ἐποιήσατο τρόπῳ τοιῷδε. τοῖς Πέρσαις ἔθος ἦν ἐκ σειρᾶς βασιλικῆς ὑπέχειν ἀνάρρησιν· ὅθεν τοῖς ἀλλεπαλλήλοις πολέμοις τῆς βασιλικῆς σειρᾶς ἐκλιπούσης, καὶ ἐν ἀμηχανίᾳ γεγονότες, ἔγνωσαν ὡς ἐκ τῆς βασιλικῆς συγγενείας τῷ βασιλεῖ Ῥωμαίων τινὲς προσερρύησαν, καὶ ἐπὶ τούτῳ ἀσπαστὸν ἐλογίσαντο τῆς οἰκείας χώρας ἀπαναστεῦσαι καὶ προσχωρῆσαι τῇ Ῥωμαΐδι διὰ τὸν Θεόφοβον, ὅπως τοῦ κατὰ γένους ἀρχηγοῦ ἐπιτεύξοιντο, καὶ μάλιστ ὅτι καὶ ὁ Περσῶν ἀρχηγὸς Βαβὲκ ἀποστάσει τῇ πρὸς τὸν ἀμερμουμῆν ἐπὶ πέντε ἔτεσιν ἐκεκορύφωτο. ὧν ἀναμεταξὺ πόλεμ συμβεβηκότες, ἡττηθεὶς ὁ Βαβὲκ εἰσῄει σὺν χιλιάσιν ζʹ πρὸς τὴν Ῥωμαϊκὴν ἐπικράτειαν, τὸν Θεοφόβου πατέρα κατὰ τὴν πόλιν Σινώπῃ ἀνερευνῶν· ὃν ὁ Βαβὲκ κατειληφώς, ἐγγύας τε παρὰ βασιλέως δεξάμενος, τὸν ὑπ' αὐτῷ λαὸν καὶ ἑαυτὸν τῷ βασιλεῖ ὑπήκοον τέθεικεν. ἄλλως δέ φασιν ὅτι ὁ τοῦ Θεοφόβου πατὴρ εἰσῄει τῷ Βυζαντίῳ πενόμενος, καί τινι γυναικὶ κατὰ μισθαρνίαν καπηλεύειν λαχούσῃ προσκεκόλληται· ὃς τῷ πρὸς αὐτὴν ἔρωτι ἁλοὺς πρὸς ἡδονὴν συμβιβάζεται· ἐξ οὗ συνειληφυῖα ἄρρενα ἐκατέτοκεν. οἱ οὖν Πέρσαι ἀστρονομίᾳ καὶ μαντείᾳ ἠκριβωμένοι ἔγνωσαν τοῦ Περσῶν βασιλέως συγγενῆ τινὰ ἐν Βύζαντι διάγειν. ἐντεῦθεν 627 πρὸς τὸν βασιλέα εἰσελθόντες τοῦτον περὶ οὗ ἦλθον ἐρευνήσασθαι ἠξίωσαν. ὁ δὲ βασιλεὺς τοῦτο ἀκηκοὼς καὶ ἐρευνησάμενος περὶ τούτου οὐδὲν ἤνυσεν. ἐν ὑστέρῳ δὲ τὸ γύναιον εὑρηκότες μεθ' οὗ τὴν ἀναστροφὴν ὁ Πέρσης ἐπεποίητο Βαβέκ, ἔμαθον ὡς ἐκεῖνος μὲν τετελεύτηκεν, ὁ δὲ ἐκ τούτου προενηνεγμένος κατὰ συζυγίαν παῖς ἔτι περίεστιν· ὃν καὶ τούτῳ ἐπεδείκνυον δωδεκαετῆ τυγχάνοντα. τοῦτον ὁ βασιλεὺς προσλαβόμενος ἀνέτρεφεν ἐν τῷ παλατίῳ, καὶ τοὺς Πέρσας ἐν τοῖς στρατιωτικοῖς κώδιξιν ἀνεγράψατο. 