ἀνεῴξαντος, καὶ αὐτὰς τὰς τῆς ψυχῆς πύλας ἀναπετάσαντος, καὶ πονηροῖς βίοις καὶ διεφθορόσι συγκοινωνήσαντος. οὐδὲ γὰρ εὐθὺς τὴν ὅλην ἐγνώκει τοῦ γένους σειράν, ἀλλ' ἑνὶ μὲν ἐκείνοις γένει κοινωνοῦντι, τρόποις δὲ καὶ ἤθεσι διαφέροντι, ἀπορρήτων τε κοινωνήσας καὶ ἐς ψυχὴν συνανακραθείς, δι' ἐκείνου τὸ συγγενὲς ἐφειλκύσατο. Ἐντεῦθεν γνώμαις φαύλαις συνομιλῶν καὶ διανοίαις συνδιαιτώμενος κακοήθεσι, μετεβλήθη τὴν ψυχὴν καὶ πρὸς πράξεις τὸν λογισμὸν ἠλλοίωσεν οὐ καλάς. Ἄραψί τε πόλεμον προσβαλὼν καὶ ἧτταν ἡττηθεὶς αἴσχιστον, πρὸς δὲ καὶ τὸ σῶμα νοσήσας, δύσοργός τις γέγονε καὶ μικρόλυπος, καὶ τὸ ἦθος ἀκροσφαλής, πρὸς πᾶσαν πρᾶξιν καὶ λόγον ἐξαγριούμενος. κατὰ μικρὸν δὲ τῇ νόσῳ δαπανώμενος, δῆλος ἦν πάντως τεθνήξεσθαι. τό τε γὰρ σθεναρὸν τῆς δυνάμεως καταλέλυτο, καὶ τὰ τῆς ὀρέξεως ἐπημβλύνετο, καὶ ὁ ὕπνος ἄκροις ἐφιζάνων βλεφάροις ἐγρηγορότα ἐδίδου ἐνύπνια· καὶ τέλος λανθάνει ἐπ' αὐταῖς ταῖς θεραπείαις ἀποψύξας τοῦ σώματος. τοῦτο δέ τινι μᾶλλον κατάδηλον ἐγεγόνει ἢ τῇ βασιλίδι τῇ καὶ νοσηλευομένῳ παρούσῃ καὶ θεραπευομένῳ τὰ ἐκ τῶν λόγων διδούσῃ παρηγορήματα, ἢ τὸν μὲν ἄλλον χρόνον ἐν ᾧ τὰ τῆς θεραπείας ἦν πράγματα τῷ ἐκείνου πάθει συνέπασχε καὶ τὸ ἶσον εἶχε τοῦ ἀρρωστήματος; τότε δὲ πάντων ἀπογνοῦσα οἷς τὸ σῶμα τεθεράπευται, μᾶλλον μὲν οὖν καὶ τὴν ψυχὴν τονώσασα ἀρρενωποῖς λογισμοῖς, οὐδὲν ἀγεννὲς ἔπαθεν, οὐ σάρκας ἐδρύψατο, οὐ κόμην ἐσπάραξεν, οὐ γοερὸν ἀνεκώκυσεν, ἀλλὰ τὰ εἰκότα θρηνήσασα τῷ νεκρῷ τοῦ καθήκοντος γίνεται, καὶ ὅπως ἀσφαλῶς ἕξει τὰ τῆς βασιλείας λογίζεταί τε καὶ πραγματεύεται. Ὅθεν κρύπτει τὸ γεγονός, καὶ βασιλέα τοῖς θρόνοις ἐγκαθιδρύει ὃν ἐκεῖνος τῶν ἄλλων ὑπερηγάπησέ τε καὶ προέκρινεν, ἴσως κἀν τούτῳ τιμὴν ἀφοσιουμένη τῷ ἀπελθόντι, ὅτι μὴ ἀντιθέτοις ἐκείνῳ, ἀλλ' οἷς μᾶλλον πεπίστευτο τὴν Ῥωμαίων ἡγεμονίαν ἐνεχειρίσατο, οὐκ ἀναμείνασα