10
ληφθεῖσιν ἑβδομήκοντα παρελθόντων ἐτῶν, ὡς ὁ Ζαχαρίας φησίν· "Τὰς πόλεις Ἰούδα ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος·" τοῖς δὲ Χριστὸν σταυρώσασιν οὐκ ἀνήσειν, φησὶν, πλὴν ὅτι ἐν ἐσχάτῳ τῶν ἡμερῶν τὸ ἐγκατάλειμμα σωθήσεται. Τῆς δὲ τοιαύτης ἐγκαταλείψεως τὴν αἰτίαν ἐπήνεγκεν λέγων, Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις, τὴν Χριστοῦ μιαιφονίαν δηλῶν. Τηρεῖ γὰρ ὡς οὐδαμοῦ νῦν αὐτῶν ὡς εἰδωλολατρούντων κατηγορεῖ, ἀλλ' ὅτι μὴ ἔγνωσαν τὸν Κύριον, καὶ ὅτι ἐγκατέλιπον αὐτὸν, καὶ παρώξυναν τὸν ἅγιον τοῦ Ἰσραήλ. ∆ιὸ καὶ τὰς θυσίας αὐτῶν, ὡς ἀσεβῶν, ἀποστρέφεται, καὶ προσκειμένων τοῖς ἁμαρτήμασιν. "Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον." Ἕκαστον γὰρ ἑαυτὸν προσάγειν δεῖ θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, λογικὴν λατρείαν, θυσίαν αἰνέσεως. Ταῦτα γὰρ καὶ αἱ πρὶν θυσίαι σκιὰν ἔχουσαι τῶν μελλόντων ἀγαθῶν, ὑπῃνίττοντο· εἰ καὶ τοῖς τότε παχέσιν οὖσιν κατὰ τὸ φαινόμενον ἥρμοττον μέχρι καιροῦ διορθώσεως· ἐπεὶ, ὅσον εἰς τὸ ἀρέσκειν Θεῷ, οὐκ ἂν τὰς θυσίας ἐνομοθέτησεν. Ἐπειδὴ δὲ τὸ πλῆθος τῶν κατὰ νόμον θυσιῶν ἀποπέμπεται, μίαν προσεδέξατο θυσίαν ἐπ' ἐσχάτων αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ τῆς ἀληθείας φανείσης, ἀνόνητος ἡ σκιά. Καὶ δεῖ Θεῷ προσάγειν ἀρετάς τε καὶ πίστιν. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται Θεός. Ἐπεὶ καὶ πάλαι ὑπὲρ τῶν ἰδίων πλημμελημάτων προσέφερον, καὶ συνεχώρει Χριστὸς, ἐν τοῖς προσαγομένοις τυπούμενος. Ἀλλὰ νῦν ἐπιδημήσας, τοῖς τύποις πέρας ἐπέθηκεν. Τὸ δέ· Πλήρης εἰμὶ, ληπτέον καθ' ἑαυτὸ, μὴ συνάπτοντα τοῖς ἑξῆς. Θεῷ γὰρ μόνῳ τὸ πλῆρες ἁρμόττει πάσης μακαριότητος, ἀλλ' οὐ τῶν ἐφ' ἑξῆς ἐπιφερομένων. "Ἐκ τοῦ γὰρ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν." Πάντων γάρ ἐστιν ἐφετὸν, αὐτὸς οὐδενὸς ἐφιέμενος. Ἀπ' αὐτοῦ στέφανος πλήρης χάριτος καὶ δυνάμεως. Καὶ Παῦλος, μετὰ τὴν ἐπίγνωσιν, πλήρης πνεύματος ὑπέστρεψεν εἰς Ἱερουσαλήμ· πλήρης ἐντεῦθεν ἡμερῶν Ἀβραάμ. Καὶ ἐν τῷ ἐπιστρέφοντι λαῷ ἡμέραι