De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
πραιποσίτου λέγει ὁ τῆς καταστάσεως τό· "Κελεύσατε." Καὶ δὴ τῶν συγκλητικῶν ἐξιόντων, συνεξέρχονται καὶ οἱ δεσπόται, καὶ καββαλικεύουσι ἐν τῷ ἐμβόλῳ, καὶ γίνεται πρώτη δοχὴ εἰς τὸ Μίλιον, εἰς τὴν καμάραν, καὶ δέχεται κἀκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, δηλονότι τῆς συνήθους τάξεως τελουμένης κατὰ τὸν 1.26 τύπον τῆς δοχῆς. Καὶ πάλιν μετὰ μικρόν, δέχεται ὁ δήμαρχος τῶν Πρασίνων μετὰ καὶ τοῦ δήμου τοῦ Ῥουσίου, καὶ τὰ ἑξῆς ἐπιτελεῖται κατὰ τὸν τύπον τῆς δοχῆς. Πάλιν μετὰ μικρόν, δέχεται ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβιτος, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων, καὶ τὰ ἑξῆς ἐπιτελεῖται κατὰ τὸν τύπον τῆς δοχῆς. Καὶ πάλιν μετὰ μικρόν, ἤγουν εἰς τὸ κάγκελον τὸ εἰσάγον εἰς τὴν Χαλκῆν, δέχεται ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ τὰ ἑξῆς ἐπιτελεῖται κατὰ τὸν τύπον τῆς δοχῆς. Καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται οἱ δεσπόται, καὶ ἀποκαταβαίνουσι πρὸ τῆς μεγάλης πύλης τοῦ τρικλίνου τῶν Κανδιδάτων, καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται ἐν τῷ νάρθηκι τῆς τοῦ Κυρίου ἐκκλησίας, καὶ ἐκεῖσε, ἀσφαλιζομένων ὑπὸ τῶν κουβικουλαρίων τῶν πυλῶν, ἀποστέφονται παρὰ τῶν πραιποσίτων οἱ δεσπόται, καὶ εἰσέρχονται ἐν τῷ ναῷ τοῦ Κυρίου, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ. Καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται εἰς τὸ ἱερὸν παλάτιον, συνεισιόντος αὐτοῖς καὶ τοῦ κουβουκλείου, καὶ ἐπὶ τοῦ Χρυσοτρικλίνου εὐφημοῦνται, καθὰ προείρηται. Εἰδέναι δὲ δεῖ ὅτι, κατὰ τὸν τύπον ταύτης τῆς προελεύσεως, ἐπιτελεῖται καὶ ἡ τοῦ Εὐαγγελισμοῦ προέλευσις κατὰ πάντα ὁμοίως. Εἰ γὰρ φθάσῃ εἴτε ἐν σαββάτῳ εἴτε ἐν κυριακῇ, καὶ αἱ δοχαὶ παρὰ τῶν δήμων γίνονται, καὶ τὰ ὄργανα ἐν ταῖς τέσσαρσιν αὐλοῦσι δοχαῖς· εἰ δὲ τύχῃ ἄλλη ἡμέρα, ἵστανται μὲν τὰ μέρη, ἤτοι οἱ δῆμοι, ἐν τοῖς προειρημένοις αὐτῶν τῆς τάξεως τόποις, καὶ δὴ διερχομένων τῶν δεσποτῶν μετὰ τῆς συνήθους τάξεως τῆς προελεύσεως, ἐπεύχονται μὲν ἐν οἷς ἵστανται τόποις, κατασφραγίζοντες αὐτούς, μηδὲν ἀκτολογοῦντες. Χρὴ δὲ εἰδέναι ὅτι κατὰ τὸν τύπον ταύτης τῆς προελεύ 1.27 σεως τοῦ Εὐαγγελισμοῦ, ἐπιτελεῖται καὶ ἡ προέλευσις τοῦ ἁγίου καὶ μεγάλου