τὸν καιρόν, οὐ συγκλήτου ψήφους ἐκδεξαμένη, οὐ δήμου βουλήν, ἀλλὰ ταῦτά τε προλαβοῦσα καὶ ὅσα ἐν ταῖς μεταβολαῖς καινοτομεῖσθαι εἰώθασιν. ἦν δὲ οὗτος οὐ τῶν εὐπατριδῶν, οὐ τῶν πλούτῳ κομώντων καὶ οἷς τὰ τῆς ἔξωθεν εὐγενείας χαρακτηρίζεται, ἀλλ' ἀσήμου γένους καὶ τύχης τῆς φαυλοτάτης. τῶν δὲ τῆς ψυχῆς ἀγαθῶν οὐ μάλα τις ἐνδεής· μεγαλεπήβολός τε γὰρ ἦν καὶ νοῆσαι ὀξύτατος, καὶ ἡδονῶν ἧττον ἁπτόμενος, τό τε ἦθος χαρίεις καὶ τὸν λόγον οὐκ ἄμουσος· οὐ μεγαλοπρεπὴς δὲ οὐδὲ βασιλικώτατα διαπρέπων, ἀλλὰ χρηματιστὴς μὲν εἴπερ τις ἄλλος, ἀφιλότιμος δὲ καὶ σμικρολόγος, καὶ τὸ εὐεργετικὸν φειδωλόν τε καὶ ἄχαρι. ἀλλ' οὗτος μέν, εἰ καὶ μὴ πᾶσί γε τοῖς ἀγαθοῖς, ἀλλ' ἐξ ἡμισείας τέως ἐκεκόσμητο, οὐκ ἀδελφὰ δ' ἐφρόνουν οἱ ἀδελφοί, ἀλλ' ὅλως αἰσχροί τε ἦσαν ἀπ' αἰσχρῶν, καὶ αἰσχιόνων πατέρες ἐφαίνοντό τε καὶ ἐγινώσκοντο, ῥέκται κακῶν, τῶν ἀδικωτάτων ἐργάται πράξεων. πῶς γὰρ οὐκ ἔμελλον; ἄνδρες ἄμοιροι μὲν λόγου, ἀνήκοοι δὲ παιδείας, ἄγευστοι δὲ παντὸς ἄλλου καλοῦ, γαλακτοπόται δὲ καὶ βαλανοφάγοι, καὶ μηδὲν ἄλλο ἢ κεῖραι μὲν εἰδότες τὸ ἐριοφοροῦν, ἀμέλξαι δὲ οὔθατα βαρυνόμενα, καὶ τῇ ποιμενικῇ ἐμπνεῖν σύριγγι, καὶ ἄττειν κατὰ τῆς χλόης ἀγροικικὰ μετὰ Πανὸς ἢ Πριήπου καὶ εἴ τίς ἐστι δαίμων ἕτερος τούτου τοῦ κόμματος, καὶ πρὸς τὴν ἠχὼ στρέφεσθαι καὶ ἀκκίζεσθαι ὡς πρὸς κόρην εὔηχον καὶ ἀντᾴδουσαν, καὶ καθαίρεσθαι τοῦ γράσου ἵνα μὴ ἀηδεῖς γένοιντο μαλακῇ καὶ τρυφώσῃ μείρακι. πῶς οὖν οὐκ ἔμελλον ἄνθρωποι τοσαύτης ἀνοίας μεστοὶ παρὰ πάσας ἐλπίδας τῆς ἄκρας εὐδαιμονίας ἐπιλαβόμενοι, ἄξια τῶν προτέρων ἐπιτηδευμάτων φρονῆσαι καὶ τῇ ἀγροικίᾳ καὶ πονηρίαν προσκτήσασθαι; οἷς γὰρ περὶ τῆς τοῦ κρείττονος ἐφορείας ἀπηγροικίζοντο, μᾶλλον ἐπονηρεύοντο, ὡς μή τινος ὄντος τοῦ τιμωρήσοντος. Ἀλλ' ἕως μὲν ὁ βασιλεὺς ἔρρωτο καὶ τῆς ἥβης ἀπέλαυε, λανθάνειν ἐμηχανῶτο καὶ μὴ προδήλως