"τὸ" δὲ "ὀρνίθιον τὸ ζῶν" ἔξω τῆς πόλεως "εἰς τὸ πεδίον" ἐξαπέστειλεν. ἐπιτήρει οὖν, ὅπως διὰ τῶν εἰρημένων ὁλο κλήρως ἡμῖν ζωγραφεῖται Χριστός· διὰ μὲν γὰρ τοῦ ζῶντος ὀρνιθίου τὸν ζῶντά τε καὶ οὐράνιον νοήσεις λόγον, διὰ δὲ τοῦ αἵματος τοῦ ἐ σφαγμένου τὸ τίμιον αἷμα τοῦ παθόντος κυρίου (σαρκὶ γὰρ αὐτὸν πεπον θέναι φαμὲν πλὴν ὡς ἐν ἰδίῳ σώματι), διὰ δὲ τοῦ ἀσήπτου ξύλου (τοιοῦτον γὰρ τὸ κέδρινον) τὴν ἀδιάφθορον σάρκα· οὐ γὰρ "εἶδε δια φθορὰν" τὸ σῶμα Χριστοῦ. διὰ δὲ τοῦ ὑσσώπου τὴν τοῦ πνεύματος ζέσιν (θερμὴ γὰρ ἡ πόα καὶ τῶν ἐκ ψυχρότητος παθῶν σμηκτική) τοι αύτη δὲ ἡ τοῦ ἁγίου πνεύματος ἐνέργειά τε καὶ δύναμις. διὰ δὲ τοῦ κοκκίνου τῆς ἐφ' αἵματι διαθήκης τὴν ὁμολογίαν. διὰ δὲ τοῦ ζῶντος ὕδατος τὴν ζωοποιὸν τοῦ βαπτίσματος χάριν, δι' οὗ ὁ λεπρωθεὶς τῇ ἁμαρτίᾳ καθαίρεται. διὰ δὲ τοῦ ἔξω τῆς πόλεως τὸ ζῶν ὀρνίθιον ἀπο στέλλεσθαι τὴν ἀπὸ τοῦ κόσμου μετάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνά βασιν τοῦ Χριστοῦ διδασκόμεθα. γεγονὼς γὰρ οὕτως πρὸς τὸν πατέρα καὶ θεὸν ὑπὲρ ἁπάντων ἡμῶν ἐξιλάσεται καὶ καθαρισθησόμεθα. διὰ δὲ τοῦ χρίεσθαι τὰ δεξιὰ τοῦ λεπροῦ, ὠτίον καὶ χεῖρα καὶ πόδα τὸ δεῖν πρὸς τῇ θεωρίᾳ καὶ τῇ πράξει καὶ τῇ πορείᾳ ἐν τοῖς θείοις ἡμᾶς γε νέσθαι. 95 Mt 8, 16 ∆ιὰ τί δὲ ἡμέρας οὐ προσήνεγκαν; πότερον εὐλαβούμενοι τοὺς γραμματεῖς καὶ Φαρισαίους ἢ ἂν πάλιν αἰσχυνόμενοι ἐπὶ ταῖς ἀσθενείαις αὐτῶν ὡς Νικόδημος ἢ ἂν διὰ τὸ μὴ ἔχειν τοὺς ἀσθενοῦντάς τινας προσαγαγεῖν αὐτοὺς τῷ Ἰησοῦ. 96 Mt 8, 18 Ἀπεχώρει δὲ ὁ Χριστὸς ἀπὸ τῶν ὄχλων, ἵνα μὴ δόξῃ τις φιλό κομπος εἶναι χαίρων τοῖς παρὰ τῶν πολλῶν ἐπαίνοις καὶ ἵνα μὴ ὀργί ζωνται κατ' αὐτοῦ οἱ Φαρισαῖοι· ἐλύπει γὰρ αὐτοὺς σφόδρα τὸ ἀκολου θεῖν αὐτῷ πολλούς· καὶ ἵνα ταῖς πλησίον πόλεσιν ἐπιλάμψῃ τὸ οἰκεῖον καὶ σωτήριον φῶς. 97 Mt 8, 18-22 Κελεύει δὲ μόνοις τοῖς μαθηταῖς ὁ Ἰησοῦς ἀπελθεῖν εἰς τὸ πέραν, ἵνα μὴ δοκῇ ἐμποδίζεσθαι ὑπὸ τῶν θλιβόντων αὐτὸν ὄχλων