10
καὶ αἵματι φοινιχθεῖσαν τοιούτῳ, καὶ χρυσῆν γενομένην μάχαιραν, ἐπὶ λοιδορίας καὶ ὕβρεις καὶ εὐτραπελίας μετάγειν. Αἰδέσθητι τὴν τιμὴν, ἢν ἐτίμησεν αὐτὴν ὁ Θεὸς, καὶ μὴ καταγάγῃς εἰς τὴν τῆς ἁμαρτίας εὐτέλειαν· ἀλλ' ἐνθυμηθεὶς πάλιν, ὅτι μετὰ τὴν χεῖρα καὶ τὴν γλῶσσαν ἡ καρδία δέχεται τὸ φρικτὸν ἐκεῖνο μυστήριον, μὴ ῥάψῃς ποτὲ κατὰ τοῦ πλησίον δόλον, ἀλλὰ κακουργίας πάσης καθαρὰν διατήρει σου τὴν διάνοιαν· οὕτω καὶ ὀφθαλμοὺς καὶ ἀκοὴν ἀσφαλίσασθαι δυνήσῃ. Πῶς γὰρ οὐκ ἄτοπον, μετὰ τὴν μυστικὴν ἐκείνην φωνὴν καὶ ἐκ τῶν οὐρανῶν φερομένην, τὴν ἐκ τῶν Χερουβὶμ λέγω, πορνικοῖς ᾄσμασι καὶ κατακεκλασμένοις μέλεσι τὴν ἀκοὴν μολύνειν; πῶς δὲ οὐκ ἐσχάτης κολάσεως ἄξιον, τοῖς ὀφθαλμοῖς, οἷς ὁρᾷς τὰ ἀπόῤῥητα καὶ φρικτὰ μυστήρια, τούτοις πόρνας ὁρᾷν, καὶ μοιχείαν ἐργάζεσθαι τὴν κατὰ διάνοιαν; Εἰς γάμον ἐκλήθης, ἀγαπητέ· μὴ εἰσέλθῃς ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, ἀλλὰ τῷ γάμῳ κατάλληλον λαβὲ στολήν. Εἰ γὰρ εἰς γάμους αἰσθητοὺς ἄνθρωποι καλούμενοι, κἂν ἁπάντων ὦσι πενέστεροι, χρησάμενοι πολλάκις ἢ πριάμενοι ἱμάτιον καθαρὸν, οὕτω πρὸς τοὺς καλέσαντας αὐτοὺς ἀπαντῶσι· σὺ δὲ ὁ πρὸς γάμον κληθεὶς πνευματικὸν καὶ δεῖπνα βασιλικὰ, ἐννόησον, ἡλίκον ἂν εἴη δίκαιόν σε ἱμάτιον πρίασθαι· μᾶλλον δὲ οὐδὲ ἀγοράσαι χρεία, ἀλλ' αὐτός σοι δίδωσιν ὁ καλῶν δωρεὰν, ἵνα μηδὲ πενίαν προβαλέσθαι ἔχῃς. Τήρει τοίνυν ὅπερ ἔλαβες ἱμάτιον· ἂν γὰρ ἀπολέσῃς, χρήσασθαι οὐ δυνήσῃ λοιπὸν, οὐδὲ πρίασθαι· οὐδαμοῦ γὰρ πωλεῖται τοιοῦτον ἱμάτιον. Ἤκουσας, πῶς ἐστέναξαν οἱ πάλαι μυσταγωγηθέντες, καὶ τὸ στῆθος ἐπάταξαν τοῦ συνειδότος ἐνταῦθα διαναστήσαντος; Σκόπει τοίνυν, ἀγαπητὲ, μὴ καὶ σύ ποτε τοῦτο πάθῃ· πῶς δὲ οὐ πείσῃ, τὴν πονηρὰν συνήθειαν μὴ ἐκβαλὼν τῶν κακῶν; ∆ιὰ τοῦτο καὶ πρώην εἶπον καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, εἴ τις τὰ ἐλαττώματα τῶν τρόπων μὴ διώρθωσε μηδὲ παρεσκεύασεν ἑαυτῷ τὴν ἀρετὴν εὔκολον, μὴ βαπτιζέσθω. Τὰ μὲν γὰρ πρότερα ἁμαρτήματα ἀφεῖναι δύναται τὸ λουτρόν· δέος δὲ οὐ μικρὸν καὶ κίνδυνος οὐχ ὁ τυχὼν, μήποτε πάλιν ἐπ' αὐτὰ ἐπανέλθωμεν, καὶ γένηται ἡμῖν ἕλκος τὸ φάρμακον. Ὅσῳ γὰρ μείζων γέγονεν ἡ χάρις, τοσούτῳ πλείων ἡ κόλασις τοῖς μετὰ ταῦτα ἁμαρτάνουσιν.
