μετὰ ἀλλήλων μὴ ἔχουσαι ἀντὶ μιᾶς παραλαμβάνωνται. τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε. ἢ γὰρ δύο μακραί· καὶ τὰ ἑξῆς.9 -κ Ἐνταῦθα περὶ τῆς συνεκφωνήσεως οἱονεὶ συνιζή σεως βούλεται διαλαβεῖν· ἰστέον δὲ ὅτι διαφέρει αὕτη ἡ συνεκφώνησις τῆς συναλοιφῆς· ἄλλως γὰρ ἡ συναλοιφὴ καὶ ἄλλως ἡ συνεκφώνησις μετρεῖται· ἡ μὲν γὰρ συναλοιφὴ καθάπερ γράφεται οὕτω καὶ μετρεῖται, οἷον ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 95 et saepius)· 209 ἀποβληθέντος γὰρ τοῦ ˉο ἐν τῷ "3ὣς ἔφατο"3, ἀπεβλήθη καὶ ἐν τῷ μέτρῳ καὶ οὐ λαμβάνεται συλλαβή. ἡ δὲ συνεκφώνησις οὐχ ὡς γράφεται οὕτω καὶ μετρεῖται, ἀλλὰ δύο συλλαβαὶ εἰς μίαν συλλαμβάνονται ἐν τῷ μέτρῳ, οἷον αὐτός φησι μυρία παραδείγματα· ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις (Ε 349)· ἡ γὰρ ἢ καὶ οὐ συλλαβαὶ εἰς μίαν μετροῦνται. Λέγει δὲ αὐτῆς τῆς συνεκφωνήσεως πέντε τρό πους· ἢ γὰρ δύο μακραὶ εἰς μίαν γίνονται μακράν, ἢ βραχεῖα καὶ μακρὰ εἰς μίαν μακράν, ἢ μακρὰ καὶ βρα χεῖα εἰς μίαν μακράν, ἢ δύο βραχεῖαι εἰς μίαν βρα χεῖαν. εἶτα ἐν τῷ τέλει τὸν πέμπτον φησὶ τρόπον, ὅτε βραχεῖα καὶ κοινὴ εἰς μίαν βραχεῖαν παραλαμβά νονται. Ὁ δ' 20Ἡλιόδωρος20 φησὶν ἐν τῇ εἰσαγωγῇ, ὅτι καὶ τρεῖς εἰς μίαν συνεκφωνοῦνται συλλαβαί, ὡς τὸ δι πενθημιμερὲς τοῦτο, [οἱονεὶ] τὸ δοκοῦν εἶναι ἐλεγεῖον, Ἀστερίς, οὔτε σ' ἐγὼ φιλέω οὔτ' ἈπελλῆςAnacr. 72b). οὐ γάρ ἐστιν ἐλεγεῖον, ἀλλὰ τὸ πρῶτον αὐτοῦ μέρος ἐστὶ δακτυλικόν, τὸ δὲ δεύτερον ἰαμβικόν· δύο γὰρ ἰαμβικοὺς ἔχει πόδας καὶ συλλαβήν· τὸ οὖν 20φιλέω οὔ20 ἀπὸ βραχείας καὶ μιᾶς μακρᾶς. 