10
εὐήκοον. ∆ιὰ τούτων οὖν καὶ τῶν τοιούτων δίδωσι τῷ νέῳ παιδὶ τὴν τῆς ἀκοῆς αἴσθησιν ὑγιαίνουσαν. Ὅταν δὲ λέγῃ, Μὴ πρόσεχε φαύλῃ γυναικί· καὶ πάλιν, Μὴ ἐρείσῃς σὸν ὄμμα πρὸς αὐτήν· καὶ, Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· δῆλός ἐστι τὴν οἱονεὶ ὅρασιν τῆς ψυχῆς τῷ παιδὶ χαριζόμενος. Καὶ ὅταν παραινῇ, ὅτι Φάγε μέλι, υἱὲ, ἵνα γλυκανθῇ ὁ φάρυγξ σου (μέλι τροπικῶς ὀνομάζων τὴν θείαν διδασκαλίαν· Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου)· διὰ τῆς παραινέσεως ταύτης τὴν πνευματικὴν γεῦσιν τῆς ψυχῆς καταρτίζει, περὶ ἧς εἴρηται· 31.416 Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Ἔστι δέ τις καὶ ἁφὴ τῆς ψυχῆς, καθ' ἣν ἐφάπτεται αὐτῆς ἡ σοφία, οἱονεὶ περιπτυσσομένη τὴν ἑαυτῆς ἀρε- τήν. Ἐράσθητι γὰρ, φησὶν, αὐτῆς, ἵνα σε περιλάβῃ· καὶ πάλιν ὁ Ἐκκλησιαστὴς, Καιρὸς τοῦ περιλαβεῖν, καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως. Σώματα μὲν γὰρ περιπλοκαῖς ἀκαθάρτοις καταμιαίνεται· ψυχὴ δὲ, τῇ τῆς σοφίας περιπλοκῇ ὅλη δι' ὅλης πρὸς αὐτὴν ἐνωθεῖσα, ἁγιασμοῦ πληροῦται καὶ καθαρότητος. Οὕτω μὲν οὖν αἴσθησιν παιδὶ χαρίζεται νέῳ. Ἔννοιαν δὲ πῶς ἐμποιεῖ; Ὅταν λέγῃ· Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ κακῇ. Ἐμβάλλει γὰρ ἐνθύμιον τῇ καρδίᾳ σου περὶ τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ σοι τὸ πλῆθος τῶν χρημάτων οὐκ ἐπαρκέσει, οὐδὲ ἐξαιρήσεταί σε τῆς αἰωνίου κολάσεως. Ἢ ὅταν λέγῃ· Ἄκακοι δὲ κληρονομήσουσι γῆν· γῆν ἐκείνην, ἧς καὶ οἱ πραεῖς εἰσι κληρονόμοι, κατά τε τὸν Ψαλμῳδὸν τὸν λέγοντα· Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν· καὶ κατὰ τὸν μακαρισμὸν τοῦ Κυρίου· Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· καὶ πάλιν· ∆όξαν σοφοὶ κληρονομήσουσι.
Πρὸς τὴν ἐπιθυμίαν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν τὴν ψυχὴν διανίστησι. Ταύτην δίδωσι τῷ παιδὶ τῷ νέῳ τὴν ἔννοιαν, φόβον μὲν τῶν τοῖς ἁμαρ- τωλοῖς ἀπειληθέντων, ἐπιθυμίαν δὲ τῶν τοῖς δικαίοις ἡτοιμασμένων. Τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται. Μεγάλην μαρτυρεῖ δύναμιν ταῖς Παροιμίαις ὁ λόγος, ὅτι ὑπερβαίνει τῶν σοφῶν τὴν σοφίαν, καὶ τῶν ἐναποκειμένων αὐτοῖς παιδευμάτων μείζονά ἐστι τὰ ἐκ τῆς βίβλου ταύτης παραδιδόμενα. Ὥστε τῶν μὲν ἄλλων διδασκάλων οἱ ἄπειροί εἰσι μαθηταί· τῆς δὲ βίβλου ταύτης ἀκροαταί εἰσιν οἱ σοφοί. Ἐπειδὴ δὲ ὁμώνυμόν ἐστι τὸ τῶν σοφῶν ὄνομα (σοφοὶ γὰρ καὶ οἱ τοῦ κόσμου τούτου λέγονται, σοφοὶ καὶ οἱ τὴν ἀληθινὴν σοφίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῆς εἰς αὐτὸν πίστεως ὑποδεξάμενοι), τοὺς ἔξωθεν ὄντας τοῦ καθ' ἡμᾶς λόγου, ἐπειδὰν προσέλθωσι τῇ ὑγιαινούσῃ τῶν Παροιμιῶν διδασκαλίᾳ, σοφωτέρους ἔσεσθαι ὁ λόγος κατεπαγγέλλεται· ἀτιμάζοντας μὲν τὴν τῶν ματαίων γνῶσιν, μετατιθέντας δὲ τὸ θαῦμα πρὸς τὴν ἀλήθειαν. Ἢ ἐπειδὴ πολλαχῶς λέγεται ὁ σοφὸς (ὅ τε γὰρ ἐπιθυμῶν σοφίας, καὶ ὁ ἐν προκοπῇ ἤδη ὢν τῶν τῆς σοφίας θεωρημάτων, καὶ ὁ τετελειωμένος κατὰ τὴν ἕξιν, ὁμοίως προσαγορεύονται, τούτων ἀκούσας ὁ σοφὸς, εἴτε ὁ ἐραστὴς τῆς σοφίας, εἴτε καὶ ὁ ἤδη διαβεβηκὼς ἐν αὐτῇ, σοφώτεροι ἔσονται, πολλὰ μὲν περὶ τῶν θείων παιδευθέντες δογμάτων, πολλὰ δὲ καὶ περὶ τῶν ἀνθρωπίνων ἐκδιδασκόμενοι, ποικίλως μὲν τὴν κακίαν ἐξοριζούσης τῆς βίβλου, πολυτρόπως δὲ 31.417 πάλιν ἀντεισαγούσης τὴν ἀρετήν. Γλῶσσαν ἄδικον χαλινοῖ, ὀφθαλμὸν παιδεύει πονηρὰ βλέποντα, χειρῶν ἀδίκων ἄρχειν οὐκ ἐπιτρέπει· ἀργίαν ἀποδιώκει, ἑπιθυμίας ἀτόπους κολάζει, διδάσκει φρόνησιν, διδάσκει ἀνδρίαν, σωφροσύνην ἀποσεμνύνει. Ὁ οὖν ταῦτα παιδευθεὶς, καὶ τήν τε πρὸς τὰ χείρονα διαβολὴν ἰσχυρὰν ἔχων παρ' ἑαυτῷ, καὶ τὴν τοῦ ἀγαθοῦ ἔφεσιν μείζονι τῇ ὁρμῇ, οἷον διά τινος ὑποφωνήσεως, προσκτησάμενος, σοφὸς ὢν διὰ τὴν οἰκείαν ὁρμὴν, σοφώτερος γέγονε διὰ τὴν ἐκ τῆς διδασκαλίας τελείωσιν. Ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται. Χρὴ τὸν μέλλοντα προσιέναι τέχνης τινὸς ἀναλήψει τὰς ἐκ τῆς φύσεως ἐπιτηδειότητας ηὐτρεπισμένας ἔχειν· τὸν παλαιστὴν τὴν τοῦ σώματος διάπλασιν καὶ