ψῆφον ἀγαγεῖν κατὰ τοῦ ἡμαρτηκότος, ἕκαστος τῶν ὁρώντων οὐ φείδεται, οὐ σκυθρωπάζει, οὐκ ἐλεεῖ, οὐκ ἐπανέρχεται ὥστε παρακαλέσαι περὶ τῆς πρὸς τὸν τοιοῦτον εἰρήνης. Ἡ Ἱερουσαλὴμ τοίνυν αὕτη (οὕτω γὰρ λελέξεται διὰ τὸ γράμμα) ἡμαρτηκέτω μου εἰς τὸν Ἰησοῦν, καὶ τοιαῦτα πεποιηκέτω, ἵνα εἴπῃ περὶ αὐτῆς ὁ Ἰησοῦς· «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺςπροφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν». καταλειπέσθω αὕτη ἡ Ἱερουσαλὴμ ὡς καταλέλειπται. οἱ ἄγγελοι οἱ ἀεὶ βοηθοῦντες τῇ Ἱερουσαλήμ, δι' ὧν διετάγη καὶ ὁ Μωσέως νόμος «διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου», καταλει πέτωσαν τὴν Ἱερουσαλὴμ καὶ λεγέτωσαν· τὰ ἁμαρτήματα αὐτῆς μεγάλα γέγονε, τὸν Ἰησοῦν ἀπέκτειναν, ἐπὶ τὸν Χριστὸν τὰς χεῖρας ἐπιβεβλήκασιν. ὅσον ἔτι μικρότερα ἦν τὰ ἁμαρτήματα, ἐδυνάμεθα ἔτι περὶ αὐτῶν ἀξιοῦν καὶ παρακαλεῖν, ἐδυνάμεθα φείδεσθαι τῆς Ἱερουσαλήμ· τίς ἐπὶ τούτῳ φείσεται; «ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ»; «ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο»· καὶ λέγεται πρὸς αὐτὴν ταύτην πρῶτον· «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί»; ἡμεῖς οὐ σκυθρωπάζομεν ἐπὶ τῇ Ἱερουσαλὴμ καὶ ταῖς συμφοραῖς αὐτῆς καὶ τοῖς γενομένοις παντὶ τῷ λαῷ ἐκείνῳ· «τῷ γὰρ ἐκείνων παρα πτώματι ἡ σωτηρία ἡμῶν γέγονεν εἰς τὸ παραζηλῶσαι αὐτούς». καὶ <ἐπεὶ> τὸ παράπτωμα αὐτῶν τηλικαύτη γέγονεν ἁμαρτία <ὥστε διὰ φωνῆς κυρίου λεχθῆναι·> «τίς οὖν φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ», λέγω πρὸς τὴν ἀποκτείνασάν μου τὸν Ἰησοῦν καὶ ἐγώ· «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί»; 13.2 Μεταβαίνω ἀπὸ τοῦ γράμματος, καίτοιγε ὁδὸν ἐσχηκώς, ἣν ἔδωκεν ὁ λόγος, ἐπὶ ἑκάστην ψυχὴν ἤδη ἀξιωθεῖσαν τοῦ ὁρᾶν τὴν εἰρήνην· μετὰ γὰρ τὰ μαθήματα τὰ θεῖα γέγονας Ἱερουσαλήμ, τὸ πρότερον οὖσα Ἰεβούς. <ἡ ἱστορία λέγει, ὅτι τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἦν Ἰεβούς>, δεύτερον δὲ μετέβαλε τὸ ὄνομα καὶ γέγονεν Ἱερουσαλήμ. Ἰεβούς φασιν Ἑβραίων παῖδες ὅτι ἑρμηνεύεται Πεπατημένη. Ἰεβοὺς οὖν, ἡ Πεπατημένη ὑπὸ δυνάμεων ἀντικειμένων ψυχή, μεταβέβληται καὶ γέγονεν Ἱερουσαλήμ, Ὅρασις εἰρήνης. εἰ οὖν, ὅτε μεταβέβληκας ἀπὸ Ἰεβοὺς εἰς τὸ γενέσθαι Ἱερουσαλήμ, ἥμαρτες καὶ «τὸν υἱὸν τοῦ θεοῦ καταπεπάτηκας καὶ τὸ αἷμα τῆς καινῆς δια θήκης κοινὸν (ὡς ἐκείνη καὶ σύ) ἡγήσω» καὶ ἐν ἁμαρτήμασι γέγονας χαλεποῖς, λεχθήσεται καὶ περὶ σοῦ· «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ»; «καὶ τίς σκυθρωπάσει ἐπὶ σοί», ἐὰν γένῃ τοιοῦτος ὡς προδοῦναι τὸν Ἰησοῦν; ἕκαστος ἡμῶν ἁμαρτάνων, καὶ μάλιστα εἰ μείζονα, εἰς Ἰησοῦν ἁμαρτάνει. ἐὰν δὲ καὶ ἀποστάτης ᾖ, ἔτι μάλιστα ταῦτα ποιεῖ τῷ Ἰησοῦ πνευματικῶς ἃ ἐποίησεν αὐτῷ Ἱερουσαλὴμ σωματικῶς. διὸ «πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας»; εἰ κατεπάτησας τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνύβρισας, τίς «φείσεται ἐπὶ σοί; τίς σκυθρωπάσει ἐπὶ σοί; τίς ἀνακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σου»; αὐτὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν ἐρωτήσαντά σοι τὰ εἰς εἰρήνην προέδωκεν ἡ τοῦ ἁμαρτωλοῦ ψυχή· τίς δύναται παρακαλέσαι ἀνακάμψας πάλιν περὶ τῆς εἰρήνης; γινώσκοντες οὖν ὅτι «ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἐν ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ, καὶ παραδειγματίζοντας» πάντα πράττωμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται τὸ «τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρω πάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι εἰς εἰρήνην σοι»; 13.3 Καὶ πρὸς ἑκατέραν δὲ ἑρμηνείαν τῆς Ἱερουσαλὴμ