1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

εἴπατε ἡμὶν ἀληθῶς, εἰ φίλον ὑμῖν αἱ σύνοδοι. -«Τί μὲν οὖν ἥδιον;» -Ἀντὶ τίνος; - «Τῆς ἀρετῆς· πολλοὶ γὰρ ἀμείνους ὧδε γένοιντ' ἄν, εἰ τιμῷτ' ἀρετή.» -Τοῦτο μὲν εὖ λέγετε· ἡ δὲ μέθη τό τε γαστρὸς ὑπάρχειν τοὺς θεραπευτὰς ἄλλοις· ἀθλοφόρων δ' ἔκλυσις ἀλλοτρία. 8.168 Μὴ ψεύδεσθ', ὅτι γαστρὸς ἐπαινέται εἰσὶν ἀθληταί· λαιμῶν οἵδε νόμοι, ὠγαθοί, ὑμετέρων· Μάρτυσι δ' εἰς τιμὴν ἓν ἐπίσταμαι· ὕβριν ἐλαύνειν ψυχῆς καὶ δαπανᾶν δάκρυσι τὴν πιμελήν. 8.169 Μαρτύρομ', ἀθλοφόροι καὶ μάρτυρες· ὕβριν ἔθηκαν τιμὰς ὑμετέρας οἱ φιλογαστορίδαι. οὐ ζητεῖτε τράπεζαν ἐύπνοον οὐδὲ μαγείρους· οἱ δ' ἐρυγὰς παρέχουσ' ἀντ' ἀρετῆς τὸ γέρας. 8.170 Τρισθανέες, πρῶτον μὲν ἐμίξατε σώματ' ἀνάγνων ἀθλοφόροις, τύμβοι δὲ θυηπόλον ἀμφὶς ἔχουσι· δεύτερον αὖτε τάφους τοὺς μὲν διεπέρσατ' ἀθέσμως αὐτοὶ σήματ' ἔχοντες ὁμοίια, τοὺς δ' ἀπέδοσθε, πολλάκι καὶ τρὶς ἕκαστον· ὃ δὲ τρίτον, ἱεροσυλεῖς Μάρτυρας, οἷς φιλέεις. Σοδομίτιδες ἵξατε πηγαί. 8.171 Παῖδες χριστιανῶν, τόδ' ἀκούσατε. οὐδὲν ὁ τύμβος; πῶς οὖν ὑμετέρους χώννυτ' ἀριπρεπέας; ἀλλ' ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισιν βάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας. εἰ δ', ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτ' ἀδίκαστον, πείθομαι, ἢν σὺ φέρῃς πατρὸς ὕβριν φθιμένου. 8.172 Τυμβολέται, γάστρωνες, ἐρευγόβιοι, πλατύνωτοι, μέχρι τίνος τύμβοις Μάρτυρας ἀλλοτρίοις τιμᾶτ', εὐσεβέοντες ἃ μὴ θέμις; ἴσχετε λαιμούς, καὶ τότε πιστεύσω Μάρτυσιν ἦρα φέρειν. 8.173 Τιμὴ Μάρτυσίν ἐστιν ἀεὶ θνῄσκειν βιότητι αἵματος οὐρανίου μνωομένους μεγάλου· τύμβοι δὲ φθιμένοις. ὃς βήματα δ' ἡμὶν ἐγείρει ἀλλοτρίοισι λίθοις, μηδὲ τάφοιο τύχοι. 8.174 Μάρτυρες, αἷμα Θεῷ μεγάλην ἐσπείσατε λοιβὴν 8.174 καὶ μέντοι θεόθεν ἄξια δῶρ' ἔχετε, βήμαθ', ὕμνους, λαούς, ψυχῶν σέβας. ἀλλ' ἀπὸ τύμβων φεύγετε, νεκροκόμοι, Μάρτυσι πειθόμενοι. 