γʹ. Ἵνα οὖν μὴ πρὸς τὸν πρότερον ἐπανίωμεν ἐμετὸν, παιδεύσωμεν ἑαυτοὺς ἐντεῦθεν ἤδη. Ὅτι γὰρ δεῖ πρότερον μετανοήσαντας καὶ τῶν προτέρων ἀποστάντας κακῶν, οὕτω τῇ χάριτι προσιέναι, ἄκουσον τί μὲν Ἰωάννης φησὶ, τί δὲ ὁ τῶν ἀποστόλων κορυφαῖος τοῖς βαπτίζεσθαι μέλλουσιν· ἐκεῖνος μὲν γάρ φησι· Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· οὗτος δὲ τοῖς ἐρωτῶσι πάλιν ἔλεγε· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὁ δὲ μετανοῶν οὐκέτι τῶν αὐτῶν ἅπτεται πραγμάτων, ἐφ' οἷς μετενόησε· διὰ τοῦτο καὶ κελευόμεθα λέγειν· Ἀποτάσσομαί σοι, Σατανᾶ, ἵνα μηκέτι πρὸς αὐτὸν ἐπανέλθωμεν. 49.235 Καθάπερ οὖν ἐπὶ τῶν ζωγράφων γίνεται, οὕτω καὶ νῦν γινέσθω· καὶ γὰρ ἐκεῖνοι τὰς σανίδας προθέντες, καὶ λευκὰς περιάγοντες γραμμὰς, καὶ τὰς βασιλικὰς ὑπογράφοντες εἰκόνας, πρὶν ἢ τῶν χρωμάτων ἐπαγαγεῖν τὴν ἀλήθειαν, μετ' ἐξουσίας ἁπάσης τὰ μὲν ἐξαλείφουσι, τὰ δὲ ἀντεγγράφουσι, καὶ διορθοῦντες τὰ ἡμαρτημένα καὶ μετατιθέντες τὰ κακῶς ἔχοντα· ἐπειδὰν δὲ τὴν βαφὴν λοιπὸν ἐπαγάγωσιν, οὐκέτι εἰσὶ κύριοι πάλιν ἐξαλεῖψαι καὶ ἀντεγγράψαι, ἐπεὶ τῷ κάλλει τῆς εἰκόνος λυμαίνονται, καὶ ἔγκλημα τὸ πρᾶγμα γίνεται· τοῦτο δὴ καὶ σὺ ποίησον· νόμισον εἰκόνα σοι τὴν ψυχὴν εἶναι. Πρὶν ἢ τοίνυν ἐπελθεῖν τὴν ἀληθῆ τοῦ Πνεύματος βαφὴν, ἐξάλειψον τὰς κακῶς ἐντεθείσας σοι συνηθείας· εἴτε ὀμνύναι, εἴτε ψεύδεσθαι, εἴτε ὑβρίζειν, εἴτε αἰσχρολογεῖν, εἴτε γελωτοποιεῖν, εἴτε ἄλλο τι τῶν τοιούτων τῶν μὴ νενομισμένων συνήθειαν ἔχεις ποιεῖν, ἔξελε τὴν συνήθειαν, ἵνα μὴ πάλιν πρὸς αὐτὴν ἐπανέλθῃς μετὰ τὸ βάπτισμα. Τὰ ἁμαρτήματα ἀφανίζει τὸ