De principiis

 μαθήματα ἀνειληφότι καὶ ἠσκηκότι· οἱ μὲν γαργαλισμοὶ καὶ οἱ ἐρεθισμοὶ συμβαίνουσιν, ὁ λόγος δέ, ἅτε ἐπὶ πλεῖον ἰσχυροποιηθεὶς καὶ τραφεὶς τῇ μελέτῃ κα

 αὐτεξουσίοις ἡμῖν διαλέγεται καὶ ἑαυτοῖς αἰτίοις τυγχάνουσιν ἀπωλείας ἢ σωτηρίας· «ἢ τοῦ πλού του» γάρ φησι «τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ

 ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτόν, καὶ πάντως ἐπείσθη ἂν ἅτε οὐκ ὢν χοϊκὸς ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος, χρῄζει δὲ αὐτοῦ ὁ θεὸς ὑπὲρ τοῦ ἐνδ

 παρὰ τὸ ὑποκείμενον, ἀπὸ τῆς μιᾶς θερμότητος τηκομένου μὲν τοῦ κηροῦ, ξηραινομένου δὲ τοῦ πηλοῦ· οὕτως ἡ μία ἐνέργεια ἡ διὰ Μωσέως γινομένη σκληρυμμὸν

 ὅσον παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μα καριότητος ἐληλύθασιν. 3.1.13 Οὐκοῦν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπόμενος καὶ μακροθυμε

 λιθίνας καρδίας» καὶ ἐντίθησι «σαρκίνας», ὥστε «τὰ προστάγματα αὐτοῦ φυλάττεσθαι» καὶ τηρεῖσθαι τὰς ἐντολάς, οὐκ ἔστι τὴν κακίαν ἀποθέσθαι ἐφ' ἡμῖν. τ

 ἀπὸ τῆς παλαιᾶς κατηγορουμένων τοιού των. ἐὰν δὲ περὶ τοῦ εὐαγγελίου ἀπολογίαν ζητῶσι, λεκτέον πρὸς αὐτούς, εἰ μὴ ἐπιλήπτως ποιοῦσιν ἐπὶ τῶν ὁμοίων πρ

 τοιαῦτα, ἐφ' οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων. 3.1.18 Ἴδωμεν δὲ

 γοῦν σωτηρίας πολλαπλάσιόν ἐστιν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοῦ θεοῦ τοῦ ἀπὸ τοῦ ἐφ' ἡμῖν. διόπερ ἡγοῦμαι λέγεσθαι τὸ «οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀ

 τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον» ὑγιές ἐστι, τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς «σκεύη ἀτιμίας» ἐπὶ τοῦτο πράξεως ἐλ

 εἰς κρείττονα προκόπτειν, ἑτέρους δὲ ἀπὸ κρειττόνων εἰς χείρονα καταπίπτειν, καὶ ἄλλους ἐν τοῖς καλοῖς τηρεῖσθαι ἢ ἀπὸ καλῶν εἰς κρείττονα ἐπαναβαίνει

 οὐδὲ τῶν διδασκάλων πλεοναζόντων, «πανταχόσε κηρυχθῆναι τῆς οἰκουμένης», ὥστε «Ἕλληνας καὶ βαρβάρους, σοφούς τε καὶ ἀνοή τους» προσθέσθαι τῇ διὰ Ἰησοῦ

 «ἐξεχύθη χάρις ἐν χείλεσιν αὐτοῦ»; τεκμήριον γὰρ τῆς «ἐκχυθείσης χάριτος ἐν χείλεσιν αὐτοῦ» τὸ ὀλίγου διαγεγενημένου χρόνου τῆς διδασκαλίας αὐτοῦ (ἐνι

 ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ οὐχ οὕτω δῆλος ἐν τοῖς κατὰ τὰ ἀνθρώ πινα συμπτώματα, ὡς ἐν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι τῶν ζώων, σφόδρα τοῦ πρὸς τί

 ᾠήθησαν, ὡς ἀτελοῦς καὶ οὐκ ἀγαθοῦ τυγχάνοντος τοῦ δημιουργοῦ, τὸν σωτῆρα ἐπιδεδημηκέναι τελειότερον καταγγέλλοντα θεόν, ὅν φασι μὴ τὸν δημιουργὸν τυγ

 οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε». 4.2.4 Ἡ τοίνυν φαινομένη ἡμῖν ὁδὸς τοῦ πῶς δεῖ ἐντυγχάνειν ταῖς γραφαῖς καὶ τὸν νοῦν αὐτῶν ἐκλαμβάνε

 χαρακτῆρα. Πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ ἀποδεῖξαι, ποίων «ἐπου ρανίων ὑποδείγματι καὶ σκιᾷ» οἱ «κατὰ σάρκα» Ἰουδαῖοι «ἐλάτρευον», καὶ τίνων «μελ

