10
ἐλαίου, καὶ τῶν περιττῶν, τότε οἱ λογισμοὶ τοὺς χρόνους σοι μετ' ἐγκωμίων ψηφίζουσιν ὑπενδοῦναί σε τοῖς πόνοις διὰ τὸ σῶμα γυμνάζουσι. Εἰκότως οὖν τοῖς κακογνώμοσιν ἀντιφθέγξῃ διαψηφισταῖς, ὅσα πρὸς ἀνατροπὴν τῆς ἐκείνων σκαιωρίας ἀντίκεινται. Τίς τῶν ἀδελφῶν τοὺς πόνους κατὰ δαιμόνων, ὑπὸ τῶν ἔνδον ἐπαινούμενος ἔψαλλεν. «Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε! εὖγε!» Μὴ τὸν λογισμὸν ἀνάσχῃ πολυετῆ σοι κύκλον ἐν τῷ μονήρει βίῳ φερόντων, ἵνα μή σου τοὺς πόνους τοῖς χρόνοις κρεμάσωσι, μηδὲ ἐν τῇ ὑπομονῇ τῆς ἐρημίας καυχήσει ζωγρηθῇς· ἀλλ' ἐν τῇ ὑπομονῇ τῆς εὐτελίας τοῦ δοῦλος ἀχρεῖος εἶναι μνήσθητι. ∆ιὰ γῆρας βαθύ τινα τῶν καρτερικῶν μονηρεμίτην πρεσβύτην ἐκ τῆς ἐρημίας αἵρειν ἐβιάζετό τις. Ὁ δὲ πρὸς αὐτόν· Παῦσαι, φησὶ, βίας, οὔπω γὰρ τῆς ἐξορίας ὁ κακοῦργος ἀνακέκλημαι. Ζητοῦντος δέ μου τοῦτον τῆς διδασκαλίας λόγον μαθεῖν, ἔφη· Ζήτει, πρῶτον ἐμπόνως τὸν ἔμφυτον φόβον, καὶ τότε ἔνδον εὑρήσεις τὸν ἔμπειρον λόγον, τὸν διδάσκοντα ἄνθρωπον γνῶσιν. Ὁ δ' αὐτὸς ἐπερωθεὶς καὶ περὶ φόβου, οὕτως ἀπεκρίνατο· Ὁ μέριμναν ἔχων τοῦ θανάτου τὴν μνήμην, ὁδηγεῖται καὶ εἰς τὸν τῆς κρίσεως φόβον. Φόβῳ τῶν θείων Γραφῶν καθ' ἑκάστην συνόμιλος γίνου· τῇ γὰρ τούτων συνουσίᾳ λογισμῶν ἐξοίσεις ὁμιλίας. Ὁ μελέτῃ τὰς θείας Γραφὰς θησαυρίζων ἐν τῇ καρδίᾳ, τοὺς λογισμοὺς ἐκ ταύτης ῥᾳδίως ἐκβάλλει. Ἀναγνώσει νυκτερινῇ ἐν ταῖς ἀγρυπνίαις τῶν θείων ἀκροώμενοι, μὴ τὰς ἀκοὰς τῷ ὕπνῳ νεκρώσωμεν, μηδὲ τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ τὴν ψυχὴν προδώσωμεν, ἀλλὰ τῷ κέντρῳ τῶν Γραφῶν τὴν καρδίαν κατανύξωμεν, ὅπως τῇ τῆς ἐπιμελείας κατανύξει τὴν ἀντίζυγον ἀμέλειαν διχοτμήσωμεν.
