τιμωριῶν τὴν ψῆφον φέρεσθαι, ἦν εὑρεῖν αὐτόν. Εἴθε ἐνῆν δικάσασθαι, φησὶ, καὶ ἐντυχεῖν αὐτοῦ, καὶ μαθεῖν, τίνα ἦν ἃ ἤμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἤμελλον λέγειν. Ὁρᾷς πῶς ἐπέτυχεν ὅπερ ηὔχετο; Τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ. Ἤθελον μαθεῖν τί μοι ἤμελλεν ἐρεῖν, καὶ εἰ ἔμελλέ μοι ὁμοίως κο λάζειν. Ταῦτα δὲ εἶπον, οὐχ ὡς καταγινώσκων ἀδι κίαν. ΚΕΦ. Κ∆ʹ. Στίχ. ʹ. Ἡδύνθη αὐτῶν ἄρτος εἰς νεωτέ ρους. Ἡδὺ, φησὶ, τοῖς ἀσεβέσι τὸ τρέφειν νεανίσκους, ἐφ' ᾧ δύνασθαι δι' αὐτῶν τὰς ἐπηρείας ἐργάζε σθαι. ΚΕΦ. ΚΖʹ. Στίχ. βʹ. Ζῇ Κύριος, ὃς οὕτω με ἔκρινε. Ἔλαβεν ἐξουσίαν τοῦ Ἰὼβ ὁ διάβολος, καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας, πρότερον διὰ τῶν ἐκτὸς, ὕστερον δι' αὐτοῦ τοῦ σώματος, μετὰ ταῦτα καὶ διὰ τῶν φίλων. Ὅτε γὰρ αὐτὸ ἐδοκίμασε διὰ τῆς γυναικὸς, καὶ οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγ κεν ὁ διάβολος, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας, ἀλλ' ἀληθείας μὲν λόγους, οὐ καλῶς δὲ, οὐδὲ ἐν καιρῷ προφερομένους. Καὶ ἐβουλεύετο ὁ διά βολος διὰ τῶν φίλων τούτων ποιῆσαι τὸν Ἰὼβ φθέγ ξασθαί τι κατὰ τῆς Προνοίας, ἀσεβῆσαι διὰ τοὺς πόνους, ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας. Ἀλλ' ὁ ἀλη θῶς ἀνδρεῖος, ὁ καρτερικὸς, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν. Ὅτε ἐτέλεσεν ὁ Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ Σωφὰρ δύο διαλέξεις· τούτων γὰρ τετελεσμένων, σιωπησάντων ἐκείνων, ὅρα τί ἀποκρί νεται μετὰ τὸ εἰρημένον ἀπ' αὐτοῦ προοίμιον, οὕτως 17.89 ἀπὸ τῆς Γραφῆς ὠνομασμένον. Τί ἀποκρίνεται; πρόσχωμεν τῇ λέξει. Στίχ. αʹ. Ἔτι δὲ προσθεὶς ὁ Ἰὼβ εἶπε τῷ προ οιμίῳ· Στίχ. βʹ. Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ παραπικράνας μου ψυ χὴν, καὶ τὰ ἑξῆς. Οἶδα πόθεν κεκίνησθε εἰς τὸ ἐρεθίσαι με. Ὄμνυμι δὲ ὑμῖν, καὶ ὄμνυμι κατὰ τοῦ ζῶντος Κυρίου αὐτοῦ, κρίναντός με ταῦτα παθεῖν, αὐτοῦ τοῦ παραδόντος με ταύταις περιστάσεσι, τοῦ δόντος ἐξουσίαν τῷ διαβόλῳ τοιούτοις με ἐξετασμοῖς ἐξετάζεσθαι, καὶ βασανίζεσθαι. Ὄμνυμι κατὰ τοῦ Κυρίου, καί φημι, ὅτι ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντο κράτωρ, ὁ παραπικράνας μου τὴν ψυχήν. Στίχ. εʹ. