1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

ἦν φαιδρὸν πάνυ ὡς τὸ φῶς· αἱ δὲ τρίχες τῆς κεφαλῆς αὐτοῦ καὶ τοῦ πώγωνος ἦσαν ὡσεὶ χιών. ἠθέλησεν δὲ ὁ ἐπίσκοπος Ἀντιοχείας ἆραι τρίχαν τοῦ πώγω νος αὐτοῦ εἰς εὐλογίαν καὶ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, καὶ ἐποί ησαν πάντες οἱ ἐπίσκοποι ὑπὲρ αὐτοῦ εὐχὴν κλαίοντες καὶ λέγοντες τῷ ἁγίῳ λειψάνῳ ὅτι Οὐδέν σοι λείπει τῶν μελῶν ἢ τῶν ἱματίων οὔτε πάλιν ἀρεῖ τις ἐκ τοῦ ἁγίου σου καὶ τι μίου λειψάνου. καὶ ταῦτα αὐτῶν λεγόντων μετὰ κλαυθμοῦ ἀπεκατεστάθη ἡ χεὶρ τοῦ ἐπισκόπου ὑγιής. καὶ τότε μετὰ ψαλμῶν καὶ ὕμνων ἔβαλον αὐτὸν ἐν τῷ γλωσσοκόμῳ.

30 Ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐθεώρουν πρὸ πέντε καὶ ἓξ ἡμερῶν τῆς ἀναπαύσεως αὐτοῦ ἄνδραν ἐν στολῇ φοβερᾷ, ᾗ οὐ δύναμαι διηγήσασθαι καὶ τὸ μῆκος αὐτοῦ ὄντα ὡς δύο ἀνθρώπων καὶ λαλοῦντα αὐτῷ τρίτον τῆς ἡμέρας καὶ διδοῦντα αὐτῷ τὴν ἀγάπην. ἐγὼ δὲ ἠθέλησα διηγήσασθαί τισιν τὰ περὶ αὐτοῦ καὶ ὁ νοῦς μου ἡρπάζετο καὶ ἐκωλυόμην τοῦ λαλεῖν ἕως οὗ ἀνεπάη. καθὼς οὖν ἤρχετο πρὸς αὐτὸν ὁ ἀνήρ, ὃν εἶπον, ἐθεώρουν, φησίν, ἐσθίοντας αὐτούς· τὸ δὲ τί ἤσθιον, οὐκ ᾔδειν καὶ ἔψαλλον· τί δὲ ἔψαλλον, οὐκ ᾔδειν, εἰ μὴ μόνον τὸ ἀμήν. καὶ φόβος με περιεῖχεν πρὸς τὴν θέαν τοῦ ἀνδρός.