210 Ἰστέον δὲ ὅτι τὸν τέταρτον τρόπον, λέγω δὴ τὸν λέγοντα δύο βραχείας εἰς μίαν βραχεῖαν παραλαμβά νεσθαι, λέγει (9, 6) ἐν τοῖς ἄλλοις μέτροις κυρίως εὑρίσκεσθαι, σπανίως δὲ ἐν ἔπει. οἷον παρὰ Σωτάδῃ ἐν τῇ Ἰλιάδι σείων μελίην Πηλιάδα δεξιὸν κατ' ὦμον. εἰς ἰθυφαλλικὸν δέ ἐστι τὸ μέτρον. ὅπερ τοιοῦτον ἔχει τρόπον· τὸ πρῶτον μέρος αὐτοῦ ἰωνικόν ἐστιν ἀπὸ μείζονος, τὸ δὲ ἔσχατον αὐτοῦ μέρος, ὃ ἐλέγομεν ἰθυφαλλικόν, ἐκ τριῶν τροχαίων μετρεῖται· οὕτως κατὰ διποδίαν σείων μελίην Πηλιάδα τῆς ˉα καὶ ˉδˉα συλλαβῆς εἰς μίαν μετρουμένης βραχεῖαν· δεξιὸν κατ' ὦμον τροχαῖοι. (ἰθυφαλλικὸν δ' ἐκλήθη, διότι εἰς τὰ φαλλαγώ για ἐν τῇ ἑορτῇ τοῦ ∆ιονύσου αὐτῷ ἐχρήσαντο). -εἶτα, ἐπειδὴ ἔλεγε τοῦτο εἶναι σπάνιον ἐν στίχῳ, ὅμως δὲ εὑρῆσθαι, καὶ ἀγνοεῖν τοῦτο τὸν ΚριτίανHeph. p. 9, 10 sqq), ὅτι δυνατόν ἐστι δύο συλλαβὰς εἰς μίαν βραχεῖαν παραλαμβάνειν, (ἐνόμισεν εὐλόγως μὴ δύνα σθαι τὸ τοῦ Ἀλκιβιάδου ὄνομα θεῖναι ἐν στίχῳ ἢ ἐλε γείῳ καὶ διὰ τοῦτο ἀντὶ ἐλεγείου ἐποίησεν ἴαμβον, 211 ὥστε εἶναι ἀντὶ στιχελεγείου στιχίαμβον) καὶ φέρει τὴν χρῆσιν. παραφέρει δέ, ὅτι εὕρηται καὶ ἐν στίχῳ παρὰ Κορίννῃ ἐν πέμπτῃHeph. p. 9, 16 sq.τινὲς δέ φασιν ἐν δευτέρᾳ, κρεῖττον δέ ἐστιν ἐν πέμπτῃ. εἶτα καὶ παρὰ Πραξίλλῃ ποιητρίᾳHeph. p. 9, 19
Cap. III. περὶ ποδῶν.
9Ἐκ τῶν συλλαβῶν εἰσιν οἱ πόδες, ὧν δισύλλαβοι μὲν δʹ. καὶ τὰ ἑξῆς.9
Ἐνταῦθα περὶ τῶν ποδῶν βούλεται διαλαμβάνειν ποῖοι καὶ πόσοι εἰσί· καὶ ἀναγκαῖόν ἐστιν ἡμᾶς πρό τερον αὐτὸ τοῦτο γνῶναι, τί ἐστι πούς. ποὺς τοίνυν ἐστὶν σύνταξις συλλαβῶν ἄρσιν καὶ θέσιν περιέχουσα. καὶ ἄλλως· πούς ἐστι μετρικὴ συλλαβῶν σχέσις ἀπὸ δύο ἕως ἕξ, ἐξ ὧν γνωρίζομεν τὸ τοῦ μέτρου εἶδός τε καὶ μέγεθος. βάσις δέ ἐστι τὸ ἐκ δύο ποδῶν συν εστηκὸς τοῦ μὲν ἐν ἄρσει τοῦ δὲ ἐν θέσει παραλαμ βανομένου. ἢ οὕτως· βάσις ἐστὶν <ἢ ἐκ δύο ποδῶν> ἢ ἐκ ποδὸς καὶ καταλήξεως, τουτέστι μιᾶς συλλαβῆς 212 ποδὶ ἰσουμένης. γνωρίζεται δὲ ὁ μὲν ποὺς ταῖς συλ λαβαῖς, τὰ δὲ μέτρα τοῖς ποσὶν ἢ ταῖς βάσεσι. μέτρον δέ ἐστι ποδῶν ὡρισμένων ποιὰ σύνταξις κατὰ τὴν φυσικὴν συμμετρίαν πως ὑπὸ τῶν τοῦ λόγου