10
τὴν πόλιν κιόνων οἳ τὰς δημοσίας ὑπήρειδον στοάς, δακρύων τινὰ τρόπον οἱ πλείους σταλαγμοὺς ἀπέσταζον, ἀγοραί τε καὶ πλατεῖαι, μηδεμιᾶς ψεκάδος ἐξ ἀέρος γεγενημένης, οὐκ οἶδ' ὁπόθεν ὕδατι ῥανθεῖσαι καθυγραίνοντο, ὡς αὐτίκα διαθρυληθῆναι εἰς πάντας δακρῦσαι τὴν γῆν ἀρρήτῳ λόγῳ, τὴν τῶν τότε πραχθέντων ἀνοσιουργίαν μὴ φέρουσαν, εἰς ἔλεγχόν τε φύσεως ἀτέγκτου καὶ ἀσυμπαθοῦς ἀνθρώπων λίθους καὶ τὴν ἄψυχον ὕλην ἐπικλαῦσαι τοῖς γεγενημένοις. 9.13 λῆρος ἴσως καὶ μῦθος εὖ οἶδ' ὅτι δόξει εἶναι τὸ ῥῆμα τοῖς μεθ' ἡμᾶς, ἀλλ' οὐχ οἷσπερ ὁ καιρὸς τὴν ἀλήθειαν ἐπιστώσατο. 10.1 Τοῦ δ' ἐπιόντος μηνὸς Ἀπελλαίου τεσσαρεσκαιδεκάτῃ πρὸ δεκαεννέα Καλανδῶν Ἰανουαρίων λέγοιτ' ἄν πάλιν αὐτῶν ἀπ' Αἰγύπτου τινὲς πρὸς τῶν ἐπὶ ταῖς πύλαις τοὺς παριόντας διερευνωμένων συλληφθέντες ἐτύγχανον δ' οὗτοι θεραπείας ἕνεκα τῶν κατὰ Κιλικίαν ὁμολογητῶν στειλάμενοι, οἳ μὲν τὴν αὐτὴν οἷς ἔτυχον ἐξυπηρετησόμενοι, κατεδέξαντο ψῆφον, ὀφθαλμοὺς καὶ πόδας ἀχρειωθέντες, τρεῖς δ' αὐτῶν ἐν Ἀσκάλωνι, ἔνθα καὶ ἐνέσχηντο, θαυμασίαν τε παράστασιν ἀνδρείας παρεσχημένοι, διάφορον ἀπηνέγκαντο μαρτυρίου τέλος, ὁ μέν τις αὐτῶν πυρὶ παραδοθείς, Ἄρης ὄνομα, οἳ δὲ τὰς κεφαλὰς ἀποτμηθέντες· Πρόμος καὶ Ἠλίας τούτοις ἦν ἡ προσηγορία. 10.2 Αὐδυναίου δὲ μηνὸς ἡμέρᾳ μιᾷ καὶ δεκάτῃ εἴη δ' ἂν ἡ πρὸ τριῶν Εἰδῶν Ἰανουαρίων ἐπὶ τῆς αὐτῆς Καισαρείας Πέτρος ἀσκητὴς ὁ καὶ Ἀψέλαμος ἀπὸ Ἀνέας κώμης τῶν ὅρων Ἐλευθεροπόλεωςδιὰ πυρός, οἷα χρυσὸς ἀκραιφνέστατος, τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως εὐγενεῖ λογισμῷ τὴν δοκιμὴν ἀποδέδωκεν, μυρία μὲν λιπαροῦντας τόν τε δικαστὴν καὶ τοὺς ἀμφ' αὐτόν, ὡς ἂν ἐλεήσειεν ἑαυτὸν καὶ τῆς ἰδίας φείσαιτο νεότητός τε καὶ ἀκμῆς, ὑπεριδών, προτιμήσας δ' ἁπάντων καὶ ζωῆς αὐτῆς τὴν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἐλπίδα. 