1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

4

Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ· καὶ τό· Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Ὥσπερ γὰρ τῶν παίδων οἱ νήπιοι, κατολιγωροῦντες τῶν μαθημάτων, μετὰ τὰς μάστιγας ἃς οἱ διδάσκαλοι αὐτοῖς ἢ παιδαγωγοὶ προσάγουσι, προσεχέστεροι γενόμενοι, δέχονται τὰ διδάγματα, καὶ ὁ αὐτὸς λόγος πρὸ μὲν τῶν πληγῶν οὐκ ἠκούετο, μετὰ δὲ τὰς ἐκ τῶν μαστίγων ὀδύνας, ὡς ἄρτι τῶν ὤτων διανοιγέντων, καὶ παρεδέχθη τῇ ἀκοῇ, καὶ διεφυλάχθη τῇ μνήμῃ· οὕτω καὶ ἐπὶ τῶν παρακουόντων τῆς θείας διδασκαλίας καὶ καταφρονητικῶς πρὸς τὰς ἐντολὰς διακειμένων συμβαίνει. Ἐπειδὰν γὰρ ἐπαχθῇ αὐτοῖς παρὰ τοῦ Θεοῦ ἡ παιδεία, τότε δὴ μάλιστα τὰ ἀεὶ λαλούμενα καὶ ἀεὶ παρακουόμενα τῶν τοῦ Θεοῦ προσταγμάτων, ὡς πρῶτον ἐμπεσόντα αὐτῶν ταῖς ἀκοαῖς, παρεδέχθη. ∆ιὰ τοῦτο, Ἡ παιδεία Κυρίου, φησὶν, ἀνοίγει μου τὰ ὦτα.

Ἐπεὶ οὖν ἡ παιδεία νουθετεῖ τὸν ἄτακτον, ὡς ἐποίει ὁ Παῦλος παραδιδοὺς τῷ Σατανᾷ, οἷον δημίῳ τινὶ στρεβλοῦντι καὶ μαστίζοντι, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν· τὸν δὲ ἀφηνιαστὴν ἐπανάγει, ὡς περὶ οὗ εἴρηται, ὅτι Ὕστερον αἰχμαλωσίας αὐτοῦ μετενόησεν· ἀναγκαῖον γνῶναι τῆς παιδείας τὴν δύναμιν πρὸς ὅσα ἐστὶ λυσιτελής. Εἰδὼς οὖν τὸ ἀπ' αὐτῆς ὠφέλιμον ὁ Σολομὼν, παραινεῖ· Μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι, ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐκ ἀποθανεῖται. Σὺ μὲν γὰρ ῥάβδῳ πατάξεις αὐτὸν, τὴν δὲ ψυχὴν αὐτοῦ ῥύσῃ ἐκ θανάτου. Τίς γὰρ υἱὸς, ὃν οὐ παιδεύει. πατήρ; Αὕτη ἡ παιδεία πολλῶν χρημάτων ἐστὶ τοῖς ὀρθῶς λογιζομένοις τιμιωτέρα. ∆ιό φησιν ὁ Σολομών· 31.397 Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον· ἵνα ἐν καιρῷ περιστάσεων ἢ τοῦ σώματος κάμνοντος, ἢ τῶν κατὰ τὸν οἶκον πεπονηκότων, μή ποτε πονηρὰν ἔννοιαν λάβῃς περὶ Θεοῦ, ἀλλ' ἐν ὑπομονῇ πολλῇ δέχῃ αὐτοῦ τὰς πληγὰς, παιδευόμενος ἐφ' οἷς ἥμαρτες, καὶ λέγῃς καὶ σὺ, διὰ τὸ γνῶναι παιδείαν, τό· Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ· καὶ τό· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Οἷος ἦν ὁ Παῦλος λέγων· Παιδευόμενοι, καὶ μὴ θανατούμενοι· καὶ τό· Ἐλεγχόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐπειδὴ δὲ καὶ ἡ τῶν μαθημάτων ἀνάληψις παιδεία λέγεται, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Μωϋσέως, ὅτι Ἐπαιδεύθη ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων, τὸ μὴ τοῖς τυχοῦσιν ἑαυτὸν μαθήμασιν ἐπιβάλλειν, ἀλλὰ γνῶναι τὴν χρησιμωτάτην παιδείαν, οὐ μικρὸν πρὸς σωτηρίαν. Ἤδη γάρ τινες, ἢ γεωμετρίᾳ σχολάζοντες, ἣν ἐξεῦρον Αἰγύπτιοι, ἢ ἀστρολογίᾳ τῇ παρὰ τῶν Χαλδαίων τετιμημένῃ, ἢ ὅλως περὶ σχήματα καὶ σκιὰς τὴν μετεωρολογίαν ἔχοντες, τῆς ἐκ τῶν θείων λογίων παιδεύσεως ὑπερεῖδον. Ἀλλὰ καὶ ποιητικὴ, καὶ ῥητορικὴ, καὶ ἡ τῶν σοφισμάτων εὕρεσις πολλοὺς ἀπησχόλησεν· ὧν ὕλη τὸ ψεῦδός ἐστιν. Οὔτε γὰρ ποιητικὴ συστῆναι δύναται ἄνευ τοῦ μύθου· οὔτε ῥητορικὴ ἄνευ τῆς ἐν τῷ λέγειν τέχνης· οὔτε σοφιστικὴ ἄνευ τῶν παραλογισμῶν. Ἐπεὶ οὖν πολλοὶ τῇ περὶ ταῦτα σπουδῇ τῆς περὶ Θεοῦ γνώσεως κατημέλησαν, ἐν τῇ τῶν ματαίων ἐρεύνῃ καταγηράσαντες, ἀναγκαία ἡ τῆς παιδείας ἐπίγνωσις, πρός τε τὴν αἵρεσιν τῆς ὠφελίμου παιδείας, καὶ πρὸς τὴν ἀποφυγὴν τῆς ἀνονήτου καὶ βλαβερᾶς. Ἔστι καὶ νοῆσαι λόγους φρονήσεως τῷ προσέχοντι ταῖς Παροιμίαις, καὶ τὸ ἀπ' αὐτῶν ὠφέλιμον μὴ ἀργῶς δεχομένῳ. Τὴν φρόνησιν τοίνυν ἐπιστάμεθα οὖσαν μίαν τῶν γενικῶν ἀρετῶν, καθ' ἣν ἐπιστήμονες γινόμεθα ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων οἱ ἄνθρωποι. Ὁ δὲ φρόνιμος δηλονότι παρωνύμως ἐκ τῆς φρονήσεως προσηγόρευται.

Πῶς οὖν φρονιμώτατος ὁ ὄφις πάντων τῶν θηρίων μεμαρτύρηται γεγενῆσθαι; 31.400 Καὶ πάλιν ὁ Κύριος· Γίνεσθε φρόνιμοι, ὡς οἱ ὄφεις. Καὶ φρόνιμος ὁ οἰκονόμος τῆς ἀδικίας. Ἢ δῆλον, ὅτι διπλοῦν ἐστι τὸ τῆς φρονήσεως ὄνομα; Ἡ μὲν γάρ τίς ἐστι φυλακὴ τοῦ οἰκείου συμφέροντος μετὰ τῆς τοῦ πλησίον ἐπιβουλῆς, οἵα ἡ τοῦ ὄφεως, τὴν κεφαλὴν ἑαυτοῦ συντηροῦντος. Ἥδε τις ἔοικεν εἶναι κακεντρέχεια