι. Οὐγγλέσης μὲν οὖν ὥρμητο ἀπὸ Φερρῶν ἐπὶ τοὺς Τούρκους, ἐν αἷς τὰ βασίλεια ἦν αὐτῷ· Κράλης τε ἅμα αὐτῷ ὁ ἀδελφὸς στράτευμα ἔχων ἀπὸ τῆς μεσογαίου τῆς Θρᾴκης συνῄει τῷ ἀδελφῷ ὡς στρατευσόμενοι ἅμα ἐπὶ τοὺς Τούρκους. ὁ μὲν οὖν Σουλαϊμάνης ἔτυχε πολιορκῶν πόλισμά τε παρὰ Τέαρον ποταμόν, διέχον ἀπὸ Ἀδριανουπόλεως σταδίους ὡσεὶ ἑβδομήκοντα, καὶ σκηνὰς μὲν αὐτοῦ οὐκ ὀλίγας ἀπὸ πίλων αἰγῶν ἐπήξατο, ἐν αἷς δὴ οἱ κατὰ τὴν Ἀσίαν Σκύθαι τε οἱ νομάδες καὶ Τούρκων οἱ πρὸς τόνδε τὸν βίον τετραμμένοι σκηνοῦν εἰώθασι, καὶ ἐπολιόρκει τὸ χωρίον προσέχων ἐντεταμένως. διατρί 1.28 βοντα δὲ αὐτὸν λέγεται, ὡς τάχιστα ἐπύθετο ἐπιόντας οἱ τοὺς πολεμίους, λαβεῖν τε ἐπιλεξάμενον ἄνδρας ἐς ὀκτακοσίους τῶν ἀμφ' αὑτὸν ἀρίστων, καὶ νυκτὸς ἐπελάσαντα ἐς τὸ πολεμίων στρατόπεδον καταδυόμενον, ὡς ἤδη ἡ ἠὼς ὑπέφαινε,