De principiis

 μαθήματα ἀνειληφότι καὶ ἠσκηκότι· οἱ μὲν γαργαλισμοὶ καὶ οἱ ἐρεθισμοὶ συμβαίνουσιν, ὁ λόγος δέ, ἅτε ἐπὶ πλεῖον ἰσχυροποιηθεὶς καὶ τραφεὶς τῇ μελέτῃ κα

 αὐτεξουσίοις ἡμῖν διαλέγεται καὶ ἑαυτοῖς αἰτίοις τυγχάνουσιν ἀπωλείας ἢ σωτηρίας· «ἢ τοῦ πλού του» γάρ φησι «τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ

 ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτόν, καὶ πάντως ἐπείσθη ἂν ἅτε οὐκ ὢν χοϊκὸς ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος, χρῄζει δὲ αὐτοῦ ὁ θεὸς ὑπὲρ τοῦ ἐνδ

 παρὰ τὸ ὑποκείμενον, ἀπὸ τῆς μιᾶς θερμότητος τηκομένου μὲν τοῦ κηροῦ, ξηραινομένου δὲ τοῦ πηλοῦ· οὕτως ἡ μία ἐνέργεια ἡ διὰ Μωσέως γινομένη σκληρυμμὸν

 ὅσον παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μα καριότητος ἐληλύθασιν. 3.1.13 Οὐκοῦν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπόμενος καὶ μακροθυμε

 λιθίνας καρδίας» καὶ ἐντίθησι «σαρκίνας», ὥστε «τὰ προστάγματα αὐτοῦ φυλάττεσθαι» καὶ τηρεῖσθαι τὰς ἐντολάς, οὐκ ἔστι τὴν κακίαν ἀποθέσθαι ἐφ' ἡμῖν. τ

 ἀπὸ τῆς παλαιᾶς κατηγορουμένων τοιού των. ἐὰν δὲ περὶ τοῦ εὐαγγελίου ἀπολογίαν ζητῶσι, λεκτέον πρὸς αὐτούς, εἰ μὴ ἐπιλήπτως ποιοῦσιν ἐπὶ τῶν ὁμοίων πρ

 τοιαῦτα, ἐφ' οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων. 3.1.18 Ἴδωμεν δὲ

 γοῦν σωτηρίας πολλαπλάσιόν ἐστιν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοῦ θεοῦ τοῦ ἀπὸ τοῦ ἐφ' ἡμῖν. διόπερ ἡγοῦμαι λέγεσθαι τὸ «οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀ

 τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον» ὑγιές ἐστι, τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς «σκεύη ἀτιμίας» ἐπὶ τοῦτο πράξεως ἐλ

 εἰς κρείττονα προκόπτειν, ἑτέρους δὲ ἀπὸ κρειττόνων εἰς χείρονα καταπίπτειν, καὶ ἄλλους ἐν τοῖς καλοῖς τηρεῖσθαι ἢ ἀπὸ καλῶν εἰς κρείττονα ἐπαναβαίνει

 οὐδὲ τῶν διδασκάλων πλεοναζόντων, «πανταχόσε κηρυχθῆναι τῆς οἰκουμένης», ὥστε «Ἕλληνας καὶ βαρβάρους, σοφούς τε καὶ ἀνοή τους» προσθέσθαι τῇ διὰ Ἰησοῦ

 «ἐξεχύθη χάρις ἐν χείλεσιν αὐτοῦ»; τεκμήριον γὰρ τῆς «ἐκχυθείσης χάριτος ἐν χείλεσιν αὐτοῦ» τὸ ὀλίγου διαγεγενημένου χρόνου τῆς διδασκαλίας αὐτοῦ (ἐνι

 ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ οὐχ οὕτω δῆλος ἐν τοῖς κατὰ τὰ ἀνθρώ πινα συμπτώματα, ὡς ἐν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι τῶν ζώων, σφόδρα τοῦ πρὸς τί

 ᾠήθησαν, ὡς ἀτελοῦς καὶ οὐκ ἀγαθοῦ τυγχάνοντος τοῦ δημιουργοῦ, τὸν σωτῆρα ἐπιδεδημηκέναι τελειότερον καταγγέλλοντα θεόν, ὅν φασι μὴ τὸν δημιουργὸν τυγ

 οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε». 4.2.4 Ἡ τοίνυν φαινομένη ἡμῖν ὁδὸς τοῦ πῶς δεῖ ἐντυγχάνειν ταῖς γραφαῖς καὶ τὸν νοῦν αὐτῶν ἐκλαμβάνε