 τηλικαύτη ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς, ἀλλὰ καὶ ἀλλαχοῦ, ἀναγκαῖον ἡμᾶς μαθεῖν. 4.2.8 Τούτων δὴ καὶ τῶν παραπλησίων προκειμένων τῷ φωτίζοντ

 γεωργοῦ τὸν θεὸν «πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς», καὶ «ξύλον ζωῆς» ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητόν, ὥστε διὰ τῶν σωματικῶν ὀδό

 ἀλλὰ καὶ «δεξιὰ σιαγὼν τύπτεσθαι» λεγομένη ἀπιθανωτάτη ἐστί, παντὸς τοῦ τύπτοντος, εἰ μὴ ἄρα πεπονθώς τι παρὰ φύσιν τυγχάνει, τῇ δεξιᾷ χειρὶ τύπτοντος

 πᾶσα μὲν ἔχει τὸ πνευματικόν, οὐ πᾶσα δὲ τὸ σωματικόν· πολλαχοῦ γὰρ ἐλέγχεται ἀδύνατον ὂν τὸ σωματικόν. ∆ιόπερ πολλὴν προσοχὴν συνεισακτέον τῷ εὐλαβῶς

 ἡμῶν». καὶ ἐν ἄλλῃ ἐπιστολῇ· «ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ π

 Ἰσραὴλ ἢ πόρρω τυγχανόντων, καὶ ἡ «εἰς Αἴγυπτον κάθοδος τῶν ἑβδομήκοντα ψυχῶν», ὅπως ἐκεῖ γένωνται «ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει». ἀλλ' ἐπεὶ οὐ

