τοιαῦτα, ἐφ' οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων. 3.1.18 Ἴδωμεν δὲ καὶ περὶ τοῦ «ἄρ' οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ». οἱ γὰρ ἐπιλαμβανόμενοί φασιν· εἰ «μὴ τοῦ θέλοντος μηδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ», οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν τὸ σώζεσθαι, ἀλλ' ἐκ κατασκευῆς τῆς ἀπὸ τοῦ τοιούσδε κατασκευάσαντος γεγενημένης ἢ ἐκ προαιρέσεως τοῦ ὅτε βούλεται ἐλεοῦντος. παρ' ὧν τοῦτο πευστέον· τὸ θέλειν τὰ καλὰ καλόν ἐστιν ἢ φαῦλον; καὶ τὸ τρέχειν βουλόμενον τυχεῖν τοῦ τέλους ἐν τῷ σπεύδειν ἐπὶ τὰ καλὰ ἐπαινετόν ἐστιν ἢ ψεκτόν; εἴτε γὰρ ἐροῦσι ψεκτόν, παρὰ τὴν ἐνάργειαν ἀποκρινοῦνται, καὶ τῶν ἁγίων θελόντων καὶ τρεχόντων καὶ δηλονότι ἐν τούτῳ ψεκτὸν <οὐ> ποιούντων· εἴτε ἐροῦσιν ὅτι καλὸν τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλά, πευσόμεθα πῶς ἡ ἀπολλυμένη φύσις θέλει τὰ κρείττονα· οἱονεὶ γὰρ δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς φέρει, εἴ γε καλὸν τὸ θέλειν τὰ κρείττονα. τρίτον δὲ ἐροῦσιν ὅτι τῶν μέσων ἐστὶ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλά, καὶ οὔτε ἀστεῖον οὔτε φαῦλον. λεκτέον δὲ πρὸς τοῦτο ὅτι εἰ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ μέσον ἐστί, καὶ τὸ ἐναντίον αὐτῷ μέσον ἐστί, τουτέστι τὸ θέλειν τὰ κακὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ κακά. οὐχὶ δέ γε μέσον ἐστὶ τὸ θέλειν τὰ κακὰ καὶ τρέχειν ἐπὶ τὰ κακά· οὐκ ἄρα μέσον τὸ θέλειν τὰ καλὰ καὶ τρέχειν ἐπὶ τὰ καλά. 3.1.19 Τοιαύτην τοίνυν ἀπολογίαν ἡγοῦμαι δύνασθαι ἡμᾶς πορί ζειν πρὸς τὸ «ἄρ' οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ». φησὶν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ὁ Σολομῶν (αὐ τοῦ γάρ ἐστιν ἡ ᾠδὴ τῶν ἀναβαθμῶν, ἐξ ἧς παραθησόμεθα τὰ ῥητά)· «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδο μοῦντες αὐτόν· ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων», οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ τοῦ οἰκοδομεῖν οὐδὲ διδά σκων μὴ ἀγρυπνεῖν εἰς τὸ φρουρεῖν ἡμῶν τὴν ἐν τῇ ψυχῇ πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς θεοῦ οἰκοδομούμενα καὶ τὰ μὴ τυγχά νοντα τῆς ἀπὸ τούτου φυλακῆς, μάτην οἰκοδομεῖται καὶ ἀνηνύτως τηρεῖται, εὐλόγως ἂν ἐπιγραφησομένου κυρίου τῆς οἰκοδομῆς τοῦ θεοῦ καὶ ἄρχοντος τῆς φρουρᾶς τῆς πόλεως τοῦ τῶν ὅλων δεσπότου. ὥσπερ οὖν εἰ λέγοιμεν· οὐ τοῦ οἰκοδομοῦντος ἀλλὰ τοῦ θεοῦ ἔργον ἐστὶν τόδε τὸ οἰκοδόμημα, καὶ οὐ τοῦ φυλάξαντος κατόρθωμα ἀλλὰ «τοῦ ἐπὶ πάντων θεοῦ» τὸ μηδὲν πεπονθέναι ἀπὸ πολεμίων τήνδε τὴν πόλιν, οὐκ ἂν πταίοιμεν, ὑπακουομένου μὲν τοῦ καὶ κατὰ τὸν ἄν θρωπόν τι γεγονέναι, τοῦ δὲ ἀνδραγαθήματος εὐχαρίστως ἐπὶ τὸν «τελειωτὴν» θεὸν ἀναφερομένου· οὕτως ἐπεὶ οὐκ ἀρκεῖ τὸ ἀνθρώπινον θέλειν πρὸς τὸ τυχεῖν τοῦ τέλους, οὐδὲ τὸ τῶν οἱονεὶ ἀθλητῶν τρέ χειν πρὸς τὸ καταλαβεῖν «τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ» (θεοῦ γὰρ συμπαρισταμένου ταῦτα ἀνύεται), καλῶς λέγεται τὸ «οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦν τος θεοῦ». ὡς εἰ καὶ ἐπὶ γεωργίας, ὅπερ καὶ γέγραπται, ἐλέγετο· «ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ θεὸς ηὔξησεν· ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός», καὶ τὸ τοὺς καρποὺς «πλήρεις» γεγονέναι οὐκ ἂν εὐσεβῶς λέγοιμεν ἔργον εἶναι τοῦ γεωργοῦ ἢ ἔργον τοῦ ποτίσαντος, ἀλλ' ἔργον τοῦ θεοῦ· οὕτω καὶ ἡ ἡμετέρα τελείωσις οὐχὶ μηδὲν ἡμῶν πραξάντων γίνεται, οὐ μὴν ἀφ' ἡμῶν ἀπαρτίζεται, ἀλλὰ θεὸς τὸ πολὺ ταύτης ἐνεργεῖ. καὶ ἵνα ἐναργέστερον πιστευθῇ τοῦτο εἶναι τὸ λεγόμενον, ἀπὸ τῆς κυβερ νητικῆς τὸ παράδειγμα ληψόμεθα. πρὸς γὰρ τὴν τῶν ἀνέμων πνοὴν καὶ τὴν τῶν ἀέρων εὐκρασίαν καὶ τὴν τῶν ἀστέρων λαμπρότητα, συνεργούντων τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ, πόστον ἂν ἀριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα ἀποκαταστάσεως ἡ κυβερνητικὴ τέχνη; οὐδὲ αὐτῶν τῶν κυβερνητῶν δι' εὐλάβειαν πολλάκις τολμώντων ὁμολογεῖν τὸ σεσωκέναι τὴν ναῦν, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἀναφερόν των, οὐ τῷ μηδὲν αὐτοὺς ἐνηργηκέναι, ἀλλὰ τῷ εἰς ὑπερβολὴν πολλα πλάσιον εἶναι τὸ ἀπὸ τῆς προνοίας τοῦ ἀπὸ τῆς τέχνης. καὶ ἐπὶ τῆς ἡμετέρας