31 Ἐπιτιθοῦσιν οὖν τὸ γλωσσόκομον τοῦ ἁγίου ἐπὶ τὴν καροῦχαν καὶ οὕτως μετὰ κηρῶν καὶ θυμιαμάτων καὶ ψαλμῳ-δίας ἀποφέρουσιν αὐτὸν εἰς τὴν πόλιν αὐτῶν Ἀντιόχειαν. ἐρχομένων δὲ αὐτῶν ὡς ἀπὸ μιλίων πέντε τῆς πόλεως ἐν τόπῳ λεγομένῳ Μερόπη ἐστάθησαν αἱ μοῦλαι καὶ οὐκ ἐκινῶντο· μυστήριον γὰρ παράδοξον ἦν ἐκεῖ· ἦν γὰρ ἐκ δεξιῶν τῆς ὁδοῦ μνῆμα. καὶ παρέμενεν αὐτῷ τις ἀνήρ· τὸ δὲ πρᾶγμα τοῦ ἀνδρὸς τοιοῦτον ἦν. ὕπανδρον γυναῖκα ἐφίλει ἐπὶ εἴκοσι χρόνους καὶ οὐκ ἠδυνήθη αὐτῆς κυριεῦσαι. ἐτελεύτησεν δὲ ἡ γυνή, καὶ τιθοῦσιν αὐτὴν ἐν ἐκεῖνο τὸ μνῆμα. καὶ ἵνα πως κερδήσῃ ὁ μισόκαλος τὴν ψυχὴν τοῦ ἀνδρός, ἀπελθὼν ἐν τῷ μνημείῳ παρανοίγει τὴν πλάκα τοῦ μνήματος καὶ συγγίνεται τῷ νενεκρωμένῳ σώματι. καὶ εὐθέως ἐβοβώθη καὶ ἐκρατήθη ἐν τῷ μνήματι καὶ οὐκέτι ἠδύνατο ἀναχωρῆσαι τοῦ τόπου ἐκείνου. παρερχομένων δὲ τῶν ὁδοιπόρων προσεῖχον αὐτῷ καθεζομένῳ ἐν τοῖς βαθμιδίοις τοῦ μνήματος, καὶ ἕκαστος διὰ τὸν θεὸν ἀπέφερεν αὐτῷ, ὃς μὲν ὕδωρ, ὃς δὲ τροφήν. κατὰ βούλησιν δὲ θεοῦ παρερχομένου τοῦ τιμίου λειψάνου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ (λιες ὁ) μήτε λαλῶν μήτε ἀκούων τῆς καρού-χας ἱσταμένης καὶ τοῦ ὄχλου ἐξῆλθεν ἐκ τοῦ μνήματος κράζων καὶ λέγων· Ἐλέησόν με, ἅγιε τοῦ θεοῦ Συμεών, καὶ ἐπιλαβό-μενος τῆς καρούχας, εὐθέως ἠνεῴχθησαν αὐτοῦ τὰ χαλινὰ καὶ αἱ φρένες αὐτοῦ ἦλθον εἰς διάνοιαν. καὶ πάντες ἰδόντες τὸ γεγονὸς ἐδόξασαν τὸν θεόν, ἀπὸ δὲ τῆς κραυγῆς τῶν ἀνθρώ-πων ἐσείετο ὁ τόπος ἐκεῖνος. ὁ δὲ ἄνθρωπος ἔκραζεν· Ἐγὼ σήμερον διὰ σοῦ ἐσώθην, δοῦλε τοῦ θεοῦ, ἀπολωλὼς γὰρ ἤμην τῇ ἁμαρτίᾳ.

32 Ἐξῆλθεν δὲ πᾶσα ἡ πόλις εἰς ὑπάντησιν τοῦ τιμίου λειψάνου λευχημονοῦντες μετὰ κηρῶν καὶ λαμπάδων. καὶ εἰσφέρουσιν αὐτὸν εἰς τὴν ἐκκλησίαν τὴν λεγομένην Κασιανοῦ. καὶ μεθ' ἡμέρας τριάκοντα κελεύει ὁ στρατηλάτης Ἀρδαβού-ριος καὶ τίθησιν αὐτὸν ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ, κἀκεῖθεν πάλιν κατὰ ἀποκάλυψιν θεοῦ οἰκοδομήθη εὐκτήριος ναὸς τοῦ ἁγίου καὶ ὁσίου Συμεὼν καὶ οὕτως μετὰ πολλῆς δόξης καὶ ὕμνων μετέθηκαν τὸ ἅγιον αὐτοῦ λείψανον ἐν τῷ εὐκτηρίῳ ἐκείνῳ.

33 Πολλοὶ δὲ παρεκάλεσαν δεδωκότες χρυσίον καὶ ἀργύριον, ἵνα λάβωσιν εὐλογίαν ἐκ τῶν ἁγίων αὐτοῦ λειψάνων. καὶ οὐδενὶ παρέσχεν ὁ ἐπίσκοπος διὰ τοὺς ὅρκους, οὓς ὤμωσεν. πολλαὶ δὲ ἰάσεις ἐπιτελοῦνται ἐν τῷ τόπῳ, ἔνθα ἀπόκεινται τὰ τίμια αὐτοῦ λείψανα διὰ τῆς χάριτος τῆς δοθείσης αὐτῷ παρὰ τοῦ δεσπότου ἡμῶν Χριστοῦ. ἐτελειώθη δὲ ὁ ἅγιος τοῦ θεοῦ Συμεὼν μηνὶ σεπτεμβρίῳ αʹ βασιλεύοντος