1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

12

τὴν ζωὴν ταύτην διαπερᾷν. Πολλοὶ γὰρ πολλὰ συναθροίσαντες ἐκ νεότητος, περὶ τὰ μέσα τοῦ βίου γενόμενοι, ἐπαναστάντων αὐτοῖς πειρασμῶν ἐκ τῶν πνευμάτων τῆς πονηρίας, οὐκ ἤνεγκαν τοῦ χειμῶνος τὸ βάρος, διὰ τὸ τὴν κυβέρνησιν αὐτοῖς μὴ παρεῖναι, ἀλλὰ πάντων ἐκείνων τὴν ζημίαν ὑπέμειναν. Ὅθεν καὶ οἱ μὲν Περὶ τὴν πίστιν ἐναυάγησαν· ἄλλοι δὲ σωφροσύνην, ἣν συνήγαγον ἐκ νεότητος, ὥσπερ καταιγίδος τινὸς ἀδοκήτου 31.421 τῆς πονηρᾶς ἡδονῆς ἐπιδραμούσης, ἀπώλεσαν. Ἐλεεινότατον θέαμα μετὰ νηστείαν, μετὰ σκληραγωγίαν, μετὰ προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν ἐτῶν εἴκοσί που ἢ καὶ τριάκοντα, δι' ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν γυμνὸν ἁπάντων ἀποδειχθῆναι, καὶ παραπλήσιον γενέσθαι τὸν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνούμενον ἐμπόρῳ τινὶ μεγαλοπλούτῳ, ὃς τῷ πλήθει τῶν ἀγωγίμων ἐπαγγελλόμενος, ἐξ οὐρίας αὐτῷ τῆς νεὼς φερομένης, τὰ φοβερὰ πελάγη διαδραμὼν, πρὸς αὐτοῖς τοῖς λιμέσι διαῤῥαγέντος τοῦ πλοίου, πάντων ἀθρόως ἔρημος ἀπεδείχθη· ἐὰν καὶ οὗτος τὰ μυρίοις πόνοις καὶ ἱδρῶσι κτηθέντα μιᾷ προσβολῇ δαίμονος ἀπολέσῃ, ὥσπερ τινὶ ἀγρίᾳ λαίλαπι, τῇ ἁμαρτίᾳ βυθισθείς. Πρέπουσα φωνὴ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Ἔχε οὖν ἀσφαλῶς τῆς ζωῆς τὰ πηδάλια· κυβέρνα τὸν ὀφθαλμόν σου, μήποτέ σοι δι' ὀφθαλμῶν λάβρον ἐμπέσῃ τῆς ἐπιθυμίας τὸ κῦμα· τὴν ἀκοὴν, τὴν γλῶσσαν, μὴ παραδέξῃ τι βλαβερὸν, μηδὲ φθέγξῃ τι τῶν ἀπηγορευμένων. Μή σε ἀνατρέψῃ τοῦ θυμοῦ ἡ ζάλη· μή πού σε ἐπικλύσωσι τῶν φόβων αἱ καταπλήξεις, μή σε καταβαπτίσῃ τῆς λύπης τὸ βάρος. Κύματά ἐστι τὰ πάθη, ὧν ὑψηλότερον σεαυτὸν ἀνέχων, ἀσφαλὴς ἔσῃ κυβερνήτης τοῦ βίου. Ἐὰν δὲ μὴ ἐπιστημόνως καὶ εὐσταθῶς ἕκαστον τούτων ἐκκλίνῃς, ὥσπερ τι πλοῖον ἀνερμάτιστον ὑπὸ τῶν ἀεὶ προσπιπτόντων περιφερόμενος, ἐναφανισθήσῃ τῷ πε- λάγει τῆς ἁμαρτίας.

Ἄκουε τοίνυν πῶς ἄν σοι καὶ ἡ τῆς κυβερνήσεως ἐπιστήμη προσγένηται. Ἔθος τοῖς ναυτιλλομένοις πρὸς οὐρανὸν ἀναβλέπειν, κἀκεῖθεν λαμβάνειν τὴν ὁδηγίαν τοῦ πλοῦ, ἐν ἡμέρᾳ μὲν ἀπὸ τοῦ ἡλίου, ἐν νυκτὶ δὲ ἀπὸ τῆς Ἄρκτου, ἤ τινος ἄλλου τῶν ἀειφανῶν ἀστέρων· καὶ τούτοις ἀεὶ τεκμαίρεσθαι τὴν εὐθύτητα. Καὶ σὺ τοίνυν πρὸς οὐρανὸν ἔχε τὸ ὄμμα, κατὰ τὸν εἰπόντα· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἀπόβλεπε πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης· καὶ οἷόν τισιν ἄστροις περιφανέσι ταῖς ἐντολαῖς τοῦ Κυρίου κατευθυνόμενος, ἀκοίμητον ἔχε τὸ ὄμμα, μὴ διδοὺς ὕπνον τοῖς ὀφθαλμοῖς σου, μηδὲ τοῖς βλεφάροις σου νυσταγμὸν, ἵν' ἔχῃς διαρκῆ τὴν ἐκ τῶν ἐντολῶν ὁδηγίαν. Λύχνος γὰρ, φησὶ, τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ἐὰν γὰρ μηδέποτε ἐπινυστάξῃς τοῖς οἴαξιν, ἕως εἶ ἐν τῷ βίῳ τούτῳ, ἐν τῇ ἀστάτῳ φύσει τῶν τοῦ κόσμου πραγμάτων, καὶ τὴν παρὰ τοῦ Πνεύματος συνέργειαν 31.424 λήψῃ, προπέμποντος εἰς τὸ ἔμπροσθεν, καὶ πραείαις αὔραις καὶ εἰρηνικαῖς ἀσφαλῶς σε διακομίζοντος, ἕως ἀποσωθῇς πρὸς τὸν ἀκύμονα ἐκεῖνον καὶ εὔδιον λιμένα τοῦ θελήματος τοῦ Θεοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων Ἀμήν.