ἀκούειν τοὺς μαθητὰς τῶν ἁρμοζόντων αὐτοῖς μαθημάτων καὶ γνησιω τέρως μελλόντων αὐτοῖς ἀποκαλύπτεσθαι τῶν τοῦ θεοῦ μυστηρίων, τῶν "ἐν παραβολαῖς τοῖς ὄχλοις" λαλουμένων· ἐπεὶ πάντα τὰ ἐν χερσὶ κατα λείψαντες μόνοι αὐτῷ ἠκολούθησαν ἕνεκεν φιλομαθίας, κελεύει δὲ δια περᾶν ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια, ἀπὸ τῶν ἐπιγείων ἐπὶ τὰ ἐπουράνια, ἀπὸ τῶν σαρκικῶν ἐπὶ τὰ πνευματικά. 98 Mt 8, 21 Ἔνθα μὴ πρόκειται εἰ πρὸς θεὸν τιμή, δίκαιον τιμᾶν τοὺς γονεῖς· ἐπὰν δὲ τὰ δύο ἐν μέσῳ ᾖ, τοῦ μὲν δεῖ ἀντέχεσθαι, τοῦ δὲ καταφρονεῖν, μάλιστα εἰ ἐμποδίζεται πρὸς τὸ ἀρέσαι θεῷ ἡ πρὸς τοὺς γονεῖς τιμή· τοῖς γὰρ πρωτείοις δεῖ δοξάσαι τὸν θεόν, ἵνα μὴ εὑρεθῶμεν κατὰ τὸν Κάϊν τὰ δευτερεῖα τῷ θεῷ ἀπονέμοντες. ὁμοίως καὶ ὁ παλαιὸς νόμος τοὺς ἱερέας ἐκώλυε προσπελάζειν τοῖς νεκροῖς καὶ τῆς οἰκείας ἔχεσθαι λει τουργίας καὶ μὴ κατάγεσθαι περὶ τὰς σαρκικὰς συμπαθείας, ἀλλ' ἐκεῖνος μὲν διὰ σκιῶν, ὁ δὲ Χριστὸς ἀπαρακαλύπτως διδάσκει τὸν τῷ θεῷ προσεδρεύειν θέλοντα μηδεμιᾶς συγγενείας λόγον ποιεῖσθαι εἰς τὸ ἀπα σχοληθῆναι τῷ συνεῖναι Χριστῷ· καὶ γὰρ αὐτὸς διὰ τὴν πρὸς τοὺς συν όντας ὠφέλειαν ὑπερεῖδεν μητέρα καὶ ἀδελφοὺς εἰπών· "τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου" καὶ "μήτηρ μού ἐστιν". 99 Mt 8, 25 Τὸ εἰπεῖν σῶσον ἔπαινον ἔχει πίστεως, τὸ δὲ εἰπεῖν ἀπολλύμεθα ἔγκλημα ὀλιγοπιστίας τοῖς κίνδυνον ἐλπίζουσι συμπλέοντος Χριστοῦ. οὐκ ἄπιστοι δὲ ὁλοτελῶς, ἀλλ' ὀλιγόπιστοι οἱ μὴ καταθαρσήσαντες κινδύνων συνόντος Χριστοῦ. 100 Mt 8, 25-26 βλέπε μετὰ πίστεως ὀλι γοπιστίαν· πιστεύουσι μὲν γάρ, ὅτι σῶσαι δύναται, ὡς δὲ ὀλιγόπιστοι λέγουσι τὸ σῶσον, ἀπολλύμεθα· οὐ γὰρ ἦν ἐφικτὸν ἀπολέσθαι ποτὲ συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος. 101 Mt 8, 29 Ἡ θεία τοῦ μονογενοῦς φύσις ἀφράστῳ πυρὶ κατέφλεγεν τοὺς δαίμονας ὥσπερ καὶ ἄλλα ἀφανῶς ἐποίει, τοὺς ἀγριωτέρους τῶν δαι μόνων εἰς ὁδοὺς ἐγκλείων καὶ τὴν τοῦ