πλήρεις εὑρεθήσονται. Ἀλλ' εἰ ἀποβάλλει πᾶσαν τὴν διὰ Μωϋσέως λατρείαν, πῶς "Ἓν ἰῶτα οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου ἕως ἂν πάντα γένηται;" Οὐκ οὖν εὔδηλον ὡς τὸ σωματικὸν ἐκβαλὼν, τὸ πνευματικὸν πληροῦν ἐπαγγέλλεται. Τήρει δὲ ὡς οὐ πᾶν ἀπεδοκίμασεν αἷμα, τὸ δὲ ἐξ 1848 ἀλόγων ζώων, πρὸς ἀντιδιαστολὴν τοῦ ἐπ' ἐσχάτων ἡμερῶν ἐκχυθέντος εἰς ἄφεσιν ἁμαρτιῶν, κρεῖττον λαλοῦντος παρὰ τὸ τοῦ Ἄβελ. Μετατιθεμένων δὲ τῶν θυσιῶν ἐπὶ τὸ πνευματικὸν, καὶ τὴν ἱερωσύνην ἐχρῆν μετατίθεσθαι, ἵνα ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀντεισέλθῃ. ∆ιασταλτέον δὲ καὶ τὸ ὁλοκαύτωμα, καὶ οὕτως ἐπενεκτέον, τῶν κριῶν· ἵνα πρὸς τὸ, οὐ βούλομαι, συμφώνως ἐπενεχθῇ. Πρὸς ὃ ἀποδοτέον τὸ, Οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Κοινὸν γὰρ τὸ, οὐ βούλομαι. Ἀθετεῖ δὲ μετὰ τῶν θυσιῶν καὶ τὸ, δεῖν ὁρᾶσθαι πᾶν ἀρσενικὸν ἐνώπιον Κυρίου. Ἄδικοι γὰρ ἦσαν καὶ σκολιοί. Γέγραπται δέ· "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους." Καὶ "Εὐθύτητας ἴδε τὸ πρόσωπον αὐτοῦ· λέγει δὲ καὶ, Τίς ταῦτα ἐζήτησεν ἐκ τῶν χειρῶν ὑμῶν; τὰ σωματικὰ δηλονότι τοῦ νόμου. Ὅλος γὰρ ὁ νόμος ἀνακεφαλαιοῦται ἐν τῷ, "Ἀγαπήσεις τὸν πλησίον σου, ὡς ἑαυτόν." Καὶ, Πατεῖν μου, φησὶ, τὴν αὐλὴν οὐ προσθήσεσθε. Οὕτω φοβερὸν καταφρονεῖν Ἐκκλησίας ἀφορισθέντας, εἰ μὴ τὸ μέγιστον τῶν ἐπιτιμίων αἱρουμένους ἐπίτηδες. ∆ηλοῖ δὲ τὴν ὑβριστικὴν αὐτῶν εἴσοδον, ὡς καταπατούντων τὰ ἅγια. Τῶν δὲ εἰσιόντων ὁ μὲν εἰς αὐτὰ φθάνει τὰ Ἅγια τῶν ἁγίων, ἔσωθεν τοῦ καταπετάσματος τὰ σαρκικὰ διαβὰς, καὶ γυμνῇ τῇ θεωρίᾳ τῶν νοητῶν ὁμιλῶν· ὁ δὲ τῆς σωματικωτέρας λατρείας ἐφάπτεται. Ὁ δὲ νῦν εἰσαγόμενος τῆς αὐλῆς μόνης ἐπιβῆναι κελεύεται. Ὁ δὲ καὶ ταύτης ἔξω τῶν τῆς εὐσεβείας τόπων ἐλήλαται. Πρὸς δὲ τὰ πνευματικὰ τοῦ νόμου παρακαλεῖ διὰ τῆς τῶν σωματικῶν ἐκβολῆς. Πνευματικὴ γὰρ σεμίδαλις, λόγος περὶ Θεοῦ σωματικῆς ἐννοίας κεχωρισμένος. Ἀνάξιον Θεοῦ καὶ τὸ, Νομίζειν αὐτὸν τῆς δι' ὀσφρήσεως εὐωδίας ἐπιθυμεῖν, καὶ μὴ θυμιάματος τὸν ἁγιασμὸν νοῆσαι τοῦ σώματος ὑπὸ τῆς