9
διὰ τὸ μητρόπολιν ὥσπερ εἶναι τῆς πονηρίας τὰ Σόδομα, ἦς κατὰ κακίας ὑπερβολὴν ὑπερέχειν τοὺς ἄρχοντας. Οἰκείως δὲ καὶ παρέθηκεν, ὅτι ὥσπερ ἐκεῖνοι παρητοῦντο τὸν τὰ δίκαια κρίνοντα Λὼτ, λέγοντες· "Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν;" Οὕτω καὶ οὗτοι τὸν δίκαιον παρῃτοῦντο κριτὴν, λέγοντες· "Σταύρου, σταύρου, αἶρε τὸν τοιοῦτον." Κἀκεῖνοι μὲν, εἰς ξένους ὕβριζον· οὗτοι δὲ, τὸν εἰς τὰ ἴδια ἐλθόντα. Κἀκεῖνοι μὲν, εἰς ἀγγέλους· οὗτοι δὲ, εἰς Θεόν. Καὶ Ἱερουσαλὴμ τοίνυν ἐξ ἀσεβείας ἐγένετο Σόδομα. Ὡς γὰρ ἐν ἐκείνοις οὐχ εὗρε δέκα δικαίους ζητῶν ὁ Θεὸς, δι' οὓς ἔδει σωθῆναι τὴν πόλιν· οὕτως ἡ Ἱερουσαλὴμ πολλὴν εἶχε τῶν δικαίων τὴν σπάνιν. ∆ιόπερ Ἱερεμίᾳ λιπαροῦντι περὶ αὐτῆς ἔφασκεν ὁ Θεός· "Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος." Καὶ παντὸς ἐστερημένοι καλοῦ, προσέτι καὶ πρὸς ἄκρον ἀσεβείας κατήντησαν, τὸν Χριστὸν ἀποκτείναντες· ὃ δὴ μάλιστα γέγονεν, διὰ τὴν τῶν ἀρχόντων ἀνοσιότητα. Εἰδότες γὰρ ὡς ἔστιν ὁ κληρονόμος, ἀνελεῖν ἐπεχείρησαν, θέλοντες αὐτοῦ τὸν ἀμπελῶνα 1844 κλῆρον ἴδιον ἀπεργάσασθαι. Περὶ ὧν ἐν προφήταις φησὶν ὁ Θεός· "Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου," καὶ τὰ ἑξῆς. Καὶ πάλιν· "Ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. ∆ιὰ τοῦτο οὐκ ἔγνω πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν." Ἐχρῆν γὰρ Μωσῇ πιστεύσαντας ἐπιγνῶναι Κύριον, καὶ πρὸς αὐτὸν ὁδηγῆσαι τοὺς ἄλλους. "Περὶ ἐμοῦ γὰρ, φησὶν, ἐκεῖνος γέγραφεν, εἰπών· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε." Ὅθεν πληκτικῇ νουθεσίᾳ φιλανθρώπως αὐτοὺς ὁ προφήτης ἐπάγεται πρὸς τὸ δεῖν αὐτὸν ἐπιγνῶναι, τοῖς μὲν ἄρχουσιν ὡς ἐντρεχεστέροις, τοῦ ἀκοῦσαι βοῶν, ὅπερ μᾶλλον διανοίας ἐστίν. ∆ιὸ πρὸς τὸ γνῶναι τὸ βούλημα τῶν ἑαυτοῦ λόγων διεγείρων ὁ Κύριος φησίν· "Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω·" τοῖς δὲ λαοῖς, ὡς ἀσυνέτοις, τὸ προσέχειν, ἢ τὸ ἐπωτίζεσθαι, ὡς ἐξέδωκαν ἕτεροι. ∆ῆλον δὲ τὸ ψιλὸν τὸν ἦχον ἐντίθεσθαι τοῖς ὠσίν. ∆ιὸ καὶ ἐν Ἐξόδῳ φησὶν ὁ λαός· "Πάντα ὅσα ἂν εἴπῃ ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα." Οἱ μὲν γὰρ ἀτελεῖς ποιοῦσι τὰ σωματικὰ τοῦ νόμου φυλάττοντες· διὸ καὶ προτέτακται· "Ὁ δὲ τέλειος ἀκούει," νοῶν τῶν ἐν τῷ νόμῳ τὸ βούλημα. Οὕτω δὲ πάλιν τοῖς μὲν ἄρχουσι τὸν λόγον ἀπένειμεν· τῷ λαῷ δὲ τὸν νόμον. Ὁ μὲν γὰρ νόμος κανών ἐστι δικαίων καὶ ἀδίκων· προστακτικὸς μὲν ὧν ποιητέον· ἀπαγορευτικὸς δὲ ὧν [οὐ, ἢ, μὴ] ποιητέον, ὃν ὁ πολὺς φυλάττειν ἐσπούδακεν ἄνθρωπος τὸν σκοπὸν ἀγνοῶν. Ὁ δὲ λόγος καὶ τῆς αἰτίας ἐστὶν ἀποδοτικὸς, δι' ἣν ἔκαστον εἴρηται, πνευματικὸν τὸν νόμον δεικνύς. Ἄρχοντας δὲ Σοδόμων, οὐχ ὡς πονηρῶν ἄρχοντας μόνον, φησὶν, ἀλλὰ καὶ ὡς αὐτοὺς τοιούτους ὑπάρχοντας. Καὶ τοῦ λαοῦ δὲ τὴν πονηρίαν παρέστησεν εἰπὼν, λαὸς Γομόῤῥας. Ἤρκει γὰρ τὸ πρῶτον, εἰ τοῦ λαοῦ τὴν πονηρίαν ἐδήλου. Ταύτης δὲ τὸ πλέον ἀπονέμει τοῖς ἄρχουσι, διὰ τὸ προκαθέζεσθαι τὰ Σόδομα τῆς Πενταπόλεως, ἀρχικὴν αὐτῷ καὶ μείζω τὴν κακίαν δεικνύς. Ἄρχοντας δὲ Σοδόμων, πλὴν τῶν ἡττηθέντων, ἐξ ἱστορίας οὐ παρειλήφαμεν· διὰ δὲ τὸ σὺν πολλῇ παῤῥησίᾳ τοὺς ἀδικοῦντας ἐλέγχειν, φησὶν ὁ Παῦλος· "Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει." Τοιγαροῦν καὶ μίαν ταύτην αἰτίαν τῆς ἐπιβουλῆς τῆς κατὰ τοῦ προφήτου φασίν. Χρήσαιτο δ' ἄν τις τούτοις πρὸς ἄρχοντας ἐκκλησιῶν ἀτόπους, καὶ παρανομοῦντα λαόν. ιαιεʹ. 9τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ9, κ.τ.λ. Καινὴν νομοθεσίαν ὁ λόγος εἰσάγει τὴν παλαιὰν παραιτούμενος, ὡς τοῖς σωματικῶς κατ' αὐτὴν βιοῦ 1845 σιν ἀνόνητον. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, εἰ καὶ αὐτοὶ πλημμελοῦντες διὰ τούτων ἐνόμιζον ἐξιλεοῦσθαι Θεόν. Περιῃρημένου δὲ τοῦ σπέρματος, ὃ κατέλιπε Κύριος ὁ Θεὸς, εἰκότως νομιστέον περὶ τῶν κατὰ Χριστοῦ τοιαῦτα τετολμηκότων τὸν λόγον καθίστασθαι ἀρχόντων τε καὶ ἑπομένων. Τοιγαροῦν, φησὶν, Οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ἀνῆκε γὰρ τοῖς εἰς Βαβυλῶνα