καὶ θεοειδεῖς ἤμελλεν ἡμᾶς ὄντως καὶ μακαρίους καταστήσεσθαι. Καὶ ταῦτα δὲ ἐξεπονεῖτο λόγοις τε ἰδίοις πραΰνουσι καὶ σοφοῖς, οὐχ ἥκιστα καὶ ἀναγκαιοτάτοις, περὶ τῶν ἠθῶν καὶ τῶν τρόπων ἡμῶν. Καὶ οὐ λόγοις μόνον, ἀλλ' ἤδη καὶ ἔργοις τρόπον τινὰ διεκυβερνᾶτο παρ' ἡμῶν τὰς ὁρμάς, αὐτῇ τῇ τῶν ὁρμῶν καὶ παθῶν τῶν τῆς ψυχῆς θεωρίᾳ καὶ κατανοήσει, ἐξ ἧς μάλιστα κατεγνωσμένης κατορθοῦσθαι ἐξ ἀναρμο στίας πέφυκεν ἡμῶν ἡ ψυχή, καὶ ἐπὶ τὸ κεκριμένον καὶ εὔτακτον ἐκ συγκεχυμένης μετατίθεσθαι· ἵν' ὥσπερ ἐν κατόπτρῳ ἑαυτὴν θεωρήσασα αὐτὰς τὰς ἀρχὰς καὶ ῥίζας τῶν κακῶν, τὸ ἄλογον αὐτῆς πᾶν, ἐξ οὗ τὰ ἄτοπα ἡμῖν ἐπανίσταται πάθη· καὶ πάλιν ὅσον ἄριστον αὐτῆς μέρος λογικόν, ὑφ' οὗ κρατοῦντος μένει γε ἐφ' ἑαυτῆς ἀβλαβὴς καὶ ἀπαθής· εἶτα ταῦτα ἐν αὑτῇ κατανοήσασα ἀκριβῶς, πάντα μὲν τὰ ἐκ τοῦ χείρονος ἐκφυόμενα, ἐκχέοντα ἡμᾶς ὑπὸ ἀκολασίας ἢ συστέλλοντα καὶ συμπνί γοντα ὑπὸ ταπεινότητος, οἷον ἡδονὰς καὶ ἐπιθυμίας ἢ λύπας καὶ φόβους, καὶ ὅσος τοῖς γένεσι τοῖσδε ἕπεται στοῖχος κακῶν, ταῦτα μὲν ἐκβάλλοι καὶ ἐκποδὼν ποιοῖτο, ἔτι ἀρχομένοις καὶ ἄρτι φυομένοις ἐπανισταμένη καὶ οὐκ ἐῶσα οὐδὲ μικρὸν αὔξειν, ἀλλ' ἀπολλύουσα καὶ ἐξα φανίζουσα· ὅσα δὲ ἐκ τοῦ κρείττονος ἀνατέλλει ἡμῖν ἀγαθὰ ὄντα, ταῦτα ἐκτρέφοι τε καὶ διασώζοι, καὶ ἀρχόμενα τιθηνοῦσα καὶ συμφυλάττουσα ἄχρι τελειότητος. Οὕτω γὰρ ἄν ποτε παραγενέσθαι ψυχῇ τὰς θείας ἀρετάς, φρόνησίν τε τὴν αὐτὰ ταῦτα τῆς ψυχῆς τὰ κινήματα κρίνειν πρῶτον δυναμένην, ἐξ αὐτῶν καὶ τῆς περὶ τὰ ἔξω ἡμῶν, εἴ τινά ἐστιν, ἀγαθῶν καὶ κακῶν ἐπιστήμης γενομένης· καὶ σωφροσύνην τὴν ταῦτα ἐν ἀρχαῖς ὀρθῶς αἱρουμένην δύναμιν· καὶ δικαιοσύνην, ἣ τὰ ἄξια ἑκάστοις ἀπονέμει· καὶ τὴν πάντων τούτων σωτηρίαν, ἀνδρείαν. Οὐ λόγοις τοίνυν ἀπαγγελλομένοις συνείθιζεν, ὡς δὴ εἴη ἐπιστήμη ἀγαθῶν καὶ κακῶν ἢ ποιητέων καὶ οὐ ποιητέων ἡ φρόνησις· τοῦτο δὴ τὸ κενὸν καὶ ἀνωφελὲς μάθημα, εἰ ὁ λόγος εἴη τῶν ἔργων δίχα, καὶ φρόνησις