Fragmenta in epistulam ad Romanos

 Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκα

 Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

 τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις

 εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς α

 θάνατον ἀποκρύπτουσα, καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ'

 ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐνα

 παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑ

 ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ

 καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ

 Rom 11, -21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθ

 θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ το

 ὑστερήματα τῶν ἁγίων ὀνομάζει ὁ Παῦλος, πολυτρόπως τῆς διακονίας λεγομένης σωματικῶς τε καὶ πνευματικῶς.

 ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσ

 ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ- οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρε

καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθὸν, ἀλλ' ὁ τῆς θείας δυνάμεως ἔρημος οἶκος ἀνεῖται τοῖς πονηροῖς πνεύμασιν εἰς κατοίκησιν, ὡς ὁ σωτὴρ εἴρηκεν. καὶ οὕτως ὁ μὴ δοὺς πνεῦμα διανοίξεως ἔδωκεν πνεῦμα κατανύξεως.

Rom 11,11 Ἐκ τῶν γραφῶν τὴν γεγενημένην ἐγκατάλειψιν ἀναγκάζεται ζητεῖν, μὴ μέχρι τέλους τοῦτο πεπόνθασιν, ὡς ἂν μή τινι δόξαι τὰ τῆς ἐπαγγε λίας τῆς πρὸς τὸν Ἰσραὴλ εἰς ψεῦδος περιΐστασθαι. πταῖσμα δὲ νῦν λέγει τὸ κατὰ πάντα ἀσύγγνωστον ἀδίκημα καὶ πτῶμα, τὴν πάντη ἀνίατον ἀνατροπὴν μεθ' ἣν οὐδέν ἐστιν ἔτι προσδοκῆσαι χρηστόν. ἆρα οὖν, φησίν, ἐπταικέναι φήσομεν αὐτοὺς ἄξια πτώσεως ἀνηκέστου; μὴ γένοιτο· οὐ γὰρ ἐπὶ τῇ σφῶν αὐτῶν ἀπωλείᾳ τὸ πάθος ὑπέστησαν, ἵνα καὶ πτῶμα καὶ ὄλεθρος ᾖ τὸ γεγονός, ἀλλὰ ἐπὶ τῇ τῶν ἐθνῶν σωτηρίᾳ, ἵνα ἐπιζήλῳ τῷ τούτων ἐκεῖνοι κληθεῖεν. ὥστε παράπτωμα τὸ συμ βεβηκὸς ἐξ ἀγνοίας ἐχούσης συγγνώμην. μηδὲν δὲ σφόδρα ἡμῖν μελέτω περὶ διαφορᾶς ὀνομάτων, ἀλλὰ περὶ δηλώσεως πραγμάτων· καὶ ὃ παρίστησι διὰ τῶν λέξεων ὁ Παῦλος λαβόντες, μὴ κωλύωμεν τὰς λέξεις καὶ ἄλλο τι σημαίνειν. αὐτίκα τοῦτο, μὴ ὁ πίπτων οὐκ ἀνίστα ται; δηλοῖ τὴν τοῦ πεσεῖν ἔννοιαν οὐχ ὡς ἀνιάτου, καὶ τὸ μὴ ἐπί χαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα καὶ ἀναστήσομαὶ, ἀλλ' ἐστὶ τὸ πεσεῖν ποτε καὶ προσκαίρου συμφορᾶς δηλωτικόν. μᾶλλον δὲ περὶ τοῦ πράγματος ἄξιον ἐπιζητεῖν, μὴ διαφωνεῖν ὁ Παῦλος Ἀμῶς τῷ προφήτῃ δοκοίη λέγοντι· οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι. οὕτω δ' ἂν καὶ αὐτὸς ἑαυτῷ διαφωνεῖν δόξειεν ὁ προφήτης ἐν τοῖς ἑξῆς ἄλλα τε λέγων ἀγαθὰ καὶ τὸ τέλος· καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν ἧς ἔδωκα αὐτοῖς, λέγει κύριος. ἀλλὰ τὸ ζήτημα λύει σαφῶς Ἡσαΐας ὁ προφήτης, τὸ ὑπόλειμμα τοῦ λαοῦ τὸ σωθησόμενον καὶ ὀνό ματι ὅλως ἑτέρῳ φάσκων κληθήσεσθαι τὸν Ἰσραήλ· ἀναιρεθήσεσθαί φησι γὰρ τοὺς ὑπολειπομένους ὡς ῥῶγα ἐν βότρυϊ, τῶν ἀγαθῶν ἐμπλησθήσεσθαι τῶν παρὰ θεοῦ, ἀντιδιαιρῶν αὐτοὺς πρὸς τὸν λαόν· ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε καὶ τὰ ἑξῆς. μετὰ πολλήν τε τοιαύτην ἀντιπαράθεσίν φησιν· κατα λείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς ὅρκον τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα ἕτερον ὡς ὁ εὐλογημένος ἐν τῇ γῇ εὐλογηθήσεται ἐν θεῷ πεπιστωμένως, καὶ ὁ ὀμνύων ἐν τῇ γῇ ὀμόσαι ἐν θεῷ πεπιστωμένως. ἔστι δὲ τὰ ξένα 74 τούτων τῶν ῥημάτων κατὰ τὴν Ἀκύλα ἔκδοσιν, ᾗ Ἰουδαῖοι προσέχουσιν. ὅθεν ἀναγκαῖον καὶ αὐτοὺς ὁμολογεῖν μεταβολὴν ἔσεσθαι τῶν σωθησο μένων ἐξ αὐτῶν εἰς ἑτέραν γνώμην καὶ πολιτείαν, ὡς ἀληθὲς εἶναι τὸ φάναι περὶ αὐτῶν, ἢ ὅτι οὐκ εἰσὶν Ἰσραήλ, ἢ ὄντως οὗτοι Ἰσραὴλ τοῦ κατὰ σάρκα Ἰσραὴλ ἀπολλυμένου. τὸν μὲν οὖν ἀπολλύμενον ὁ προφήτης εἴρηκεν, τὸν δὲ σωζόμενον ὁ ἀπόστολος, χωρίσας αὐτὸν τοῦ κατὰ σάρκα.