ΚΕΦΑΛ. ΚΑʹ. Τινὲς διὰ φήμην, καὶ οὐκ ἐπιμέλειαν ψυχῆς, τοῖς εὐλαβέσι
φιλιοῦνται, ἵνα ἑαυτοῖς κόσμον περιποιήσωσιν ἀπόνως· ὁ δὲ διὰ μνήμην τῶν ἐπουρανίων, δι' ἀγάπην πυρούμενος, τὴν ἀρέσκειαν τῶν ἐπιγείων ἐκ τῆς ἐννοίας ἐκκαθαίρεται. Τὸ διαμαρτυροῦν σοι συνειδὸς μὴ παραπέμπου λογισμῷ καταφρονοῦντι, καὶ γλυκολογοῦντι τὸ πταῖσμα, τῷ φιλονεικοῦντι μὴ συνδιατείνου, ἵνα μὴ πάθει πάθος στρατεύσας τῆς ἀρετῆς ἡττηθῇς, τῷ ὑπερηφάνῳ μὴ συνεπαίρου λογισμῷ ἀντιφυσῶντι εἰς ἀντάνεμον πνεῦμα. Οὐκ αἶνος γλώσσῃ τροχαλῶς φθεγγομένῃ, ἀλλὰ χείλεσι δόξα εὐσταθῶς κινουμένοις· ἀκροώμενος λόγων, ἐρώτα τὸν νοῦν σου καὶ τότε διακρίνας τὸ ψήφισμα δώσεις· μὴ παραλογίζου τὸν νοῦν σου ἀβουλίᾳ ῥημάτων, ἵνα μὴ κρημνησθείη ἡ χανανιτίς σου γλῶσσα. Μή σε πνεῦμα πολυῤῥῆμον πλανήσῃ, ἐν αὐτῷ γὰρ φωλεύει τὸ δόλιον ψεῦδος. Ὁ ταῖς παρ' ἑτέρων λοιδορίαις 79.1121 δακνόμενος, καὶ μὴ ταύτας τῷ διαβόλῳ προσρίπτων. τὸν τῶν λογισμῶν αὐτοῦ δῆμον ἑαυτῷ ἐπεγείρει, καὶ εἰς ἑαυτὸν βέλη σκευάζειν ἔτι μᾶλλον ἐρεθίζει, ἐν τῷ τὴν ψυχὴν διὰ τῶν τοιούτων τιτρωσκομένην συμπίπτειν. Ἕνεκεν διακονίας ἐπ' ἀλλοδαπῆς ἐὰν βαδίσῃς, μὴ φιλοξενεῖσθαι παρὰ πάντων εὐτρεπίζου, ἀνάξιον σεαυτὸν τῆς δόξης καταλέγων ἵνα οὕτω τὸν τῆς λοιδορίας λογισμὸν φυγαδεύσῃς, κἂν λέγῃ τἀληθῆ. Νομίζω, ὡς, οὐκ οὔσης ἀγάπης, λοιδορούμενος τὰ μέγιστα, ἢ ἀδικούμενος, οὐ μνησικακήσεις, ἀλλ' εὐλογήσεις. Ὁ γὰρ δαίμοσι μνησικακῶν, ἀνθρώποις οὐ μνησικακεῖ· εἰρηνεύει δὲ μετὰ δαιμόνων, ὁ τῷ ἀδελφῷ μνησικακῶν. Ἐμπρησμὸς καρδίας μῆνις ἀντιλογίας, ψυχαὶ δὲ ἀμνησικάκων δροσίζονται πνευματικῶς· ἄνθρακες πυρὸς σπινθῆρας ἐρεύγονται, οὕτω καὶ μνησίκακοι ψυχαὶ λογισμοὺς πονηρούς· ὥσπερ πληγὴ σκορπίου δριμύτατον ἔχει τὸν πόνον, οὕτω καὶ μνησίκακος ψυχὴ πικρότατον ἔχει τὸν ἰόν.
ΚΕΦΑΛ. ΚΒʹ. Πνεύμασι πορνείας μνησικάκει καὶ κενοδοξίας, δυσὶ πικροῖς
δαίμοσιν ἐναντίοις ἀλλήλων· ὁ μὲν γὰρ πρόσωπα φεύγει, ὁ δὲ προσώποις χαίρει. Καὶ