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω. Ἐὰν συγκαταθῶμεν οἷς λέγετε, ὅτι νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηνάμην ἕως ἂν ἀποθάνω. Στίχ. εʹ. Οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου. Οὐκ ἀφήσω τὸ προσέχειν τῇ δικαιοσύνῃ· μεμνή σομαι ἀεὶ περιέχεσθαι αὐτῆς. Στίχ. ʹ. Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πρᾶξαι. Πολλὴ ἡ παῤῥησία αὐτοῦ καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐ σύνοιδα ἐμαυτῷ ἄτοπα πρᾶξαι. ΚΕΦ. ΚΗʹ. Στίχ. ιβʹ. Ποῖος δὲ τόπος ἐστὶν ἐπιστήμης; Ἐπιστήμη ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεω ρίᾳ· σύνεσις δὲ ἡ διάκρισις. Στίχ. ιεʹ. Καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλ λαγμα αὐτῆς. Οὐδὲν ἀντάξιόν ἐστιν τῆς σοφίας. Ἐὰν ἁπλούστε ρον νοῇς τὸ ἀργύριον καὶ τὸ χρυσίον, εὐθέως ἐρεῖ Ἰὼβ, ὅτι οὐδὲν ἄξιόν ἐστι τῆς σοφίας. Στίχ. ιʹ. Ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ. Οὐδὲ ὄνυχι τιμίῳ ἡ σοφία παραβληθήσεται· ἀλλ' οὐδὲ ἐν σαπφείρῳ ἰσωθήσεται αὕτη. Στίχ. ιηʹ. Μετέωρα καὶ γάβεις οὐ μνησθήσεται. Οὐδὲ τὰ μετέωρα ἄξιά ἐστι τῆς σοφίας, οὐδὲ γά βις. Ἔοικε δὲ ἐπὶ δυναμένων τάχθαι, οἱονεὶ γι γαρτικῶν. Τινὲς δέ φασιν, ὅτι γάβις λέγεται τὸ ὑπερέχον τοῦ χείλους τοῦ μεδίμνου, ὃ καλεῖται κομ μουλᾶτον. Στίχ. ιηʹ. Καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. Τὰ ἐσώτατα περὶ τὴν Ἰνδίαν, ἢ τὰ περὶ τὴν ἐπέκεινα χώραν, ἔνθα εἰσὶ τίμιοι λίθοι. Φέρει δὲ ἐκείνη ἡ χώρα τοῖς ἀνθρώποις ταῦτα, νομιζόμενα παρὰ τοῖς πλουσίοις εἶναι θαυμαστά. Παρ' ἐκεῖνα οὖν τὰ ἐσώτατα ἕλκυσον εἰς σαυτὸν τὴν σοφίαν. Ἢ, ὑπὲρ τὰ ἐσώτατα, ὑπεραπόῤῥητα τὰ ἔνδον μυστήρια 17.92 τὰ ἅγια τοῦ Θεοῦ· ὑπὲρ πάντα πολλὰ ὄντα, ἕλκυσον τὴν σοφίαν. Στίχ. καʹ. Λέληθε πάντα ἄνθρωπον. Λέληθε πάντα ἄνθρωπον, κἂν προφήτης ᾖ, κἂν ἀπόστολος. ΚΕΦ. ΚΘʹ. Στίχ. ʹ. Ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βούτυρον. Προειρήκαμεν περὶ τῶν ὁδῶν τοῦ Ἰὼβ, ἃς ὥδευ σεν, ὅτι ἀρεταὶ ἦσαν. Ἐχέοντο οὖν αἱ ὁδοὶ αὐτοῦ βουτύρῳ, ὥδευε τὴν σωφροσύνην, καὶ οἱονεὶ ἐχεῖτο ἡ σωφροσύνη, ὡς πολλοὺς τρέφεσθαι καὶ τῶν νηπίων ἀπὸ τῆς σωφροσύνης τοῦ Ἰὼβ,