De principiis

 μαθήματα ἀνειληφότι καὶ ἠσκηκότι· οἱ μὲν γαργαλισμοὶ καὶ οἱ ἐρεθισμοὶ συμβαίνουσιν, ὁ λόγος δέ, ἅτε ἐπὶ πλεῖον ἰσχυροποιηθεὶς καὶ τραφεὶς τῇ μελέτῃ κα

 αὐτεξουσίοις ἡμῖν διαλέγεται καὶ ἑαυτοῖς αἰτίοις τυγχάνουσιν ἀπωλείας ἢ σωτηρίας· «ἢ τοῦ πλού του» γάρ φησι «τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ

 ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτόν, καὶ πάντως ἐπείσθη ἂν ἅτε οὐκ ὢν χοϊκὸς ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος, χρῄζει δὲ αὐτοῦ ὁ θεὸς ὑπὲρ τοῦ ἐνδ

 παρὰ τὸ ὑποκείμενον, ἀπὸ τῆς μιᾶς θερμότητος τηκομένου μὲν τοῦ κηροῦ, ξηραινομένου δὲ τοῦ πηλοῦ· οὕτως ἡ μία ἐνέργεια ἡ διὰ Μωσέως γινομένη σκληρυμμὸν

 ὅσον παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μα καριότητος ἐληλύθασιν. 3.1.13 Οὐκοῦν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπόμενος καὶ μακροθυμε

 λιθίνας καρδίας» καὶ ἐντίθησι «σαρκίνας», ὥστε «τὰ προστάγματα αὐτοῦ φυλάττεσθαι» καὶ τηρεῖσθαι τὰς ἐντολάς, οὐκ ἔστι τὴν κακίαν ἀποθέσθαι ἐφ' ἡμῖν. τ

 ἀπὸ τῆς παλαιᾶς κατηγορουμένων τοιού των. ἐὰν δὲ περὶ τοῦ εὐαγγελίου ἀπολογίαν ζητῶσι, λεκτέον πρὸς αὐτούς, εἰ μὴ ἐπιλήπτως ποιοῦσιν ἐπὶ τῶν ὁμοίων πρ

 τοιαῦτα, ἐφ' οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων. 3.1.18 Ἴδωμεν δὲ

 γοῦν σωτηρίας πολλαπλάσιόν ἐστιν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοῦ θεοῦ τοῦ ἀπὸ τοῦ ἐφ' ἡμῖν. διόπερ ἡγοῦμαι λέγεσθαι τὸ «οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀ

 τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον» ὑγιές ἐστι, τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς «σκεύη ἀτιμίας» ἐπὶ τοῦτο πράξεως ἐλ

 εἰς κρείττονα προκόπτειν, ἑτέρους δὲ ἀπὸ κρειττόνων εἰς χείρονα καταπίπτειν, καὶ ἄλλους ἐν τοῖς καλοῖς τηρεῖσθαι ἢ ἀπὸ καλῶν εἰς κρείττονα ἐπαναβαίνει

 οὐδὲ τῶν διδασκάλων πλεοναζόντων, «πανταχόσε κηρυχθῆναι τῆς οἰκουμένης», ὥστε «Ἕλληνας καὶ βαρβάρους, σοφούς τε καὶ ἀνοή τους» προσθέσθαι τῇ διὰ Ἰησοῦ

 «ἐξεχύθη χάρις ἐν χείλεσιν αὐτοῦ»; τεκμήριον γὰρ τῆς «ἐκχυθείσης χάριτος ἐν χείλεσιν αὐτοῦ» τὸ ὀλίγου διαγεγενημένου χρόνου τῆς διδασκαλίας αὐτοῦ (ἐνι

 ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ οὐχ οὕτω δῆλος ἐν τοῖς κατὰ τὰ ἀνθρώ πινα συμπτώματα, ὡς ἐν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι τῶν ζώων, σφόδρα τοῦ πρὸς τί

 ᾠήθησαν, ὡς ἀτελοῦς καὶ οὐκ ἀγαθοῦ τυγχάνοντος τοῦ δημιουργοῦ, τὸν σωτῆρα ἐπιδεδημηκέναι τελειότερον καταγγέλλοντα θεόν, ὅν φασι μὴ τὸν δημιουργὸν τυγ

 οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε». 4.2.4 Ἡ τοίνυν φαινομένη ἡμῖν ὁδὸς τοῦ πῶς δεῖ ἐντυγχάνειν ταῖς γραφαῖς καὶ τὸν νοῦν αὐτῶν ἐκλαμβάνε

 χαρακτῆρα. Πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ ἀποδεῖξαι, ποίων «ἐπου ρανίων ὑποδείγματι καὶ σκιᾷ» οἱ «κατὰ σάρκα» Ἰουδαῖοι «ἐλάτρευον», καὶ τίνων «μελ