4. Ὁ τοίνυν βασιλεὺς Θεόφιλος φιλόκοσμος ὢν κατασκευάζει ἐξ ἀρχῆς τὸ Πενταπύργιον, καὶ τὰ δύο μέγιστα ὄργανα ὁλόχρυσα μετὰ διαφόρων λίθων, καὶ δένδρον χρύσεον, ἐν ᾧ στρουθοὶ ἐφεζόμενοι διὰ μηχανῆς τινὸς μουσικῶς ἐκελάδουν, τοῦ πνεύματος διὰ κρυφίων πόρων εἰσπεμπομένου. (5) ἐκαινούργησε δὲ καὶ τὰς βασιλικοὺς στολάς, τούς τε λώρους καὶ τὰ λοιπά, πάντα χρυσοΰφαντα κατασκευάσας. καὶ τὰ τῆς πόλεως τείχη χθαμαλὰ ὄντα ἀνύψωσε. δικαιοσύνην τε κοσμικὴν προσποιούμενος ὁ τὴν πίστιν καὶ τὴν εὐσέβειαν πλέον ὑπὲρ τοὺς πρῴην βασιλεύσαντας ἀδικήσας, προσελθούσης αὐτῷ γυναικὸς χήρας ἐν βλαχέρναις (ἔθος γὰρ αὐτῷ ἐκεῖσε ἀπέρχεσθαι) καὶ βοησάσης ὡς ἀδικοῖτο παρὰ τοῦ τῆς Αὐγούστης ἀδελφοῦ Πετρωνᾶ δρουγγαρίου τῆς βίγλας ὄντος (ὑψοῖ γὰρ τὰ ἑαυτοῦ οἰκήματα, τὰ δὲ ἐμὰ σκοτεῖ καὶ εἰς τὸ μηδὲν εἶναι ποιεῖ ὡς ἅτε χήρας καταπεφρονημένης), παρευθὺ ἀποστέλλει ἰδεῖν τὴν ἀλήθειαν, εἰ οὕτως ἔχει· 628 καὶ βεβαιωθεὶς ὡς ἀλήθειαν ἡ γυνὴ λέγει, ἐν μέσῃ τῇ ὁδῷ ἐκδύσας τὸν δρουγγάριον τύπτει σφοδρῶς, καὶ τὰ εἰρημένα οἰκήματα αὐτοῦ ἐξεδαφίσας τῇ χήρᾳ δίδωσι. καὶ πλοίου ποτὲ διὰ τοῦ Βουκολέοντος διερχομένου, ἐρωτήσας τίνος ἂν εἴη τοῦτο, καὶ μαθὼν ὡς τῆς δεσποίνης ἐστίν, "οἴμοι" ἔφη "φανερωθέντος ναυκλήρου, ἐπείπερ τοῦτο τῆς ἐμῆς συμβίου ἐστί." καὶ ἀποστείλας αὐτοῖς τοῖς ἀγωγίμοις τὴν ναῦν ἐνέπρησεν. 6. Ἡ δὲ τοῦ Θεοφίλου μήτηρ Εὐφροσύνη ἐν τῇ ἰδίᾳ μονῇ τὸν Γαστρίων οἶκον ἑαυτῆς ὄντα, ὃν ἐξωνήσατο παρὰ Νικήτα πατρικίου καὶ μοναστήριον γυναικεῖον ἐποίησεν, ἐπονομάσασα Γαστρία, μονάζουσα ἦν. τὰς τῆς Θεοδώρας θυγατέρας μετακαλουμένη (πέντε δὲ ἦσαν, ἥ τε Θέκλα καὶ Ἄννα Ἀναστασία τε, Μαρία καὶ Πουλχερία) ἐν πάσῃ εὐσεβείᾳ καὶ νουθεσίᾳ κυρίου καὶ τῇ προσκυνήσει τῶν ἁγίων εἰκόνων νουθετοῦσα οὐκ ἐπαύετο. τοῦτ τὸν Θεόφιλον οὐκ ἔλαθεν, ἀλλὰ προσκαλούμενος τὰς θυγατέρας αὐτοῦ πάντα ἠρώτα. καὶ αἱ μὲν ἄλλαι τὰς πεύσεις τούτου, ἀγαθὰ φρονοῦσαι, ὥσπερ τινὰς λαβὰς ἐρρωμένως παρέτρεχον· ἡ δὲ Πουλχερία, ἅτε δὴ καὶ ἡλικίᾳ καὶ νῷ νηπιάζουσα, τάς τε φιλοφροσύνας ἔλεγε καὶ τὸ πλῆθος τῶν ὀπωρῶν, συναπηρίθμει δὲ καὶ τῆς τῶν σεπτῶν εἰκόνων προσκυνήσεως, οὕτω δὲ οὐ πολλὰ φρονοῦσα καὶ λέγουσα ὡς νινία