ᾠήθησαν, ὡς ἀτελοῦς καὶ οὐκ ἀγαθοῦ τυγχάνοντος τοῦ δημιουργοῦ, τὸν σωτῆρα ἐπιδεδημηκέναι τελειότερον καταγγέλλοντα θεόν, ὅν φασι μὴ τὸν δημιουργὸν τυγχά νειν, διαφόρως περὶ τούτου κινούμενοι· καὶ ἅπαξ ἀποστάντες τοῦ δημιουργοῦ, ὅς ἐστιν ἀγέννητος μόνος θεός, ἀναπλασμοῖς ἑαυτοὺς ἐπιδεδώκασι, μυθοποιοῦντες ἑαυτοῖς ὑποθέσεις, καθ' ἃς οἴονται γε γονέναι τὰ βλεπόμενα, καὶ ἕτερά τινα μὴ βλεπόμενα, ἅπερ ἡ ψυχὴ αὐτῶν ἀνειδωλοποίησεν. Ἀλλὰ μὴν καὶ οἱ ἀκεραιότεροι τῶν ἀπὸ τῆς ἐκκλησίας αὐχούντων τυγχάνειν τοῦ μὲν δημιουργοῦ μείζονα οὐδένα ὑπειλήφασιν, ὑγιῶς τοῦτο ποιοῦντες· τοιαῦτα δὲ ὑπολαμβάνουσι περὶ αὐτοῦ, ὁποῖα οὐδὲ περὶ τοῦ ὠμοτάτου καὶ ἀδικωτάτου ἀνθρώπου. 4.2.2 Αἰτία δὲ πᾶσι τοῖς προειρημένοις ψευδοδοξιῶν καὶ ἀσεβειῶν ἢ ἰδιωτικῶν περὶ θεοῦ λόγων οὐκ ἄλλη τις εἶναι δοκεῖ ἢ ἡ γραφὴ κατὰ τὰ πνευματικὰ μὴ νενοημένη, ἀλλ' ὡς πρὸς τὸ ψιλὸν γράμμα ἐξειλημμένη. διόπερ τοῖς πειθομένοις μὴ ἀνθρώπων εἶναι συγγράμ ματα τὰς ἱερὰς βίβλους, ἀλλ' ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος βουλήματι τοῦ πατρὸς τῶν ὅλων διὰ Ἰησοῦ Χριστοῦ ταύτας ἀναγε γράφθαι καὶ εἰς ἡμᾶς ἐληλυθέναι, τὰς φαινομένας ὁδοὺς ὑποδεικτέον, ἐχομένοις τοῦ κανόνος τῆς Ἰησοῦ Χριστοῦ κατὰ διαδοχὴν τῶν ἀπο στόλων οὐρανίου ἐκκλησίας. Καὶ ὅτι μὲν οἰκονομίαι τινές εἰσι μυστικαί, δηλούμεναι διὰ τῶν θείων γραφῶν, πάντες καὶ οἱ ἀκεραιότατοι τῶν τῷ λόγῳ προσιόντων πεπιστεύκασι· τίνες δὲ αὗται, οἱ εὐγνώμονες καὶ ἄτυφοι ὁμολογοῦσι μὴ εἰδέναι. εἰ γοῦν ἐπαπορήσαι τις περὶ τῆς τοῦ Λὼτ θυγατρομιξίας καὶ τῶν δύο γυναικῶν τοῦ Ἀβραὰμ δύο τε ἀδελφῶν γεγαμημένων τῷ Ἰακὼβ καὶ δύο παιδισκῶν τετεκνωκυιῶν ἐξ αὐτοῦ, οὐδὲν ἄλλο φή σουσιν ἢ μυστήρια ταῦτα τυγχάνειν ὑφ' ἡμῶν μὴ νοούμενα. ἀλλὰ καὶ ἐπὰν ἡ κατασκευὴ τῆς σκηνῆς ἀναγινώσκηται, πειθόμενοι τύπους εἶναι τὰ γεγραμμένα ζητοῦσιν ᾧ δυνήσονται ἐφαρμόσαι ἕκαστον τῶν κατὰ τὴν σκηνὴν λεγομένων· ὅσον μὲν ἐπὶ τῷ πείθεσθαι ὅτι τύπος τινός ἐστιν ἡ σκηνὴ οὐ διαμαρτάνοντες, ὅσον δὲ ἐπὶ τῷ τῷδέ τινι ἀξίως τῆς γραφῆς ἐφαρμόζειν τὸν λόγον, οὗ ἐστι τύπος ἡ σκηνή, ἔσθ' ὅτε ἀποπίπτοντες· καὶ πᾶσαν δὲ διήγησιν νομιζομένην περὶ γάμων ἀπαγγέλλειν ἢ παιδοποιϊῶν ἢ πολέμων ἢ ὧν δήποτε ἱστοριῶν ἂν παρὰ τοῖς πολλοῖς δεχθησομένων, ἀποφαίνονται εἶναι τύπους· ἐν δὲ τῷ τίνων, πῇ μὲν διὰ τὴν ἕξιν οὐ πάνυ συγκεκροτημένην, πῇ δὲ διὰ τὴν προπέτειαν, ἔσθ' ὅτε κἂν συγκεκροτημένος τις τυγχάνῃ καὶ ἀπρόπτωτος, διὰ τὴν εἰς ὑπερβολὴν χαλεπωτάτην εὕρεσιν τῶν πραγμάτων τοῖς ἀνθρώποις, οὐ πάνυ σαφηνίζεται ὁ περὶ τούτων ἑκάστου λόγος. 4.2.3 Καὶ τί δεῖ λέγειν περὶ τῶν προφητειῶν, ἃς πάντες ἴσμεν «αἰνιγμάτων» καὶ «σκοτεινῶν» πεπληρῶσθαι «λόγων»; κἂν ἐπὶ τὰ εὐαγγέλια δὲ φθάσωμεν, κἀκείνων ὁ ἀκριβὴς νοῦς, ἅτε νοῦς ὢν Χριστοῦ, δεῖται χάριτος τῆς δοθείσης τῷ εἰρηκότι· «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος». καὶ τὰ ἀποκεκαλυμμένα δὲ τῷ Ἰωάννῃ τίς οὐκ ἂν ἀναγνοὺς κατα πλαγείη τὴν ἐπίκρυψιν τῶν ἀπορρήτων μυστηρίων καὶ τῷ μὴ νοοῦντι τὰ γεγραμμένα ἐμφαινομένων; αἱ δὲ τῶν ἀποστόλων ἐπιστολαὶ τίνι τῶν βασανίζειν ἐπισταμένων λόγους δόξαιεν ἂν εἶναι σαφεῖς καὶ εὐ χερῶς νοούμεναι, μυρίων ὅσων κἀκεῖ ὡς δι' ὀπῆς μεγίστων καὶ πλεί στων νοημάτων βραχεῖαν ἀφορμὴν παρεχόντων; ∆ιόπερ τούτων οὕτως ἐχόντων καὶ μυρίων ὅσων σφαλλομένων, οὐκ ἀκίνδυνον ἐν τῷ ἀναγινώσκειν εὐχερῶς ἀποφαίνεσθαι νοεῖν τὰ δεόμενα «τῆς κλειδὸς τῆς γνώσεως», ἥντινα ὁ σωτήρ φησιν εἶναι παρὰ «τοῖς νομικοῖς»· καὶ ἀπαγγελλέτωσαν οἱ μὴ βουλόμενοι παρὰ τοῖς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τὴν ἀλήθειαν τυγχάνειν, πῶς «ἡ τῆς γνώσεως κλεὶς» ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγεται παρ' ἐκείνοις τυγχάνειν, τοῖς, ὥς φασιν αὐτοί, μὴ ἔχουσι βίβλους περιεχούσας τὰ ἀπόρρητα τῆς γνώσεως καὶ παντελῆ μυστήρια. ἔχει γὰρ οὕτως ἡ λέξις· «οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