διαβολῆς ἀπαλλάττει πανταχοῦ· "Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη "ἀμίαντος," κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐφεῖτο δὲ τοῖς ἐθέλουσι διαβιῶναι ὀρθῶς, καὶ τὸν ἐνάρετόν τε καὶ εὐσεβῆ κατορθῶσαι βίον, κἂν εἰ τέκνων γλίχοιντο γονῆς. διεβίω γὰρ οὕτως ὁ μακάριος Ἁβραάμ· γεγόνασι δὲ καὶ οἱ μετ' αὐτὸν εὐδόκιμοι παρὰ Θεῷ. τί οὖν, εἰπέ μοι, τὸ ἄτο- πον, ἢ πῶς ἂν ὅλως διαβεβλήσεται τὸ μὴ ἀνῄνασθαι γάμον, Θεοῦ προστάττοντος γράφεσθαί τι τῶν πνευματικῶν καὶ ἀναγκαίων εἰς ὄνησιν τοῖς ἐντευξομένοις ἐν τοῖς σωματικοῖς τε καὶ αἰσθητοῖς; φαίην δ' ἂν ἔγωγε καταδείσας οὐδὲν, ὅτι καὶ σέσωκεν ὁ προφήτης τὴν Γόμερ. γύναιον γὰρ τὸ οὕτως αἰσχρὸν καὶ πολύκοινον, ἑνὶ πέπεικεν ἀνδρὶ προσκεῖσθαι μόνῳ, καὶ τὴν πάλαι καὶ αὐτὴν λυποῦσαν τὴν φύσιν· ὅτι μὴ τέκνων ὑπέκειτο γοναῖς, ἀλλὰ ταῖς τῶν προστυχόντων ἡδυπαθείαις πωλοῦσα τὴν ὥραν, πέταυρον ἦν θανάτου, καὶ 1.23 θύρα καὶ ὁδὸς εἰς αὐτό που τὸ βαθὺ καὶ λοῖσθον καταφέρουσα σκότος· ἀποσχέσθαι πέπεικε τῶν οὕτω διεπτυσμένων ἐπᾳσ- μάτων τε ἅμα καὶ ἐγχειρημάτων, καὶ τέκνων ἐποίει μητέρα σεμνήν. τὸ δὲ δὴ μὴ σφόδρα φροντίσαι τῶν καθ' ἑαυτὸν, ἐξανύσαι γεμὴν ἑλέσθαι μᾶλλον τὸ ἑτέρῳ χρήσιμον καὶ ἀναγκαῖον εἰς σωτηρίαν, ἁγιοπρεπὲς ἂν φαίνοιτο καὶ ἀξιά- γαστον σπούδασμα. ἢ γὰρ οὐχ οὕτω καὶ ἐπαίνου παντὸς ἀξιώσομεν τὸν μακάριον προφήτην Ἡσαΐαν, εἰ τὸν χιτωνί- σκον ἀποδὺς, ὑπολυσάμενος δὲ καὶ τὰ σανδάλια, καὶ ὀλίγου παντελῶς ἀξιώσας λόγου τὴν εὐκοσμίαν, περιεπάτει γυμνὸς, ἵνα τῆς ἐσομένης αἰχμαλωσίας τοῖς ἐξ Ἰσραὴλ παραδείξας τὸ σχῆμα, Θεῷ προσκεῖσθαι παρασκευάσῃ καὶ τὴν τῶν ἁμαρτιῶν ἀγαπῆσαι κατάληξιν ἀναπείσῃ λοιπόν; τί δὲ, εἰπέ μοι, καὶ ὁ σοφὸς ἡμῖν Παῦλος οὐκ ἔφασκεν ἐναργῶς "Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, "ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα;" οὐχὶ δὲ καὶ "τοῖς πᾶσι γενέσθαι τὰ πάντα φησὶν, ἵνα πάντως "τινὰς σώσῃ, καὶ γεγονέναι μὲν τοῖς Ἰουδάιοις ὡς Ἰουδαῖος, "τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ' ἔννομος "Χριστῷ, ἵνα σώσῃ τοὺς ἀνόμους;" καὶ τί ἔτι ταῦτα λέγω, τὸ ἔτι μεῖζον ἀφείς; ὅτι καὶ αὐτὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα σώσῃ τὸ ἀνθρώπινον γένος, "οὐχ ἁρπαγμὸν ἡγή- "σατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου "λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι "εὑρεθεὶς ὡς ἄνθρωπος, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρο- "νήσας." Οὐδὲν οὖν ἄρα τὸ θαυμαστὸν, εἰ βραχὺ τοῦ πρέποντος ἐκπεφοιτηκὼς, σέσωκεν ὁ προφήτης τὴν Γόμερ, καὶ ἀπο- λωλὸς τὸ γύναιον ἀνακομίζει πρὸς εὐκοσμίαν. ὅτι δὲ χρησίμου τε καὶ ἀναγκαίου πράγματος ἕνεκα συνάπτεσθαι τῷ γυναίῳ προσέταττε Θεὸς, πεπληροφόρηκεν εὐθὺς, ταύτης 1.24 ἕνεκα τῆς αἰτίας ἐκεῖνα προστάξαι διαβεβαιούμενος. διότι φησὶν, ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυ- ρίου. καὶ οὐκ ἐσομένην πορνείαν τῆς γῆς, ἀλλὰ τὴν ἤδη γεγενημένην, τῷ προφήτῃ φησί. καὶ γὰρ ἦσαν αἱ δαμάλεις εἰς ∆ὰν καὶ Βαιθὴλ, καὶ τὰ τοῦ Βάαλ ἐγήγερτο τεμένη, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ κατὰ πᾶσαν ἐπράττοντο τῶν Σαμα- ρειτῶν τὴν χώραν. ἀδιαφορεῖ τοιγαροῦν κατὰ τοὺς χρόνους ἡ θεόπνευστος γραφὴ, ἢ καὶ, ὅπερ ἐστὶν ἀληθέστερον εἰπεῖν, οἱ ταύτην ἡμῖν διηρμηνευκότες· καθάπερ ἀμέλει καὶ αὐτὸ τὸ τοῦ Χριστοῦ πρόσωπον διὰ τῆς Ἡσαΐου φωνῆς εἰσφέρεται λέγον, "Τὸν νῶτον μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας "μου εἰς ῥαπίσματα." καὶ αὐτὸς δέ φησιν ὁ προφήτης περὶ αὐτοῦ "Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον "τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα "αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ᾕρθη." ὁρᾷς ὅπως τὸ ἐσόμενον ἐν καιροῖς ὡς ἤδη γεγενημένον ὁ τῆς προ- φητείας ἡμῖν εἰσκεκόμικε λόγος; οὐκοῦν τὸ, Ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ, ἀντὶ τοῦ, πεπόρνευκεν ἡ γῆ, νοητέον. πεπόρ- νευκε δὲ τίνα τρόπον; Ἀπὸ ὄπισθεν τοῦ Κυρίου, τουτέστι, τὴν ἀκολούθησιν ἀθετήσασα, ἣν ἂν ποιοῖτό τις, ὡς πρὸς Θεόν. γέγραπται γὰρ, ὅτι "Ὀπίσω τοῦ Κυρίου πορεύσῃ," τουτέστιν, ἀκολουθήσεις ἀμεταστρεπτὶ τοῖς