Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφίσματα. διά τοι τοῦτο καὶ αὐτοῖς ἐπιτρέπει λῦσαι τὸν ἀναστάντα ἐκ νεκρῶν, ὅπως ταῖς ἰδίαις χερσὶ τὰ δεσμὰ περιελόντες καὶ τῆς κηδείας αὐτὸν ἐλευθερώσαντες μάρτυρες τοῦ γεγονότος πρὸς τοὺς ἀπόντας καταστῶσιν. διὰ τί δὲ εὔχεται, μᾶλλον δὲ εὐχῆς σχῆμα ἀναλαμβάνει; ἵνα μὴ ἀντίθεον αὐτὸν εἶναι νομίσωμεν. τὸ δὲ λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν, ἵνα μὴ ἐπαγόμενος δόξῃ κομπάζειν. 76 Jο 11, 51 Οὐχ ὡς κατὰ πνεῦμα προφητείας ὑπὸ τοῦ Καιάφα ἐρρήθη· οὐ γὰρ τὸ πνεῦμα τὸ προφητικὸν ἐπιβουλὴν συνέστησε κατὰ τοῦ Χριστοῦ, ἀλλὰ κατά τινα συντυχίαν τῷ ἀληθεῖ καὶ τῷ γενησομένῳ πράγματι σύνδρομον συνεχωρήθη αὐτῷ τῆς τοιαύτης ἐπινοίας ἐπιψαῦσαι, καθ' ὅτι ἦν ἀρχιερεύς, ἵνα προΐδῃ διὰ τοῦ στόματος αὐτοῦ τὸ κεκρυμμένον τοῖς ἀνθρώποις ἕως τότε καὶ ἀγνο ούμενον. 77 Jο 12, 3 Ἐκκλησίας τύπον ἡ Μαρία ἐπιτελεῖ, ἐκκλησίας τῆς ἐξ ἐθνῶν ἐλευθερω θείσης ἀπὸ δαιμόνων ὡς ἀπὸ ταύτης "ἑπτὰ δαιμόνια ἐξεληλύθει" , προσφερούσης εὐωδίαν τὴν πίστιν τῷ τοῦ Χριστοῦ θανάτῳ καὶ ἀναμασσομένης παρὰ Χριστοῦ δύναμιν εἰς τὴν ἑαυτῆς κεφαλὴν διὰ τῆς περὶ αὐτὸν σπουδῆς τε καὶ ἀγάπης θεραπευτικῆς, πληρούσης τε τὸν κόσμον ἅπαντα τῆς εὐωδίας, ὡς καὶ Παῦλός φησιν· "Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ."

78 Jο 12, 4-6 Τὸν οἶκτον τῶν πενήτων πρόσχημα τῆς ἑαυτοῦ πλεονεξίας ποιούμενος οὐδὲ ὡς πιστότερος τῶν ἄλλων τὴν διακονίαν ταύτην ἀνεδέδεκτο, ἀλλ' ὡς ἐλάττων· τὸ γὰρ περὶ χρημάτων διακονικὸν ἔλαττον τῆς ἐν λόγῳ διακονίας ὡς

καὶ οἱ δώδεκα ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἐδήλωσαν. 79 Jο 12, 13-15 Φοίνιξιν αὐτοῦ τὴν εἴσοδον δορυφοροῦντες καὶ βασιλέα τοῦ Ἰσραὴλ ἐρχόμενον εὐφημοῦντες, τοῦτ' ἔστι Χριστὸν τὸν ἐπηγγελμένον μετὰ προφανε στάτης τιμῆς εἰς τὴν πόλιν εἰσήγαγον. ὁ δὲ καὶ τοσαύτης αὐτῷ παρὰ τοῦ δήμου γενομένης τιμῆς εἰς τὸ μετριώτατον σχηματίζεται πληρῶν ἅμα καὶ τὸ σύμβολον τὸ κατὰ τὴν προφητείαν προδεδηλωμένον. αὐτόθεν δὲ ἔχει τὸ μέτριον καὶ εὐτελὲς ἡ ἐπὶ τοῦ ὀναρίου καθέδρα, κεκρυμμένον δὲ ἐν αὐτῷ τὸ σύμβολον τοῦ μήπω καθαροῦ τότε λαοῦ τοῦ μέλλοντος προσδέξασθαι τὴν ἐπίβασιν τοῦ κυρίου. ὄνος δὲ οὐ καθαρὸς κατὰ τὸν νόμον. ἐβόα δὲ ὁ προφήτης Ζαχαρίας τῇ μὲν Σιὼν εὐαγγελιζόμενος τὸν βασιλέα πάντων ἀπαλλάττοντα φόβων καὶ λυτρούμενον αὐτὴν ἐξ ἐχθρῶν δυναστῶν, τῷ δὲ συμβόλῳ δεικνὺς τῶν ἐθνῶν ἡγούμενον καὶ νέῳ λαῷ χρησόμενον, ὅτι καὶ πῶλος

ἦν, ἐφ' οὗ καθεζόμενος εἴσεισιν. 80 Jο 12, 17-19 Ἀναγκαίως ἄρα καὶ τῇ τάξει τελευταῖον τὸ κατὰ τὸν Λάζαρον ὁ κύριος ἐθαυματούργησεν, ἵνα ἐπὶ προσφάτῳ τούτῳ γεγονότι τιμηθείη μὲν ἐπιφανέ στερον ὑπὸ τοῦ πλήθους, τῆς δὲ τιμῆς ἕνεκεν ὑπεραλγήσαντες οἱ Φαρισαῖοι βουλεύσαιντο κατ' αὐτοῦ καὶ οὕτως ἐπιτελεσθείη τὸ πάθος, ὅπερ καὶ γίνεται. 81 Jο 12, 19 Ὁρῶσιν, ὅτι μάτην ἀντιλέγουσι πρὸς τὴν πίστιν τὴν εἰς Χριστόν, μάτην ἀφορίζουσι τοὺς πιστεύοντας, μάτην ἀποτρέπουσι τοὺς λοιπούς, τὰ μὲν δια λεγόμενοι, τὰ δὲ καὶ ἀπειλοῦντες. πάντα οὖν ἀνωφελῆ φασιν

εἶναι, εἰ μὴ πρὸς ἀναίρεσιν αὐτοῦ τράποιντο. 82 Jο 12, 25-26 Ἄνωθεν μὲν καταγομένην ἐκ πατρὸς ἐπιδείκνυσι τὴν τιμὴν ὡς πρὸς τὸ ἀνθρώπινον τὸ ἑαυτοῦ τὸ κάτω καὶ ἐναργῶς φαινόμενον καὶ καθηγούμενον ἀνθρώποις ἐπὶ ζωὴν αἰώνιον καὶ ἀθάνατον, οὐ μὴν ἑτέρως παριστὰς ἡμῖν ἐρχομένην τὴν δωρεὰν τῆς ζωῆς ἢ δι' αὐτοῦ καθ' ὅσον οὐράνιός ἐστι δύναμις, ἐπεὶ καὶ προεῖπεν αὐτὸς τὴν αἰώνιον ζωὴν δώσειν

11