 τηλικαύτη ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς, ἀλλὰ καὶ ἀλλαχοῦ, ἀναγκαῖον ἡμᾶς μαθεῖν. 4.2.8 Τούτων δὴ καὶ τῶν παραπλησίων προκειμένων τῷ φωτίζοντ

 γεωργοῦ τὸν θεὸν «πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς», καὶ «ξύλον ζωῆς» ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητόν, ὥστε διὰ τῶν σωματικῶν ὀδό

 ἀλλὰ καὶ «δεξιὰ σιαγὼν τύπτεσθαι» λεγομένη ἀπιθανωτάτη ἐστί, παντὸς τοῦ τύπτοντος, εἰ μὴ ἄρα πεπονθώς τι παρὰ φύσιν τυγχάνει, τῇ δεξιᾷ χειρὶ τύπτοντος

 πᾶσα μὲν ἔχει τὸ πνευματικόν, οὐ πᾶσα δὲ τὸ σωματικόν· πολλαχοῦ γὰρ ἐλέγχεται ἀδύνατον ὂν τὸ σωματικόν. ∆ιόπερ πολλὴν προσοχὴν συνεισακτέον τῷ εὐλαβῶς

 ἡμῶν». καὶ ἐν ἄλλῃ ἐπιστολῇ· «ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ π

 Ἰσραὴλ ἢ πόρρω τυγχανόντων, καὶ ἡ «εἰς Αἴγυπτον κάθοδος τῶν ἑβδομήκοντα ψυχῶν», ὅπως ἐκεῖ γένωνται «ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει». ἀλλ' ἐπεὶ οὐ

