ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς». 10.14 Συνήκατε ταῦτα πάντα; Λέγουσι ναί (13, 51[52]). Ὁ γινώσκων τὰ ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων Χριστὸς Ἰησοῦς, ὡς καὶ περὶ τούτου ἐδίδαξεν ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλ' ἅπαξ ἀναλαβὼν ἄνθρωπον χρῆται καὶ τοῖς αὐτοῦ πᾶσιν, ὧν ἓν καὶ τὸ ἐρωτᾶν. Καὶ οὐ θαυμαστὸν εἰ ὁ σωτὴρ τοῦτο ποιεῖ, ὅπου γε καὶ ὁ τῶν ὅλων θεὸς τροποφορῶν τοὺς ἀνθρώπους «ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ» πυνθάνεται, ὡς ἐν τῷ «Ἀδάμ, ποῦ εἶ;» καὶ «ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου;» Βιασάμενος δέ τις ἐνταῦθα φήσει οὐκ ἐρωτηματικῶς εἰρῆσθαι ἀλλὰ ἀποφαντικῶς τὸ συνήκατε, ἐρεῖ δ' ὅτι καὶ οἱ μαθηταὶ μαρτυροῦντες αὐτοῦ τῇ ἀποφάσει λέγουσιν αὐτῷ τὸ ναί. Πλὴν εἴτε ἐρωτᾷ εἴτε ἀποφαίνεται, ἀναγκαίως λέγεται οὐ τὸ ταῦτα μόνον δεικτικὸν ὄν, οὐδὲ τὸ πάντα μόνον, ἀλλὰ τὸ ταῦτα πάντα. Ἔοικε δὲ νῦν τοὺς μαθητὰς παριστάναι πρὸ τῆς τῶν οὐρανῶν βασιλείας γραμματεῖς γεγονέναι· ἀλλὰ τούτῳ ἐναντιώσεται τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τοῦτον εἰρημένον τὸν τρόπον· «Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόντες ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν.» Ἐπιζητήσει τις οὖν πρὸς ταῦτα· εἰ μὲν γραμματεῖς ἦσαν, πῶς «ἀγράμματοι» ἐν ταῖς Πράξεσι λέγονται «καὶ ἰδιῶται»; Εἰ δ' ἦσαν «ἀγράμ ματοι καὶ ἰδιῶται», πῶς σαφέστατα γραμματεῖς ὑπὸ τοῦ σωτῆρος ὀνομάζονται; Λεχθείη δ' ἂν εἰς τὰ ἐζητημένα ὅτι ἤτοι οὐ πάντες ἀλλὰ Πέτρος καὶ Ἰωάννης «ἀγράμματοι καὶ ἰδιῶται» ἐν ταῖς Πράξεσιν εἴρηνται, πλείονες δ' ἦσαν οἱ μαθηταί, ἐφ' οἷς συνιεῖσι πάντα λέλεκται τὸ πᾶς γραμ ματεὺς καὶ τὰ ἑξῆς· ἢ γραμματεὺς πᾶς ὁ μεμαθητευμένος τῇ κατὰ τὸ γράμμα τοῦ νόμου διδασκαλίᾳ ὀνομάζεται, ὡς καὶ τοὺς ἀγραμμάτους μὲν καὶ ἰδιώτας, ἀγομένους δὲ ὑπὸ τῷ τοῦ νόμου γράμματι, γραμματεῖς λέγεσθαι κατά τι σημαινόμενον. Καὶ ἰδιωτῶν γε μάλιστά ἐστι, μὴ εἰδότων τροπολογεῖν μηδὲ συνιέντων τὰ τῆς ἀναγωγῆς τῶν γραφῶν, ἀλλὰ τῷ γράμματι ψιλῷ πιστευόντων καὶ τοῦτο ἐκδικούντων, τὸ χρηματίζειν αὐτοὺς γραμματεῖς. Οὕτως δέ τις διηγήσεται καὶ τὸ «οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί», ὡς παντὶ εἰρημένον τῷ πλὴν τοῦ γράμματος μηδὲν ἐπισταμένῳ. Ἔνθα ζητήσεις εἰ ὥσπερ νομικὸς γραμματεὺς οὕτως ἐστὶ καὶ εὐαγγελικός, καὶ ὥσπερ τὸν νόμον ἀναγινώσκων καὶ ἀκούων καὶ λέγων «ἅτινά ἐστιν ἀλληγορούμενα», οὕτω καὶ τὸ εὐαγγέλιον, ὡς εἰδέναι τηρουμένης τῆς κατὰ τὰ γενόμενα ἱστορίας τὴν ἐπὶ τὰ πνευματικὰ ἄπταιστον ἀναγωγήν, ἵνα μὴ ᾖ μαθήματα «πνευματικὰ πονηρίας», ἀλλ' ἐναντίως ἔχοντα πνευμα τικοῖς πονηρίας πνευματικὰ ἀγαθότητος. Μαθητεύεται δὲ τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς κατὰ μὲν τὸ ἁπλούστερον, ὅτε ἀπὸ Ἰουδαϊσμοῦ ἀναλαμβάνει τις τὴν Ἰησοῦ Χριστοῦ ἐκκλησιαστικὴν διδασκαλίαν· κατὰ δὲ τὸ βαθύτερον, ὅτε τὰς διὰ τοῦ γράμματος τῶν γραφῶν εἰσαγωγὰς παραλαβών τις ἀναβαίνει ἐπὶ τὰ πνευματικὰ ὀνομαζόμενα βασιλείαν οὐρανῶν. Καὶ καθ' ἕκαστόν γε διανόημα ἐπιτυγχανόμενον καὶ ἐπαναβεβηκότως νοηθὲν καὶ παραδειχθὲν καὶ ἀποδειχθὲν ἔστι νοῆσαι βασιλείαν οὐρανοῦ, ὡς τὸν περισσεύοντα τῇ ἀψευδεῖ γνώσει ἐν τῇ βασιλείᾳ γίνεσθαι τοῦ πλήθους τῶν οὕτως ἀποδεδομένων οὐρανῶν. Οὕτω δὲ καὶ τροπολογήσεις τὸ «μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», ἵν' οἱ γραμματεῖς, τουτέστιν οἱ τῷ γράμματι ψιλῷ προσανα παυόμενοι, μετανοοῦντες ἀπὸ τῆς τοιαύτης ἐκδοχῆς μαθητεύωνται τῇ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἐμψύχου λόγου πνευματικῇ διδασκαλίᾳ καλουμένῃ βασιλείᾳ οὐρανῶν. ∆ιὰ τοῦτο καὶ ὅσον μὲν Ἰησοῦς Χριστός, ὁ «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸς λόγος οὐκ ἐπιδημεῖ ψυχῇ, οὐκ ἔστιν ἐν ἐκείνῃ ἡ βασιλεία τῶν οὐρανῶν· ὅταν δὲ ἐγγύς τις γένηται τοῦ χωρῆσαι τὸν λόγον, τούτῳ ἐγγίζει ἡ βασιλεία τῶν οὐρανῶν. Εἰ δὲ ταὐτόν ἐστιν ὑποστάσει, εἰ καὶ μὴ ἐπινοίᾳ, βασιλεία οὐρανῶν καὶ βασιλεία θεοῦ, δῆλον ὅτι πρὸς οὓς λέγεται· «Ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστι», πρὸς τούτους ἂν λέγοιτο καὶ τὸ «ἡ βασιλεία»