 χαρακτῆρα. Πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ ἀποδεῖξαι, ποίων «ἐπου ρανίων ὑποδείγματι καὶ σκιᾷ» οἱ «κατὰ σάρκα» Ἰουδαῖοι «ἐλάτρευον», καὶ τίνων «μελ

 τηλικαύτη ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς, ἀλλὰ καὶ ἀλλαχοῦ, ἀναγκαῖον ἡμᾶς μαθεῖν. 4.2.8 Τούτων δὴ καὶ τῶν παραπλησίων προκειμένων τῷ φωτίζοντ

 γεωργοῦ τὸν θεὸν «πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς», καὶ «ξύλον ζωῆς» ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητόν, ὥστε διὰ τῶν σωματικῶν ὀδό

 ἀλλὰ καὶ «δεξιὰ σιαγὼν τύπτεσθαι» λεγομένη ἀπιθανωτάτη ἐστί, παντὸς τοῦ τύπτοντος, εἰ μὴ ἄρα πεπονθώς τι παρὰ φύσιν τυγχάνει, τῇ δεξιᾷ χειρὶ τύπτοντος

 πᾶσα μὲν ἔχει τὸ πνευματικόν, οὐ πᾶσα δὲ τὸ σωματικόν· πολλαχοῦ γὰρ ἐλέγχεται ἀδύνατον ὂν τὸ σωματικόν. ∆ιόπερ πολλὴν προσοχὴν συνεισακτέον τῷ εὐλαβῶς

 ἡμῶν». καὶ ἐν ἄλλῃ ἐπιστολῇ· «ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ π

 Ἰσραὴλ ἢ πόρρω τυγχανόντων, καὶ ἡ «εἰς Αἴγυπτον κάθοδος τῶν ἑβδομήκοντα ψυχῶν», ὅπως ἐκεῖ γένωνται «ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει». ἀλλ' ἐπεὶ οὐ