ὅσον παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μα καριότητος ἐληλύθασιν. 3.1.13 Οὐκοῦν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπόμενος καὶ μακροθυμεῖ ἐπί τινας τῶν ἁμαρτανόντων ὁ θεὸς οὐκ ἀλόγως, ἀλλ' ὡς αὐτοῖς συνοίσοντος ὡς πρὸς τὴν ἀθανασίαν τῆς ψυχῆς καὶ τὸν ἄπειρον αἰῶνα τοῦ μὴ ταχὺ συνεργηθῆναι εἰς σωτηρίαν, ἀλλὰ βράδιον ἐπὶ ταύτην ἀχθῆναι μετὰ τὸ πειραθῆναι πολλῶν κακῶν. ὥσπερ γάρ τινα καὶ ἰατροὶ δυνάμενοι τάχιον ἰάσασθαι, ὅταν ἐγκε κρυμμένον ἰὸν ὑπονοῶσιν ὑπάρχειν περὶ τὰ σώματα, τὸ ἐναντίον τῷ ἰάσασθαι ἐργάζονται, διὰ τὸ ἰᾶσθαι βούλεσθαι ἀσφαλέστερον τοῦτο ποιοῦντες, ἡγούμενοι κρεῖττον εἶναι πολλῷ χρόνῳ παρακατασχεῖν τινα ἐν τῷ φλεγμαίνειν καὶ κάμνειν ὑπὲρ τοῦ βεβαιότερον αὐτὸν τὴν ὑγείαν ἀπολαβεῖν ἤπερ τάχιον μὲν ῥῶσαι δοκεῖν, ὕστερον δὲ ἀναδῦναι καὶ πρόσκαιρον γενέσθαι τὴν ταχυτέραν ἴασιν· τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, γινώσκων τὰ κρύφια τῆς καρδίας καὶ προγινώ σκων τὰ μέλλοντα, διὰ τῆς μακροθυμίας ἐπιτρέπει τάχα καὶ διὰ τῶν ἔξωθεν συμβαινόντων ἐφελκόμενος τὸ ἐν κρυπτῷ κακὸν ὑπὲρ τοῦ καθᾶραι τὸν δι' ἀμέλειαν τὰ σπέρματα τῆς ἁμαρτίας κεχωρηκότα, ἵνα εἰς ἐπιπολὴν ἐλθόντα αὐτά τις ἐμέσας, εἰ καὶ ἐπὶ πλεῖον ἐν κα κοῖς γεγένηται, ὕστερον δυνηθῇ καθαρσίου τυχὼν τοῦ μετὰ τὴν κα κίαν ἀναστοιχειωθῆναι. θεὸς γὰρ οἰκονομεῖ τὰς ψυχὰς οὐχ ὡς πρὸς τὴν φέρ' εἰπεῖν πεντηκονταετίαν τῆς ἐνθάδε ζωῆς, ἀλλ' ὡς πρὸς τὸν ἀπέραντον αἰῶνα· ἄφθαρτον γὰρ φύσιν πεποίηκε τὴν νοερὰν καὶ αὐτῷ συγγενῆ, καὶ οὐκ ἀποκλείεται ὥσπερ ἐπὶ τῆς ἐνταῦθα ζωῆς ἡ λογικὴ ψυχὴ τῆς θεραπείας. 3.1.14 Φέρε δὲ καὶ τοιαύτῃ εἰκόνι ἀπὸ τοῦ εὐαγγελίου χρησώ μεθα. ἔστι τις πέτρα ὀλίγην ἔχουσα καὶ ἐπιπόλαιον γῆν, εἰς ἣν ἂν πέσῃ τὰ σπέρματα ταχὺ ἀνθεῖ, ἀλλ' ἀνθήσαντα, ἐπεὶ «ῥίζαν οὐκ ἔχει», «ἡλίου ἀνατείλαντος καυματίζεται καὶ ξηραίνεται». καὶ αὕτη ἡ πέτρα ἀνθρωπίνη ἐστὶ ψυχὴ διὰ τὴν ἀμέλειαν σκληρυνθεῖσα καὶ διὰ τὴν κακίαν ἀπολιθωθεῖσα· «λιθίνη» γὰρ οὐδενὶ ἔκτισται ὑπὸ θεοῦ «καρδία», ἀλλ' ἀπὸ τῆς πονηρίας τοιαύτη γίνεται. ὥσπερ οὖν εἰ ἐγκαλοῖ τις τῷ γεωργῷ, μὴ τάχιον τὰ σπέρματα ἐπὶ τὴν πετρώδη γῆν βαλόντι, ὁρῶν ἄλλην τινὰ πετρώδη γῆν λαβοῦσαν τὰ σπέρματα καὶ ἀνθοῦσαν, ἀποκρίναιτο ἂν ὁ γεωργὸς ὅτι βράδιον σπερῶ τὴν γῆν ταύτην, ἐπι βαλὼν τὰ δυνάμενα παρακατασχεῖν τὰ σπαρησόμενα, κρείττονος ἐσο μένου τῇδε τῇ γῇ τοῦ βραδυτέρου καὶ ἀσφαλεστέρου παρὰ τὴν τάχιον εἰληφυῖαν καὶ ἐπιπολαιοτέρως, πεισθείημεν ἂν ὡς εὐλόγως λέγοντι τῷ γεωργῷ καὶ ὡς ἐπιστημόνως πεποιηκότι· οὕτω καὶ ὁ μέγας πάσης φύσεως γεωργὸς ὑπερτίθεται τὴν νομισθεῖσαν ἂν τάχιον εὐποιΐαν, ἵνα μὴ ἐπιπόλαιος γένηται. ἀλλ' εἰκός τινα ἡμῖν πρὸς ταῦτα ἀνθυπ ενεγκεῖν· διὰ τί δέ «τι τῶν σπερμάτων πίπτει ἐπὶ τὴν» ἐξ ἐπιπολῆς ἔχουσαν τὴν γῆν, οἱονεὶ «πέτραν» οὖσαν, ψυχήν; λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι βέλτιον τῇδέ τινι προπετέστερον βεβουλημένῃ τὰ κρείτ τονα καὶ οὐχὶ ὁδῷ ἐπ' αὐτὰ ὁδευσάσῃ τυχεῖν οὗ βεβούληται, ἵνα ἑαυτῆς ἐπὶ τούτῳ καταγνοῦσα τὴν κατὰ φύσιν γεωργίαν μακροθυμήσῃ ὕστερον πολλῷ χρόνῳ λαβεῖν. Ἄπειροι γὰρ ἡμῖν, ὡς ἂν εἴποι τις, αἱ ψυχαί, καὶ ἄπειρα τὰ τού των ἤθη, καὶ πλεῖστα ὅσα τὰ κινήματα καὶ αἱ προθέσεις καὶ αἱ ἐπι βολαὶ καὶ αἱ ὁρμαί· ὧν εἷς μόνος οἰκονόμος ἄριστος, καὶ τοὺς καιροὺς ἐπιστάμενος καὶ τὰ ἁρμόζοντα βοηθήματα καὶ τὰς ἀγωγὰς καὶ τὰς ὁδούς, ὁ τῶν ὅλων θεὸς καὶ πατήρ, ὁ εἰδὼς πῶς καὶ τὸν Φαραὼ ἄγει διὰ τοσῶνδε καὶ καταποντισμοῦ. εἰς ὃν οὐ καταλήγει ἡ οἰκονο μία τοῦ Φαραώ, οὐ γὰρ ἐπεὶ κατεποντώθη, ἀνελύθη· «ἐν γὰρ χειρὶ θεοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατιῶν ἐπιστήμη». καὶ ταῦτα μὲν μετρίως εἰς ἀπολογίαν περὶ τοῦ «ἐσκλη ρύνθαι τὴν καρδίαν Φαραὼ» καὶ περὶ τοῦ· «ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει». 3.1.15 Ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ Ἰεζεκιὴλ λέγοντος· «ἐξελῶ τὰς λιθίνας καρδίας ἀπ' αὐτῶν καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς δι καιώμασί μου πορεύωνται καὶ τὰ προστάγματά μου φυλάσσωσιν». εἰ γὰρ ὅτε βούλεται ὁ θεὸς «ἐξαιρεῖ τὰς