10
τοίνυν ὁμόχρονος τοῖς ἄστροις ἡ γῆ καὶ οὐδεμίαν ἐκεῖθεν οὔτε συμπτώσεως οὔτε διαμονῆς αἰτίαν ἐπάγεται, ἐν μερικαῖς δέ τισι τόπων περιγραφαῖς τὰ τοιαῦτα ὑφίσταται πάθη, ἄρα οὐχ εἱμαρμένης ἀνάγκῃ ἀλλὰ κατά τινα ἑτέραν 56 ἰδιάζουσαν αἰτίαν ἐν τοῖς τοιούτοις συμπτώμασι γενέσθαι τὰ τοιαῦτα συμβαίνει. ὅταν οὖν πάθῃ τι τοιοῦτον ἡ γῆ καί τινας τοιαύτας συμφορὰς κατεργάσηται τῶν οἰκητόρων συγκατασεισθέντων τῷ καταπτώματι, τί ἐροῦσιν οἱ προσκυνοῦντες τὴν εἱμαρμένην καὶ τὴν τῶν ἄστρων κίνησιν ἐπι στατεῖν τῶν ὄντων διοριζόμενοι; πῶς ἐκεῖ τὸ νήπιον, τὸ βρέφος, τὸ μειράκιον, ὁ ἀνήρ, ὁ πατήρ, ὁ πρεσβύτης, ὁ εὐγενής, ὁ εὐπατρίδης, ὁ μισθωτός, ὁ δεσμώτης οὔτε τῷ χρόνῳ τῆς γενέσεως οὔτε διαφορᾷ τινι τῆς ἀξίας εἰς τὴν τῶν κακῶν ὁμοτιμίαν κωλύονται; ἔτι πρὸς τούτοις· τίς οὐκ οἶδεν ὅτι παντὸς ἄγους ἔσχατόν ἐστιν ἡ θυγατρομιξία καὶ ἀδελφογαμία καὶ ἡ εἰς μητέρας παρανομία; τοῦτο τοίνυν εἰ κατά τινα μοίρας ἀνάγκην ἐγίνετο, πάντως ἂν καὶ ἐν τοῖς καθ' ἡμᾶς ἐτολμήθη τόποις· ἐπεὶ δὲ μόνῳ τῷ ἔθνει Περσῶν καὶ τοῖς τὰ ἐκείνων νόμιμα δεδιδαγμένοις τὸ τοιοῦτον ἄγος τολμᾶται, δῆλον ἐκ τοῦ ἀκολούθου ὅτι μοῖρα καὶ εἱμαρμένη ἡ ἑκάστου προαίρεσις γίνεται τὸ δοκοῦν κατ' ἐξουσίαν προ αιρουμένη.
Ἔτι πρὸς τούτοις· ὡς ἂν μηδὲ τὸ τοιοῦτον ἔχοιεν λέγειν, ὅτι κατὰ τὰς ποιὰς περικλείσεις τῶν τόπων ἰδιάζουσαί τινες ἄστρων κινήσεις καταλαμβάνονται, καὶ διὰ τοῦτο οἱ μὲν 57 μητρογαμοῦσιν, οἱ δὲ ξενοκτονοῦσι καὶ ἀνθρωποβοροῦσι τῆσδε τῶν ἄστρων τῆς θέσεως ἐκείνοις ἰδιαζόντως ἐπι πιπτούσης· εἰ καὶ παντάπασι τῶν ἀπαιδεύτων καὶ τῆς τῶν ὄντων θεωρίας ἀνεπισκέπτων ὁ τοιοῦτος λόγος ἐστί, τῶν οἰομένων ὅτι κατὰ τὰς ποιὰς τῆς γῆς περιγραφὰς καὶ ἡ ἄνω θεν αὐτοῖς λῆξις ἐπιτυποῦται (οὕτω γὰρ ἂν εὑρεθείη τὰ γήϊνα τῶν οὐρανίων ἀρχηγικώτερα, εἰ κατὰ ταῦτα νομίζοιτο κἀκεῖνα ἔχειν), ὅμως καὶ τοῦτο προσθήσομεν πρὸς ἔλεγχον τῆς ἠπατημένης αὐτῶν ὑπολήψεως· πάντα σχεδὸν τὰ μέρη τῆς γῆς