πολλὰ εἶναι αὐτῇ κατὰ τὸ κιβώτιον, καὶ ταῦτα τῇ κεφαλῇ τε καὶ τῷ προσώπῳ ἡμῶν ἐπιτίθησι μετὰ 629 τὰ φιλήματα. ταῦτα τὸν βασιλέα εἰς μανίαν ἦγεν· μηδὲν δὲ δρᾶσαι δυνάμενος αὐτῇ, μόνην ἀπέτεμεν τὴν πρὸς τὴν μάμμην τῶν τούτου θυγατέρων ἄφιξιν. 7. Τούτοις ἀδελφὰ καὶ τῇ βασιλίδι Θεοδώρᾳ συμβέβηκεν. ὑπῆρχέ τι τῷ βασιλεῖ παρακεκομμένον ἀνδράριον, τῷ Ὁμηρικῷ Θερσίτῃ διενηνοχὸς κατ' οὐδέν (∆ένδερις ὄνομα τούτῳ), ἄσημά τε φθεγγόμενον καὶ γέλωτας κινοῦν καὶ θυμηδίας ἕνεκεν τοῖς βασιλείοις ἐνδιαιτώμενον. οὗτος γοῦν εἰσπηδήσας ποτὲ κατὰ τὸν τῆς Αὐγούστης κοιτωνίσκον κατέλαβεν αὐτὴν θείας εἰκόνας ἐμπεριειλημμένην καὶ τοῖς ἑαυτῆς ὄμμασι μετὰ σπουδῆς προσαγούσης. ταύτας ὑπ' ὄψιν ἰδὼν οὗτος ὁ παραπαίων τί τε εἶεν ἐπυνθάνετο, καὶ πλησιέστερον διέβαινεν· ἡ δέ "τὰ καλά μου" ἔφησεν οὕτως "νινία, καὶ ἀγαπῶ ταῦτα πολλά." κατὰ τὴν τράπεζαν τηνικαῦτα εἱστιᾶτο ὁ βασιλεύς, καὶ δὴ πρὸς αὐτὸν εὐθὺς διαβάντα εἴρετο αὐτὸν ὅποι ποτὲ ἐτύγχανεν ὤν. ὁ δὲ παρὰ τὴν μάναν ἔφησεν εἶναι, τὴν Θεοδώραν οὕτω λέγων, καὶ θεάσασθαι ἐν αὐτῇ καλὰ νία τοῦ προσκεφαλαίου ἐξαίρουσαν. συνῆκεν οὖν ὁ βασιλεύς, καὶ πλήρης ὀργῆς γεγονώς, ὡς ἐξανέστη τῆς τραπέζης, πρὸς τὴν ἀπῄει, ἄλλαις τε πολλαῖς ὕβρεσιν αὐτὴν ἐπαντλῶν καὶ εἰδώλων λάτριν ἀκολάστῳ γλώττῃ ταύτην ἀποκαλῶν· καὶ ἅμα διεζήτει τοὺς λόγους τοῦ παραπαίοντος. ἡ δὲ τέως τὸν θυμὸν κατὰ στέρνων κύουσα "οὐ τοῦτό ἐστιν" ἐξ ἑτοίμου ἔλεγεν, "ὦ βασιλεῦ, οὐ τοῦτο, ὡς ὑπείληφας σύ. τὸ δὲ κάτοπτρόν μου ἤμην ἀτενίζουσα μετὰ τῶν θεραπαινίδων, καὶ τὰς ἐκεῖσε τικτομένας ἰδὼν ὁ 630 ∆ένδερις μορφὰς ἐλθὼν ἀπήγγειλεν ἀφρόνως τῷ δεσπότῃ καὶ βασιλεῖ." οὕτω μὲν οὖν ἐκείνου τέως κατέσβεσε τὸν θυμόν· τὸν ∆ένδεριν δὲ μετ' οὐ πολλὰς ἡμέρας παιδείᾳ καθυποβαλοῦσα πέπεικε σωφρονεῖν, οὕτω πως ἐπιλέγουσα καὶ διδάσκουσα ὡς μήποτε λέγειν περὶ τῶν καλῶν νινίων τινί. καί ποτε παρὰ πότον ἐγκαυχώμενος καὶ τῆς δεσποίνης κατεπαιρόμενος ὁ Θεόφιλος ἠρώτα τοῦτον περὶ αὐτῆς, εἰ πάλιν ἄρα τὰ καλὰ νινία ἡ μάνα ἀσπάζεται. ὁ δὲ τοῖς χείλεσι τὴν δεξιὰν χεῖρα ἐπιθείς, καὶ τῇ ἀριστερᾷ τῶν ὄπισθεν μερῶν ἐπιλαβόμενος, "σίγα, σίγα περὶ τῶν νινίων, ὦ βασιλεῦ," ἀντέφησεν ὁ παραπαίων. 