οὐχὶ ποιοῦσα τὰ ποιητὰ καὶ ἀποτρέπουσα τῶν οὐ ποιητῶν, γινώσκειν δὲ ταῦτα παρεχομένη τοῖς ἔχουσιν αὐτήν, οἵους πολλοὺς ὁρῶμεν. Ἡ δὲ σωφροσύνη πάλιν ὅτι δὴ εἴη τις ἐπιστήμη αἱρετῶν καὶ οὐχ αἱρετῶν, οὐ πάνυ τι διδασκόντων αὐτὴν τῶν ἄλλων φιλοσόφων, καὶ μάλιστά γε τῶν νεωτέρων, ὄντων μὲν εὐτόνων καὶ ἐρρωμένων τοῖς λόγοις (οἵους ἐγὼ πολλάκις ἐθαύμασα, ὅταν τὴν αὐτὴν ἀρετὴν θεοῦ καὶ ἀνθρώπων, καὶ ἐπὶ γῆς τῷ πρώτῳ θεῷ ἴσον εἶναι τὸν σοφὸν ἄνθρωπον ἀποδείξωσιν), οὔτε δὲ τὴν φρόνησιν, ὡς καὶ ποιοῖ τις τὰ φρονήσεως, οὔτε τὴν σωφρο σύνην, ὡς καὶ αἱροῖτό τις ταῦθ' ἅπερ ἔμαθε, παραδοῦναι δυναμένων· ὁμοίως δὲ κἀπὶ τῆς δικαιοσύνης, καὶ ἔτι τῆς ἀνδρείας. Οὐχ οὕτως οὗτος τὰ περὶ ἀρετῶν ἡμῖν διεξῄει λόγοις, ἐπὶ δὲ τὰ ἔργα μᾶλλον παρεκάλει· καὶ παρεκάλει πλέον τοῖς ἔργοις, ἢ οἷς ἔλεγεν.
10 Ἐξαιτοῦμαι δὲ παρά τε φιλοσόφων τῶν νῦν ὄντων, ὅσους αὐτὸς ἔγνων καὶ ὅσους ἄλλων διηγουμένων ἤκουσα, καὶ παρὰ τῶν ἄλλων δὲ ἀνθρώπων, ἀνεμεσήτως ἔχειν πρὸς τὰ νῦν ἡμῖν λεγόμενα. Μηδέ μέ τις ἢ φιλίᾳ τῇ πρὸς τὸν ἄνδρα ἢ καὶ ἀπεχθανόμενον ἔτι τοῖς λοιποῖς φιλοσόφοις. (ὧν, εἴπερ τις ἄλλος, καὶ αὐτὸς ἐραστής τε διὰ τοὺς λόγους εἶναι θέλω, καὶ εὐφημεῖν αὐτοὺς βούλομαι αὐτός τε καὶ ἑτέρων τὰ κάλλιστα λεγόντων περὶ αὐτῶν ἀκούειν· ἀλλὰ γὰρ τοιαῦτά ἐστιν, ὡς εἰς ἔσχατον περιϋβρίζεσθαι μὲν ὑπὸ πάντων σχεδὸν καὶ τοὔνομα τῆς φιλοσοφίας, ἐμὲ δὲ μικροῦ δεῖν ἰδιωτεύειν ἑλέσθαι πάντη, ἤπερ τι μαθεῖν ὧν οὗτοι ἀπαγγέλλουσιν, οἷς διὰ τὸν λοιπὸν βίον οὐδὲ προσιέναι ἄξιον εἶναι ἐδόκουν, ἴσως οὐκ ὀρθῶς τοῦτο φρονῶν), πλὴν μή μέ τις φιλοτιμίᾳ τινὶ ἤτοι τῶν εἰς τὸν ἄνδρα ἐπαίνων ἢ τῇ πρὸς τοὺς ἔξω φιλοσό φους ἄλλῃ ταύτῃ φιλοτιμίᾳ ταῦτα λέγειν ὑπονοησάτω· ἀλλὰ καὶ μικρότερα ἡμᾶς τῶν αὐτοῦ ἔργων, μὴ κολακεύειν δοκοίημεν, λέγειν πεπείσθω οὐχὶ ῥήματα καὶ ὀνόματα καὶ ἀφορμὰς ἐντέχνους ἐγκωμίων ἑαυτοῖς ἐκποριζομένοις· ὃς οὐδ' ὅτε μειράκιον ὢν τὴν δημώδη ῥητορικὴν ἐκ ῥήτορος