1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

3

Ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε. Εἶτα τὸ κοινωφελὲς αὐτῆς ἐνδεικνύμενος, καὶ ὅτι πᾶσιν ὁμοίως ἀνεῖται τὸ ἀπ' αὐτῆς ὠφέλιμον· Ἔσφαξε, φησὶ, τὰ 31.393 ἑαυτῆς θύματα· τουτέστι, στερεὰν τροφὴν ἡτοίμασε τοῖς διὰ τὴν ἕξιν γεγυμνασμένοις τὰ αἰσθητήρια τῆς ψυχῆς. Ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου. Κρατῆρα δὲ λέγει τὴν κοινὴν καὶ πάνδημον τῶν ἀγαθῶν μετουσίαν· ὅθεν ὁμοτίμως πᾶσιν ἔξεστι τὸ ἑκάστῳ δυνατὸν καὶ σύμμετρον ἀπαρύεσθαι. Καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Πάντα δι' ἐμφάσεως λέγει, διὰ τῶν σωματικῶν τὰ πνευματικὰ ἡμῖν παραδεικνύς. Τὴν γὰρ λογικὴν τροφὴν τῆς ψυχῆς τράπεζαν ὀνομάζει, πρὸς ἣν συγκαλεῖ μετὰ ὑψηλοῦ κηρύγματος, τουτέστι, μετὰ δογμάτων οὐδὲν ταπεινὸν οὐδὲ καταβε- βλημένον ἐχόντων. Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ. Ὡς γὰρ οἱ ἀσθενοῦντες χρῄζουσιν ἰατρικῆς, οὕτω σοφίας οἱ ἄφρονες ἐπιδέονται. Καὶ τό· Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς· καὶ τό· Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι· καὶ τό· Υἱὲ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου· καὶ τό· Υἱῷ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις. Καὶ ὅλως ἔξεστί σοι γνῶναι τοῦ λόγου τὴν ἀλήθειαν, ἀναλεξαμένῳ κατὰ σχολὴν τὰ περὶ τῆς σοφίας εἰρημένα τῷ Σολομῶντι. Ἐπειδὴ δὲ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύ- σεται σοφία, καθαίρει πρότερον διὰ τοῦ θείου φόβου τὰς ψυχὰς τῶν μελλόντων τῇ σοφίᾳ προσομιλεῖν. Τὸ γὰρ εἰς τοὺς τυχόντας ῥίπτειν τὰ τῆς σωτηρίας μυστήρια, καὶ πάντας ὁμοίως παραδέχεσθαι, τοὺς μήτε βίῳ καθαρῷ, μήτε λόγῳ ἐξητασμένῳ καὶ ἀκριβεῖ κεχρημένους, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἰ καὶ ἐν ἀγγείῳ τις ῥυπαρῷ τὸ πολυτίμητον μύρον ἐμβάλλοι.

∆ιὰ τοῦτο, Ἀρχὴ σοφίας, φόβος Κυρίου. Φόβος δὲ κα- θάρσιον ψυχῆς κατὰ τὴν εὐχὴν τοῦ προφήτου λέγοντος· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ὡς ὅπου φόβος ἐνοικεῖ, ἐκεῖ ψυχῆς ἅπασα καθαρότης ἐνίδρυται, πάσης πονηρίας καὶ ἀνοσίου πράξεως ὑποφευγούσης, τῶν τοῦ σώματος μελῶν κι- νηθῆναι πρὸς ἀτόπους ἐνεργείας, διὰ τὸ τῷ φόβῳ καθηλῶσθαι, μὴ δυναμένων. Ὥσπερ γὰρ ὁ ἐμπεπηγότας ἔχων ἐν ἑαυτῷ τοὺς σωματικοὺς ἥλους ἀνενέργητός ἐστιν ὑπὸ τῶν ὀδυνῶν κατεχόμενος· οὕτως ὁ τῷ φόβῳ τοῦ Θεοῦ κατειλημμένος, οὐκ ὀφθαλμῷ χρήσασθαι πρὸς ἃ μὴ δεῖ, οὐ χεῖρας κινῆσαι πρὸς ἀπηγορευμένας πράξεις, οὐχ ὅλως μικρὸν ἢ μεῖζον ἐνεργῆσαι παρὰ τὸ καθῆκον δύναται, οἷον ὀδύνῃ τινὶ τῇ προσδοκίᾳ τῶν ἀπειληθέντων συμπεπαρμένος. Τοὺς δὲ βεβήλους καὶ συρφετώδεις ἀποπέμπεται τῶν θείων διδασκαλιῶν, λέγων· Ἄφοβοι δὲ ἐν πύλαις αὐλισθήσονται· καὶ τό· Ζητήσετε παρὰ κακοῖς σοφίαν, καὶ οὐχ εὑρήσετε· καὶ πάλιν· 31.396 Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσι, διὰ τὸ μὴ ἐκκαθαρθῆναι τῷ θείῳ φόβῳ. Ὥστε, μέλλων προσιέναι τῇ ἀναλήψει τῆς σοφίας, τῷ σωτηρίῳ φόβῳ τὰ ἀπὸ κακίας αἴσχη καθηράμενος προσερχέσθω. Ἀνεφάνη οὖν ἡμῖν καὶ ἕτερον ἀγαθὸν ἐκ τῆς τῶν Παροιμιῶν διδασκαλίας, ἡ τοῦ φόβου ἀνάληψις, διὰ τῆς σοφίας ἡμῖν ἐπεισαχθεῖσα. ∆εύτερον ἦν ἐν τοῖς ἐπαγγέλμασι, γνῶναι παιδείαν. Ἔστι δὲ ἡ παιδεία ἀγωγή τις ὠφέλιμος τῇ ψυχῇ, ἐπιπόνως πολλάκις τῶν ἀπὸ κακίας κηλίδων αὐτὴν ἐκκαθαίρουσα, ἥτις Πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν εἰς σωτηρίαν. Ταύτην τοίνυν τὴν παιδείαν γνῶναι οὐ τῆς τυχούσης ἐστὶ διανοίας· διότι πολλοὶ, πρὸς τὸ τῶν γινομένων ἐπίπονον ἀπαγορεύοντες, τὸ τῆς ἐκβάσεως ὠφέλιμον ὑπὸ ἀμαθίας οὐκ ἀναμένουσιν, ἀλλὰ δυσανασχετοῦντες πρὸς τὸ τῆς ἐπιμελείας αὐστηρὸν, τοῖς τῆς ἀμαθίας ἀῤῥωστήμασιν ἐναπέμειναν. ∆ιὰ τοῦτο θαύματος ἄξιαι τῶν δικαίων αἱ φωναὶ, τῶν λεγόντων· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Οὐ γὰρ τὴν παιδείαν παραιτοῦνται, ἀλλὰ τὴν ὀργήν. Τούτῳ παραπλήσιόν ἐστι καὶ τὸ,