Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τότε συμβή σεται. τὸ μὲν οὖν μὴ φοβεῖσθαι τὰς ἐξ Ἰουδαίων ἐπιβουλὰς διὰ τῶν τοιούτων αὐτοὺς διδάσκει, ὥσπερ εἴ τις ἔλεγεν· μὴ φοβεῖσθε τὰ ἐν γῇ κείμενα προσ κόμματα φωτὸς ἐξ οὐρανοῦ οὐ λάμποντος μηδὲ ἐξ ἀνθρώπων τι προσδοκᾶτε πείσεσθαι τῆς θείας βουλῆς οὐκ ἐπιτρεπούσης. ἵνα δὲ μὴ θαυμάζοιεν, ὡς ἄρτι μὲν ἀνεχώρησεν, πάλιν δὲ ἐπὶ τοὺς αὐτοὺς ἐπείγεται τόπους, ἀναγκαίως αὐτοῖς τὴν κατὰ τὸν Λάζαρον ὑπόθεσιν ἐξηγεῖται. 67 Jο 11, Ἐκαθέζετο ἐν τῷ οἴκῳ Μαρία, δηλονότι οὐκ ἐγνωκυῖα· δραστήριος γὰρ ἡ Μάρθα καὶ περὶ τῆς τραπέζης ὀξυκίνητος, σοφὴ δὲ ἡ Μαρία καὶ περὶ τὴν πίστιν βεβαιοτέρα. 69 Jο 11, 21 Ὅτι γὰρ οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφὸς αὐτῆς παρόντος τοῦ κυρίου, λέγει πιστῶς ἀπὸ τῆς πείρας· καὶ τό γε μὴ παντελῶς ἀπελπίσαι τὴν ἀνάστασιν τοῦ κειμένου τετάρτην ἤδη τότε οὖσαν ἡμέραν πίστεως καὶ τοῦτο ἐχόμενον. οὐκ ὀχυρῶς δὲ τὸ τοιοῦτο πιστευούσῃ μικρὸν ὕστερον φαίνεται· ἔτι γὰρ ὡς ἀνθρώπῳ θαυμαστῷ τινι καὶ δι' ἀρετὴν πολλὰ δυναμένῳ διελέγετο, τὴν δὲ τελείαν περὶ αὐτοῦ γνῶσιν ὡς θεοῦ λόγου οὔπω ἦν μαθοῦσα, ἀλλ' ἠγνόει τέως. 71 Jο 11, 33 Τοῦτ' ἔστιν ἐν πνεύματι καὶ ὑπὸ πνεύματος κινούμενος χρησίμως ἐτά ραξεν ἑαυτόν, ὡσεί τις γενναῖος ἀριστεὺς τοὺς πολεμίους ἰδὼν ἑαυτὸν παρώ ξυνε κατὰ τῶν ἀντιπάλων. 73 Jο 11, 35 Οὐκ ἀπαναίνεται τὴν πρὸς ἀνθρώπους ὁμοίωσιν οὐδὲ ἐνδείκνυται πανταχοῦ τὸ ὑπὲρ ἄνθρωπον, συμπάθειαν δὲ τὴν πρὸς τοὺς πενθοῦντας φιλανθρωποτάτην ἐπεδείξατο τῷ δακρύῳ. τοῦτο τοῦ κυρίου τὸ δάκρυον ζωῆς ἀνθρώποις ὑπό θεσις. οὗτος ὁ τοῦ σωτῆρος ἔλεος ἐξανίστησι τοὺς κειμένους. διὰ τοῦτο εἰς σῶμα κατῆλθεν ὁ λόγος, ἵν' ἀνθρώπους ἐπιδακρύσῃ κειμένους καὶ τὴν ἀσώ ματον θεότητα πρὸς ζωοποίησιν ἀνθρώπων ἐπαναγάγηται. "ἔχομεν γὰρ ἀρ χιερέα

δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν" . 74 Jο 11, 41-42 Τὸ μὲν ἱερατικὸν τοῦ κυρίου καὶ προσευχὰς ὑπὲρ ἀνθρώπων προσφέρει, ἡ δὲ υἱοῦ πρὸς πατέρα συνάφεια συμφωνίαν ἔχει πρὸς τὰς βουλήσεις αὐτοῦ τὰς ὑπὲρ ἀνθρώπων καὶ οὕτω θεοῦ πρὸς ἀνθρώπους εὐμένεια πέφηνεν μεταξὺ γενομένης τῆς τοῦ Χριστοῦ συμπαθείας πρὸς τοὺς ὁμογενεῖς ἀνθρώπους. τὴν συνδρομὴν τοῦ πατρῴου βουλήματος πρὸς τὸ ἴδιον τὴν ἐπὶ ζωῇ Λαζάρου γεγενημένην ἐπακοὴν πατρὸς λέγει καὶ εὐχαριστεῖ περὶ ταύτης. καὶ τοσαύτην ἐπιδείκνυσι τὴν ὀξύτητα τῆς τοῦ πατρὸς συγκαταθέσεως πρὸς τὴν αἴτησιν αὐτοῦ, ὥστε καὶ πρὶν αἰτῆσαι καὶ φθέγξασθαι τὸ ῥῆμα τῆς δεήσεώς μου, ἤκουσάς μου, φησίν, καὶ οὐχ ὡς θαυμαστόν τι τοῦτο καὶ παράδοξον τὸ ἀκούειν υἱοῦ πατέρα οὐδ' ὡς ἐγχωροῦν καὶ ἑτέρως γενέσθαι· ᾔδειν γάρ, φησίν, ὅτι πάντοτέ μου ἀκούεις· οὐδὲν γὰρ τὸ μεταξὺ διεῖργον οὐδὲ διώ ρισται τὰ βουλήματα, ἀλλ' ὅπερ ἐστὶν υἱοῦ θέλημα, τοῦτο ἐκ πατρὸς ὥρμηται καὶ ἡ πατρὸς ἄρρητος βούλησίς ἐστι μετὰ τοῦ υἱοῦ. διὰ τί δέ φησιν τὴν εὐχα ριστίαν πεποίημαι, ἣν εἰκὸς ἦν ποιεῖσθαι τὸν

ἐκ παραδόξου καὶ κατ' ἀγαθότητα μᾶλλον εὐεργετούμενον; 75 Jο 11, 43-44 Τὸ δὲ καὶ ὀνομαστὶ κληθῆναι τὸν κείμενον φιλίας ἦν σύμβολον· τὸν μὲν γὰρ νεανίαν, ὃν ἤγειρεν, νεανίσκον ἐκάλει λέγων· "νεανίσκε, σοὶ λέγω, ἐγέρθητι" καὶ τὴν κόρην ὡσαύτως "ταλιθὰ κούμ", τὸν δὲ φίλον καὶ συνήθη φιλι κώτερον ἐκ τοῦ ὀνόματος προσκαλεῖ, ἵνα σημεῖον ᾖ τῆς τῶν φίλων ἀναστάσεως καλουμένων ὑπὸ τοῦ κυρίου, οὓς ὁ ἀπόστολός φησιν ἐν κυρίῳ νεκρούς, οὓς καταβαίνων εἰς ἀπάντησιν αὐτοῦ προσκαλέσεται. σύμφωνον δὲ τὸ δεῦρο ἔξω πρὸς τὸ εἰρημένον ὑπ' αὐτοῦ, ὅτι "ἐκπορεύσονται οἱ νεκροὶ τῆς φωνῆς" ἀκού σαντες "τοῦ υἱοῦ τοῦ θεοῦ" . καὶ αὕτη δὲ ἡ ἀπὸ τοῦ μνημείου ἔξοδος φρικω δεστέρα τυγχάνει τοῦ κατὰ τὴν ἀνάστασιν θαύματος. ἀναντιρρήτως καὶ αὐτοῖς ἀγνώμοσιν τὴν τοῦ εὐεργέτου παρέστησεν

10