8.175 ∆αίμοσιν εἰλαπίναζον, ὅσοις τὸ πάροιθε μεμήλει δαίμοσιν ἦρα φέρειν, οὐ καθαρὰς θαλίας. τούτου χριστιανοὶ λύσιν εὕρομεν· ἀθλοφόροισι στησάμεθ' ἡμετέροις πνευματικὰς συνόδους. νῦν δέ τι τάρβος ἔχει με· ἀκούσατε, οἱ φιλόκωμοι· πρὸς τοὺς δαιμονικοὺς αὐτομολεῖτε τύπους. 8.176 Μηκέτι πηκτὸν ἄροτρον ἀνὴρ ἐπὶ γαῖαν ἐλαύνοι, μὴ πέλαγος πλώοι, μὴ δόρυ θοῦρον ἔχοι· ἀλλὰ φέρων σκαπάνην τε καὶ ἄγριον ἐν φρεσὶ θυμὸν ἐς τύμβους πατέρων χρυσὸν ἴοι ποθέων, ὁππότε καὶ τοῦτόν τις ἐμὸν περικαλλέα τύμβον σκάψεν ἀτασθαλέων εἵνεκα κερδοσύνης. 8.177 Ἑπτὰ βίοιο πέλει τάδε θαύματα· τεῖχος, ἄγαλμα, κῆποι, πυραμίδες, νηός, ἄγαλμα, τάφος· ὄγδοον ἔσκον ἔγωγε πελώριος ἐνθάδε τύμβος, ὑψιπαγής, σκοπέλων τῶνδ' ἀποτῆλε θέων, πρῶτος δ' ἐν φθιμένοισιν ἀοίδιμος, ἔργον ἄπληστον τῆς σῆς, ἀνδροφόνε, μαινομένης παλάμης. 8.178 Ἦν ὅτε ἦν ἀτίνακτος ἐγὼ τάφος, οὔρεος ἄκρην πουλὺς ὑπερτέλλων τηλεφανὴς σκόπελος· νῦν δέ με θὴρ ἐτίναξεν ἐφέστιος εἵνεκα χρυσοῦ· ὧδε δ' ἐτινάχθην γείτονος ἐν παλάμαις. 8.179 Τὸν τύμβοιο τόσου ληίστορα, ὃν πέρι πάντῃ λάων τετραπέδων ἀμφιθέει στέφανος, ἄξιον αὐτίκ' ἔην αὐτῷ ἐνὶ σήματι θέντας αὖθις ἐπικλεῖσαι χάσματα δυσσεβέι. 8.180 Ἔργον ἀλιτρὸν ὄπωπα, κεχηνότα τύμβον, ὁδεύων· χρυσοῦ ταῦτα πέλει ἔργματα τοῦ δολίου. εἰ μὲν χρυσὸν ἔχεις, εὗρες κακόν· εἰ δ' ἄρα κεινὸς ἔνθεν ἔβης, κενεὴν μήσαο δυσσεβίην. 8.181 Ὁσσάτιον παράμειψα βροτῶν βίον, οὐδ' ἄρ' ἔμελλον ἐκφυγέειν παλάμας γείτονος οὐλομένας, ὅς με καὶ αἰπὺν ἐόντα χαμαὶ βάλε νηλέι θυμῷ οὔτε Θεὸν δείσας οὐθ' ὁσίην φθιμένων. 8.182 Τὸν τύμβων κακοεργὸν ἀλάστορα φεύγετε πάντες· ἠνίδ', ὅσην σκοπιὴν ῥήξατο ῥηιδίως. οὐ μὲν ῥηιδίως ἐρρήξατο. ἀλλ' ἀποτῆλε χάζεσθε· φθιμένους ὧδ' ἂν ἀρεσσάμεθα. 8.183 Αἰαῖ, ὥς τι κακὸν προτιόσσομαι ἐγγύθεν ἤδη τοῖσί τε τυμβορύχοις τοῖς τε περικτιόσιν σήματος ὑψιθέοντος ὀλωλότος. ἀλλὰ τὸν ἐχθρὸν οἶδε δίκη· δακρύειν δ' ἡμέτερον φθιμένους. 8.184 Μαυσώλου τάφος ἐστὶ πελώριος, ἀλλὰ Κάρεσσι τίμιος· οὔτις ἐκεῖ τυμβολέτις παλάμη· Καππαδόκεσσιν ἔγωγε μέγ' ἔξοχος, ἀλλὰ δέδορκας, οἷα πάθον. στήλῃ γράψατε νεκροφόνον. 8.185