8. Τῷ γʹ αὐτοῦ ἔτει, Ἀλέξιον τὸν Ἀρμένιον, ᾧ ἐπώνυμον Μουσελέ, λίαν ἀνδρεῖον ὄντα καὶ ῥωμαλέον εἰσεποιήσατο γαμβρὸν εἰς Μαρίαν τὴν θυγατέρα αὐτοῦ, καὶ πατρίκιον ἐποίησεν, εἶτε καὶ μάγιστρον. ὑπολήψεις δέ τινας ἐπ' αὐτῷ σχὼν ὡς ὀρεγομένῳ τῆς βασιλείας, στρατηγὸν καὶ δοῦκα Σικελίας πέμπει. οἷα δὲ ὁ φθόνος ὠδίνει, Σικελοί τινες ἀνελθόντες διέβαλον τοῦτον τῷ βασιλεῖ ὡς τὰ μὲν τῶν Χριστιανῶν Ἀγαρηνοῖς προδίδωσι, κατὰ δὲ τῆς βασιλείας σου μελετᾷ. ἐν δὲ τῷ μεταξὺ τῆς θυγατρὸς τοῦ βασιλέως Μαρίας τεθνηκυίας, ὁ βασιλεὺς τὴν λάρνακα ταύτης ἐξ ἀργύρου ἐκόσμησε, καὶ τόμον ἐλευθερίας τοῖς ἐν αὐτῷ προσφεύγουσι τέθεικεν· ὅνπερ ἄργυρον Λέων ὁ βασιλεὺς μετὰ ταῦτα ἀνείλετο. 9. Τῷ δʹ αὐτοῦ ἔτει Θεόδωρον τὸν ἀρχιεπίσκοπον τὸν λεγό 631 μενον Κρίθινον, ἐν τῷ καιρῷ τῆς διαβολῆς Ἀλεξίου ἐν τῇ πόλει ὄντα, δίδωσιν ὁ βασιλεὺς τὸ ἴδιον φυλακτόν, καὶ ἀποστέλλει εἰς Σικελίαν δοῦναι λόγον ἀπαθείας Ἀλεξίῳ καὶ ἀγαγεῖν πρὸς αὐτόν· ὃν καὶ ἐλθόντα ὁ βασιλεὺς ὡς ἀντάρτην τύψας ἔθετο εἰς φυλακήν, τὰ αὐτοῦ πάντα δημεύσας. Θεόδωρος οὖν τοῦτο εἰδὼς ἤσχαλλε καὶ ἐδυσφόρει· καὶ μετ' ὀλίγον τοῦ βασιλέως ἐν Βλαχέρναις ἀπελθόντος προλαβὼν ἔστη ἔμπροσθεν τοῦ θυσιαστηρίου, τὴν ἱερατιὴν στολὴν ἐνδεδυμένος, καὶ τοῦ βασιλέως τῇ σωλέᾳ πλησιάσαντος αὐτὸς φωνῇ μεγάλῃ ἐβόησεν "ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε· ἕνεκεν τίνος, ὦ βασιλεῦ;" αἰδεσθεὶς οὖν ὁ βασιλεὺς τὴν σύγκλητον ἔφη "ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης." ὁ δέ "καὶ ποία δικαιοσύνη ἐν σοί; ὅτι δοὺς ἐνυπόγραφον λόγον Ἀλεξίῳ δι' ἐμοῦ οὐκ ἐφύλαξας τοῦτον." ὁ δὲ βασιλεὺς θυμῷ καὶ ὀργῇ ἀκατασχέτῳ κινηθεὶς τοῦτον τοῦ θυσιαστηρίου βιαίως ἐξήγαγε καὶ πληγὰς οὐ μετρίας ἐπιθεὶς ἐξώρισεν, οὐ διὰ τὸ ἐλεγχθῆναι ὑπ' αὐτοῦ μόνον, ἀλλ' ὅτι καὶ ἔμαθεν