τὸ τῶν Ἰουδαίων ἐπενεμήθη γένος, ἀνατολικοί, νότιοι, μεσογεῶται, δυτικοί, προσάρκτιοι, πάντα σχεδὸν τὰ ἔθνη μέμικται πρὸς τὴν τῶν Ἰουδαίων συνοίκησιν. πῶς τοίνυν οὐδεμία τῶν ἄστρων ἀνάγκη ἐπ' οὐδενὸς αὐτῶν ἴσχυσέ τινι τῶν ἐκ τοῦ ἔθνους χαρίσασθαι τὸ ἀλώβητον, ἀλλ' ἐν ταῖς μυριοτρόποις τῶν ἄστρων ἐπιπλοκαῖς, ᾧπερ ἂν συνενεχθῇ τὸ τικτόμενον, ἐν τῷ ὁμοίῳ πάντως ἐστί, κατὰ τὴν τεταγμένην τῶν ἡμερῶν περίοδον ὑπομενούσης τὴν λώβην τῆς φύσεως; Ὁ δέ, Ταῦτα μὲν οὔπω, φησίν, ἐξήτασται παρ' ἡμῖν, τίνι λόγῳ διαφεύγει τὴν ἐκ τῶν ἄστρων ἀνάγκην τὰ νόμοις τισὶ κεκρατημένα παρὰ πολλοῖς τῶν ἐθνῶν· ἡ μέντοι πρόρρησις τῶν ἀποβησομένων οὐκ ἂν μικρὸν εἰς ἀπόδειξιν νομισθείη τοῦ ἀπαραβάτως ἔχειν τὰ μεμοιραμένα ἑκάστῳ. πῶς γὰρ ὁ δεῖνα τόνδε τὸν ἀριθμὸν τῶν ἐτῶν βιοτεύσειν καὶ τοιαῖσδε συντυχίαις κατὰ τὸν βίον συνενεχθήσεσθαι προμαθὼν οὐ 58 διεψεύσθη, εἰ μή τις ἀνάγκη κατὰ τὸ ἀπαράβατον ἐκείνῳ τε ταῦτα γενέσθαι πάντως ἐπέκλωσε, τῷ τε προαγορεύοντι διὰ τῆς ποιᾶς τῶν κατὰ τὸν ἀριθμὸν σεσημειωμένων παρα τηρήσεως δῆλον ἐποίησεν; Ἐγὼ δὲ κρεῖττον μὲν ἔφην ἐν τοῖς τοιούτοις δοκεῖν ἀγνοεῖν ἢ γέλωτος ἀφορμὴν παρέχειν τοῖς ἀμαθεστέροις τῶν ἡμετέρων δογμάτων· πλὴν ἀλλὰ μικρὰ φροντίσας τῶν ἐν γέλωτι τὰ καθ' ἡμᾶς τιθεμένων, δι' ὀλίγων, ὡς ἂν οἷός τε ὦ, πᾶσαν τὴν περὶ τούτου αἰτίαν ἐκθήσομαι. ἔστι τῷ γένει τῶν ἀνθρώπων κατὰ φύσιν πολέμιος δύναμίς τις ἐκ τῶν ἐναντίων τῇ ἀγαθῇ φύσει γινωσκομένη. τούτου δὲ μυρίας μὲν ἔστι τὰς ἀποδείξεις ἐξ ἐναργῶν παραστῆσαι πραγμάτων. οὐ μὴν ἀναγκαῖον ἡγοῦμαι τῷ παρόντι καιρῷ πάντα κατὰ τὸ ἀκόλουθον διεξιέναι δι' ὧν ταῦτα οὕτως ἔχειν πεπίστευται. τῆς τοίνυν θείας φύσεως ἐν παντὶ ἀγαθῷ νοήματί τε καὶ ὀνόματι θεωρουμένης, παρ' ἧς ἡ ζωή, τὸ φῶς, ἡ ἀλήθεια, τὸ δίκαιόν τε καὶ σοφὸν καὶ τὸ ἄφθαρτον καὶ πᾶν ὅ τί περ ἔστι κατ' ἔννοιαν λαβεῖν ἀγαθόν, τοῦτο οὔσης καὶ τοῦτο χαριζομένης, ἡ ἐκ τῶν ἐναντίων γνωριζομένη δύναμις ἐκ πάντων