γεωργοῦ τὸν θεὸν «πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς», καὶ «ξύλον ζωῆς» ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητόν, ὥστε διὰ τῶν σωματικῶν ὀδόντων γευσάμενον τοῦ καρποῦ τὸ ζῆν ἀναλαμβάνειν· καὶ πάλιν «καλοῦ καὶ πονηροῦ» μετέχειν τινὰ παρὰ τὸ μεμασῆσθαι τὸ ἀπὸ τοῦδε τοῦ ξύλου λαμβανόμενον; ἐὰν δὲ καὶ «θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ περιπατεῖν» λέγηται καὶ «ὁ Ἀδὰμ ὑπὸ τὸ ξύλον κρύπτεσθαι», οὐκ οἶμαι διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης ἱστορίας καὶ οὐ σωματικῶς γεγενημένης μηνύειν τινὰ μυστήρια. ἀλλὰ καὶ «Κάιν ἐξερχόμενος ἀπὸ προσώπου τοῦ θεοῦ» σαφῶς τοῖς ἐπιστήσασι φαίνεται κινεῖν τὸν ἐντυγχάνοντα ζητεῖν, <τί> «πρόσωπον θεοῦ» καὶ τὸ «ἐξέρχεσθαί» τινα ἀπ' αὐτοῦ. καὶ τί δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμβλέων μυρία ὅσα τοιαῦτα δυναμένων συναγαγεῖν, ἀναγεγραμμένα μὲν ὡς γεγονότα, οὐ γεγενημένα δὲ κατὰ τὴν λέξιν; ἀλλὰ καὶ τὰ εὐαγγέλια δὲ τοῦ αὐτοῦ εἴδους τῶν λόγων πεπλήρωται, «εἰς ὑψηλὸν ὄρος» τὸν Ἰησοῦν ἀναβιβάζοντος τοῦ διαβόλου, ἵν' ἐκεῖθεν αὐτῷ «δείξῃ τοῦ παντὸς κόσμου τὰς βασιλείας καὶ τὴν δόξαν αὐτῶν». τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατωτέρω καὶ ὑποκείμενα, ἑωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες; παραπλησίως δὲ τούτοις καὶ ἄλλα μυρία ἀπὸ τῶν εὐαγγελίων ἔνεστι τὸν ἀκριβοῦντα τηρῆσαι ὑπὲρ τοῦ συγκαταθέσθαι συνυφαίνεσθαι ταῖς κατὰ τὸ ῥητὸν γεγενημέναις ἱστορίαις ἕτερα μὴ συμβεβηκότα. 4.3.2 Ἐὰν δὲ καὶ ἐπὶ τὴν νομοθεσίαν ἔλθωμεν τὴν Μωσέως, πολλοὶ τῶν νόμων, τὸ ὅσον ἐπὶ τῷ καθ' ἑαυτοὺς τηρεῖσθαι, τὸ ἄλογον ἐμφαίνουσιν, ἕτεροι δὲ τὸ ἀδύνατον. τὸ μὲν ἄλογον, γῦπες ἐσθίεσθαι ἀπαγορευόμενοι, οὐδενὸς οὐδὲ ἐν τοῖς μεγίστοις λιμοῖς ἐκβιασθέντος ὑπὸ τῆς ἐνδείας ἐπὶ τοῦτο τὸ ζῷον φθάσαι· καὶ «ὀκταήμερα παιδία ἀπερίτμητα ἐξολοθρεύεσθαι ἐκ τοῦ γένους αὐτῶν» κελευόμενα, δέον, εἰ ὅλως ἐχρῆν τι περὶ τούτων κατὰ τὸ ῥητὸν νενομοθετῆσθαι, τοὺς πατέρας αὐτῶν κελεύεσθαι ἀναιρεῖσθαι ἢ τοὺς παρ' οἷς τρέφονται· νῦν δέ φησιν ἡ γραφή· «ἀπερίτμητος πᾶς ἄρρην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτοῦ». εἰ δὲ καὶ ἀδύνατα νομοθετούμενα βούλεσθε ἰδεῖν, ἐπισκεψώμεθα ὅτι τραγέλαφος μὲν τῶν ἀδυνάτων ὑποστῆναι ζῷον τυγχάνει, ὃν ὡς καθαρὸν κελεύει Μωσῆς ἡμᾶς προσφέρεσθαι· γρὺψ δὲ οὐχ ἱστόρηταί ποτε ὑποχείριος ἀνθρώπῳ γεγονέναι, ὃν ἀπαγορεύει ἐσθίεσθαι ὁ νομοθέτης. ἀλλὰ καὶ τὸ διαβόητον σάββατον τῷ ἀκριβοῦντι τό· «καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν· μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ» ἀδύνατόν ἐστι φυλαχθῆναι κατὰ τὴν λέξιν, οὐδενὸς ζῴου δυναμένου δι' ὅλης καθέζεσθαι τῆς ἡμέρας καὶ ἀκινητεῖν ἀπὸ τοῦ καθέζεσθαι. διόπερ τινὰ μὲν οἱ ἐκ περιτομῆς καὶ ὅσοι θέλουσι πλέον τῆς λέξεως δηλοῦσθαι μηδὲν οὐδὲ τὴν ἀρχὴν ζητοῦσιν, ὥσπερ τὰ περὶ τραγελάφου καὶ γρυπὸς καὶ γυπός, εἴς τινα δὲ φλυαροῦσιν εὑρησιλογοῦντες, ψυχρὰς παραδόσεις φέροντες, ὥσπερ καὶ περὶ τοῦ σαββάτου, φάσκοντες τόπον ἑκάστου εἶναι δισχιλίους πήχεις, ἄλλοι δέ, ὧν ἐστι ∆οσίθεος ὁ Σαμαρεύς, καταγινώσκοντες τῆς τοιαύτης διηγήσεως οἴονται ἐπὶ τοῦ σχήματος, οὗ ἂν καταληφθῇ τις ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου, μένειν μέχρις ἑσπέρας. ἀλλὰ καὶ τὸ «μὴ αἴρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου» ἀδύνατον· διόπερ εἰς ἀπεραντολογίαν οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐληλύθασι, φάσκοντες «βάσταγμα» μὲν εἶναι τὸ τοιόνδε ὑπόδημα, οὐ μὴν καὶ τὸ τοιόνδε, καὶ τὸ ἥλους ἔχον σανδάλιον, οὐ μὴν καὶ τὸ ἀνήλωτον, καὶ τὸ οὑτωσὶ ἐπὶ τοῦ ὤμου φορούμενον, οὐ μὴν καὶ ἐπὶ τῶν δύο ὤμων. 4.3.3 Εἰ δὲ καὶ ἐπὶ τὸ εὐαγγέλιον ἐλθόντες τὰ ὅμοια ζητήσαιμεν, τί ἂν εἴη ἀλογώτερον τοῦ· «μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε», ὅπερ ἐντέλλεσθαι νομίζουσιν οἱ ἀκέραιοι τὸν σωτῆρα τοῖς ἀποστόλοις;