Σαββάτου· ἀλλασσόντων γὰρ τῶν δεσποτῶν τὰ λεγόμενα παγανὰ ἐν τῷ κοιτῶνι τῆς ∆άφνης, καὶ ἐξερχομένων ἐν τῷ ὀκταγώνῳ κουβουκλείῳ, καὶ βαλόντων τὰς παγανὰς χλαμμύδας, ἐξέρχονται διὰ τοῦ Αὐγουστίωνος. Ἔνδον γὰρ τῆς μεγάλης πύλης τοῦ αὐτοῦ Αὐγουστίωνος ἵσταται κουβικουλάριος, ἐπώμιον φόρτωμα τὸ κεντηνάριον φέρων καὶ περιπατῶν ὄπισθεν πλησίον τῶν δεσποτῶν. Καὶ δὴ τῆς συνήθους τάξεως τελουμένης ἐν ταῖς δοχαῖς κατὰ τὴν συνήθειαν τῆς προελεύσεως τοῦ Εὐαγγελισμοῦ, ἰαμβίζουσι καὶ οἱ τῶν μερῶν νοτάριοι καὶ οἱ μαΐστορες ἐν τοῖς οἰκείοις αὐτῶν, καθὼς προείρηται ἐν τῷ Εὐαγγελισμῷ, τόποις. Καὶ δὴ διὰ τοῦ Ἁγίου Φρέατος τῶν δεσποτῶν διερχομένων, καθὼς προείρηται, καὶ ἐπὶ τοῦ βήματος εἰσερχομένων, καθὼς εἴπομεν, καὶ τῆς ἐνδυτῆς κατὰ τὴν ἐκκλησιαστικὴν κατάστασιν ὑπαλλαττομένης, λαμβάνει ὁ πραιπόσιτος ἐκ χειρὸς τοῦ κουβικουλαρίου τὸ κεντηνάριον, καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς ἀποτίθησι τοῦτο ἐν τῷ πεζουλίῳ τοῦ θαλασσιδίου τῆς αὐτῆς ἁγίας τραπέζης. Καὶ εἶθ' οὕτως θυμιῶντος τοῦ δεσπότου κατὰ τὸν προειρημένον τύπον τοῦ Εὐαγγελισμοῦ, διέρχονται διὰ τοῦ ἀριστεροῦ μέρους τοῦ αὐτοῦ βήματος, καὶ εἰσέρχονται ἐν τῷ σκευοφυλακίῳ, κἀκεῖσε θυμιῶντος τοῦ δεσπότου τὰ ἱερὰ σκεύη, καθέζονται ἐν τοῖς χρυσοῖς τούτων σελλίοις, ὁ δὲ πατριάρχης ἐπὶ τοῦ ἐκεῖσε ἱσταμένου θρόνου. Καὶ δὴ τοῦ πατριάρχου ἐπιδιδόντος τοῖς δεσπόταις τό τε νάρδον καὶ τὰ τριψίδια, καὶ μετὰ ταῦτα προσκυνεῖ ὁ τοῦ σκευοφυλακίου χαρτουλάριος, καὶ λαμβάνει εὐχὴν παρὰ τοῦ πατριάρχου, καὶ ἐξερχόμενος ποιεῖ τὴν διανομὴν τοῦ νάρδου εἰς τοὺς τῆς συγκλήτου, καὶ μετὰ τὸ τελειωθῆναι τὴν τοιαύτην διανομήν, ἐξέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου, καὶ διέρχονται διὰ τοῦ 1.28 ἀριστεροῦ μέρους τοῦ βήματος, καὶ τοῦ Ἁγίου Νικολάου διερχόμενοι ἐξέρχονται πρὸς τὴν μεγάλην πύλην τὴν ἐξάγουσαν εἰς τὸ Ἅγιον Φρέαρ. Ἔνδοθεν γὰρ ταύτης τῆς πύλης ἱσταμένου τοῦ πατριάρχου καὶ τῶν δεσποτῶν, ἐπιδίδωσιν ὁ πατριάρχης τὰς εὐλογίας, ἤτοι τὰς προσφοράς, τοῖς δεσπόταις, κἀκεῖσε δὲ τοῦτον ἀσπαζόμενοι οἱ δεσπόται ἀποχαιρετίζουσι, καὶ διὰ τοῦ Ἁγίου Φρέατος διέρχονται. Ἐξιόντων δὲ τῶν δεσποτῶν τὴν ἔξω πύλην τοῦ Ἁγίου Φρέατος, ἵσταται κακεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ καὶ τοῦ δήμου τοῦ Λευκοῦ κατασφραγίζοντες,