10.3 τούτῳ δὲ τῆς κατὰ Μαρκίωνα πλάνης ἐπίσκοπός τις εἶναι δοκῶν Ἀσκληπιὸς ζήλῳ μέν, ὡς ᾤετο, εὐσεβείας, ἀλλ' οὔτι γε τῆς κατ' ἐπίγνωσιν, ὅμως δ' οὖν μιᾷ καὶ τῇ αὐτῇ πυρᾷ τὸν βίον ἐξελήλυθεν. ἀλλὰ ταῦτα μὲν ταύτῃ· 11.1 Καιρὸς δῆτα καλεῖ τὸ μέγα καὶ περιβόητον ἀνιστορῆσαι θέατρον τῶν ἀμφὶ τὸ τριπόθητον ἔμοιγε ὄνομα Παμφίλου τελειωθέντων, δώδεκα δ' ἦσαν οἱ πάντες προφητικοῦ τινος ἢ καὶ ἀποστολικοῦ χαρίσματος καὶ ἀριθμοῦ κατηξιωμένοι· 11.2 ὧν ὁ κορυφαῖος καὶ τῇ τοῦ κατὰ Καισάρειαν πρεσβείου τιμῇ κεκοσμημένος μόνος ἐτύγχανεν ὁ Πάμφιλος, ἀνὴρ καὶ παρ' ὅλον αὐτοῦ τὸν βίον πάσῃ διαπρέψας ἀρετῇ, ἀποτάξει καὶ καταφρονήσει βίου, τῆς οὐσίας εἰς ἐνδεεῖς κοινωνίᾳ, κοσμικῶν ἐλπίδων ὀλιγωρίᾳ, φιλοσόφῳ πολιτείᾳ καὶ ἀσκήσει· μάλιστα δὲ παρὰ τοὺς καθ' ἡμᾶς πάντας διέπρεπεν τῇ περὶ τὰ θεῖα λόγια γνησιωτάτῃ σπουδῇ ἀτρύτῳ τε περὶ ἃ προύθετο φιλοπονίᾳ καὶ τῇ περὶ τοὺς προσήκοντας καὶ πάντας τοὺς αὐτῷ πλησιάζοντας ὠφελείᾳ· 11.3 οὗ τὰ λοιπὰ τῆς ἀρετῆς κατορθώματα, μακροτέρας ὄντα διηγήσεως, ἐπ' ἰδίας τῆς τοῦ κατ' αὐτὸν ὑποθέσεως βίου γραφῇ ἐν τρισὶν ἤδη πρότερον ὑπομνήμασι παραδεδώκαμεν. ἀλλὰ γὰρ ἐπ' ἐκεῖνα τοὺς φιλοτίμως καὶ ταῦτα εἰδέναι ἔχοντας ἀναπέμψαντες, τὰ νῦν ἐχώμεθα τῆς κατὰ τοὺς μάρτυρας ἀκολουθίας. 11.4 δεύτερος μετὰ Πάμφιλον ἐπὶ τὸν ἀγῶνα παρῄει, ἱεροπρεπεῖ πολιᾷ τετιμημένος, Οὐάλης, τῶν ἀπὸ Αἰλίας διάκονος, αὐτῇ προσόψει σεμνότατος πρεσβύτης, τῶν θείων γραφῶν εἰ καί τις ἄλλος ἐπιστήμων· τοσαύτας γέ τοι μνήμας αὐτῶν ἐνεστέρνιστο ὡς μὴ ἐνδεῖν τῆς ἀπὸ γραμμάτων ἐντεύξεως τῆς ἧς ποτε λάβοι γραφῆς οἵας δ' οὖν ἀπεμνημόνευσε διεξόδους. 11.5 τρίτος ὁ θερμουργότατος καὶ τῷ πνεύματι ζέων ἀπὸ τῆς Ἰαμνιτῶν πόλεως ἐν αὐτοῖς ἐγνωρίζετο Παῦλος, πρὸ τοῦ μαρτυρίου διὰ καυτήρων ὑπομονῆς τὸν τῆς ὁμολογίας διαθλήσας ἀγῶνα. τούτοις ἐπὶ τῆς εἱρκτῆς ἐτῶν δυεῖν ὅλων χρόνον κατατρίψασιν ὑπόθεσις τοῦ μαρτυρίου γίνεται Αἰγυπτίων αὖθις ἀδελφῶν ἔφοδος τῶν καὶ σὺν αὐτοῖς τελειωθέντων. 11.6 τοὺς κατὰ