Rom 11,16 Εἰ δέ, ὅπερ, φησίν, ἀρτίως ἔλεγον, εἰσὶν ἐκ τοῦ Ἰσραὴλ οἱ σεσωσμένοι καὶ τοῦ πρὸς σωτηρίαν ἁγιασμοῦ τυχόντες, ὧν εἷς ἐγὼ δηλαδή, τούτους ὡς ἀπαρχὴν τοῦ ἔθνους εἰληφὼς ὁ θεός, καὶ πᾶν τὸ λοιπὸν διὰ τοῦ προσληφθέντος ἡγίασε κατὰ τὴν δεδομένην εἰς ἅπαντα τὸν κόσμον δωρεάν-ἴσμεν γὰρ ἁγιαζόμενον διὰ τῆς ἀπαρχῆς τὸ φύραμα -, καὶ τοῦτο μέντοι τεκμήριον τοῦ μὴ πάντη πεπτωκέναι τὸ ἔθνος, ὥς που τὰ εἰς ὄλεθρον ἐκδοθέντα Χαναναίων ἔθνη, ὧν τὸ σῶσαι καὶ ἕνα δυσσεβὲς διὰ τὴν καθολικὴν ἐπ' αὐτοῖς ψῆφον τοῦ θεοῦ, καὶ ὡς τὰ πυρὶ παραδοθέντα Σόδομα, ἐξ ὧν οὐδὲ τὸ τοῦ ξένου δικαίου γένος ἠξιοῦτο σωτηρίας εἰ μὴ τῇ πρὸς ἐκεῖνον χάριτι· τοῦ δὲ Ἰσραὴλ πολλοὺς ὁρῶμεν τοὺς σωζομένους. μὴ δὴ Χαναναίοις καὶ Σοδόμοις συναριθμῶμεν αὐτούς, μηδὲ ἐν ἀκαθάρτοις ἀριθμῶμεν ὧν ἁγία ἡ ἀπαρχή.

10